1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

50

λύσσης γέμων; Τί δ' ἂν κάμηλος φυσικῆς ἐξ ὕβρεως 847 Βροντῶσα λαιμῷ, καὐχέν' ἐκτείνουσά σοι, Στήσῃ παλαίων; ἢ τὸ φεύγειν σώφρονος; Τί δ' εἴ σε πόρνη τοῖς ἑαυτῆς αἴσχεσι Βάλλοι; σύνηθές ἐστι γὰρ πόρναις τόδε, Αἷς ἐστι δεινὸν αἶσχος, αἶσχος εἰδέναι, Τέχνην ἐχούσαις μηδὲν αἰσχύνεσθ' ὅλως. Ὁ δ' ἐκ Σινώπης προσιὼν ταῖς ἐκ στέγους, Ὕβριζε ταύτας, ὡς λόγος· τί μνώμενος; Φέρειν τὰς ὕβρεις εὐκόλως ταῖς ὕβρεσι. Ταῦτ' ἐννοῶν σὺ τὰς ὕβρεις ἀτιμάσεις. Εἴπω τι καὶ τεχνικὸν, οὐ μὴν ἄξιον Τοῖς τὸ πρᾶον τιμῶσιν· ἀλλ' ὅμως ἐρῶ. Σβεστήριον γάρ ἐστι τῆς ἀηδίας. Πύκτας ποτ' εἶδες; ὡς τὸ πρῶτον ἡ στάσις Τούτοις ἀγώνισμ' ἐστὶν, ὑψηλὴν λαβεῖν; 848 Οὐ γὰρ μικρόν τι τῷ κρατεῖν συνεισφέρει. Οὕτω θέλησον αὐτὸς ἣν λῷον λαβεῖν. Ἡ δ' ἔστι τὸν λυσσῶντα βάλλειν παιγνίοις. Γέλως μέγιστον ὅπλον εἰς ὀργῆς μάχην. Ὡς οἱ κεινὴν πέμποντες ἀθληταῖς χέρα Ὁρμήματι σφοδρῷ τε καὶ μεμηνότι Κάμνουσι πλεῖον τῶν πονούντων σωμάτων (Κράτημά τ' οὐκ ἔντεχνον ἰσχύος κλάσις)· Οὕτως ὃς ὑβρίζει μὴ χολούμενόν τινα, Ἀλλ' ἐκγελῶντα τὴν μάχην, ἀλγεῖ πλέον. Τὸ δ' ἀντιπῖπτον καί τιν' ἡδονὴν φέρει. Πλείων γὰρ ὕλη τῷ χόλῳ καθίσταται, Λίαν γλυκεῖ τε καὶ ἀπλήστῳ πράγματι. Ἐκεῖνό σοι γένοιτο τῆς βουλῆς τέλος. Τί τὸ πρᾶον μάλιστα τῶν ὄντων; Θεός. 849 Τίς δ' ἡ χολώδης φύσις; ὁ βροτοκτόνος. Ὀργήν γέ τοι γίνωσκε καὶ καλούμενον, Πρὸς αἷς καλεῖται κλήσεσι πονηρίας. Τούτων ἑλοῦ τιν' ἣν θέλῃς μοῖραν σύγε· Ἄμφω γὰρ οὐκ ἔνεστι. Καὶ τοῦτο σκόπει· Τίς μὲν γελᾶται, τίς δὲ τῶν αἰνουμένων; Μικρὸν γὰρ οὐδὲ τοῦτο τοῖς σκοπουμένοις. Τὸ λοιπὸν, ὁρκίζω σε τῶν κακῶν φίλον, Τὸν δυσμενῆ συνήγορον καὶ προστάτην, Οἰδοῦντα καὶ διδοῦντα ταῖς ᾅδου πύλαις, Εἶξαι Θεῷ τε καὶ Λόγῳ τὸ σήμερον, Θυμὲ, ζέσις, πλήρωμα τοῦ βροτοκτόνου, Αἶσχος προσώπου ἐμφανὲς, φρενῶν ζάλη, 850 Μέθη μύωψ, κρημνιστὰ, ταρταρηφόρε. Ὦ πνευμάτων λεγεὼν, κακὸν σύνθετον, ∆εσμοὺς διασπῶν καὶ πέδας σὺν ἅμμασιν, Χριστός σε βούλεθ', ὃν τὸ πᾶν τόδ' οὐ φέρει, Αὐτὸς φέρει δ' οἴαξιν ἀπταίστως τὸ πᾶν, Νωμῶν βροτῶν τε καὶ τῶν ἀγγέλων βίον, Ὃς καὶ πονηρῶν πνευμάτων λύσιν φέρει Παθῶν τε, τοῖς καλοῦσιν αὐτὸν ἐκτενῶς, Οὗτός σε βούλετ' ἔνθεν ὡς τάχος φυγεῖν· Τῶν σῶν συῶν πλήρωσον εἰσελθὼν βάθη· ∆έξονθ' ἑτοίμως εἰς βυθὸν πεσούμενον. Ἡμῶν δ' ἀπόσχου τῶν Θεῷ μεμηλότων. Καὶ ταῦτα σιγῆς· οἱ δὲ λύσαντες λόγον, 851 Εἰ μέν τοι τούτων ἄξιον φθέγγοισθ' ἔπος, Φθέγξασθε κἀμοί· εἰ δὲ σιγῆς, οὐκ ἐμοί. Καὶ ὦτα δήσω τοῖς λόγοις, ὥσπερ λόγον.

Κʹ. Εἰς εὐγενῆ δύστροπον. Αἵματος ἐξ ἀγαθοῦ τις, ἅπαν κακὸν, ἀνδρὶ γένος

μὲν Οὐ τῶν εὐπατέρων, τἄλλα δὲ θαυμασίων, Προύφερε τοὺς προγόνους. Καὶ ὃς μάλα ἡδὺ γελάσσας, Εἶπε λόγον μνήμης ἄξιον, ὡς «Τὸ γένος Ἔστιν ὄνειδος ἔμοιγε, γένει δὲ σύ.» Τοῦτο φύλασσε Ὡς μὴ τῆς ἀρετῆς ἄλλο τι πρόσθεν ἄγοις. Εἰ σοῦ τις τὸ δυσειδὲς ἐκέρτομεν, ἢ τὸ δυσῶδες, Εἶπες ἂν, ὡς «Ὁ πατὴρ ἦν καλὸς, ἢ μυρίπνους;» Εἰ δέ σέ τις ὡς δειλὸν ἐπέσκωπτεν καὶ ἄνανδρον· 852 «Ὡς πρόγονοι πολλὰς εἷλον ὀλυμπιάδας;» 852 Οὕτω, εἴ σε κακόν τις ἐλέγχει καὶ ἀνόητον. Μή μοι τοὺς πατέρας, μηδὲ τὰ νεκρὰ λέγε. Χρυσόδετον κιθάρην τις ἔχων, ἔκρεξε κάκιστον. Ἄλλος ἀπ' εἰκαίης εὐγενὲς ἧκε μέλος. Τίς τούτων, ὦ λῷστε, ἀμείνων σοι κιθαριστής; Ὃς σώζει τεχνικοῖς κρούμασιν ἁρμονίας. Ἀλλὰ σὺ χρυσῶν μὲν πατέρων ἔφυς, ὥς σε λέγουσιν, Αὐτὸς δ' οὐκ ἀγαθός. Εἶτα μέγα φρονέεις; Τοῦτό γέ σοι λαμπρὸν γένος ἐστὶν, οἱ προπάλαιοι Νεκροὶ, καὶ μύθων πλάσματα, καὶ γραΐδες; Παίζεις. Πρὸς σὲ δ' ἔγωγε βλέπω μόνον, εἰ δίκαιός τις Ἣ κακός. Ἡ δ' ἀρχὴ, πηλὸς ἅπαντες ἴσος. 853 ∆έρματα πάντες ὅμοια, φυσώμεθα δ' οἱ μετέωροι, Πλούτῳ καὶ δόξῃ, καὶ πατρίσι μεγάλαις. Ὥστε τί μοι τὰ περισσὰ, πατὴρ, γένος; Οὔτε με μῦθοι Τέρπουσ', οὔτε τάφοι. Ἀλλ', ἀγαθὲ, σὲ βλέπω. Εἷς χοῦς πάντες, ἑνὸς πλάστου γένος. Ἡ δὲ τυραννὶς Εἰς δύο τὰ θνητῶν ἔσχισεν, οὐχὶ φύσις. ∆οῦλος ἐμοὶ πᾶς σκαιός· ἐλεύθερος, ὅστις ἄριστος. Εἰ δὲ