53
εὐεργέτας. Οὐδὲν διοίσει ταῦτα τῇ ἀμπώτιδι, 867 Ἢ καὶ Χαρύβδει τῇ ῥοφούσῃ τοὺς στόλους. Μικρόν τι καὶ ὁ πλοῦτος ἐκβλυσθήσεται, Ὥσπερ κόρου τις φόρτος εἰς ἄνω ῥυείς. Μικρὸν μενῶ τι, καὶ προσέρχεθ' ἡ δίκη, Κρεῖσσον μὲν, εἰ νῦν· εἰ δὲ μή γ', εἰς ὕστερον. Καλῶς πένεσθαι κρεῖσσον, ἢ πλουτεῖν κακῶς, Ταπεινὸν εἶναι μᾶλλον. ἢ φυσώμενον, Εὐεξίαν δοκοῦντα τὴν ἀῤῥωστίαν. Ἦ πάντ' ἔδει σοι χρυσὸν, ὡς Μίδᾳ ποτὲ Φασὶ, γενέσθαι, ὡς τὰ Μίδου καὶ πάθοις, Ἔχων δίκαιον λιμὸν ἐξ εὐχῆς κακῆς. ∆ιψάς τίς ἐστι τῶν ἐχιδναίων γενῶν, Τούτων, ὅσ' ἡ ἔρημος Αἰγύπτου. φέρει. Ταύτης τὸ τύμμα οἷον, ἡ κλῆσις λέγει. 868 Τὸ θηρίον γὰρ τοῦ πάθους ἐπώνυμον. Πίνων διόλλυθ', ὃς τὸν ἰὸν ἔσπασεν· Εὑρών τι ῥεῖθρον, χανδὸν ἐμπεσὼν ὅλος, Ἕως τὸν εἴσω φόρτον ἐκρήξῃ πότῳ. Ὁμοῦ δὲ τὸ ζῇν καὶ τὸ δίψος ἐσχέθη. Οὐκ οἶσθα τοῦτο, φίλτατ', οὐδ' ἀκήκοας, Ὡς ἄρτον ὗσεν οὐρανὸς λαῷ ποτε, Περῶντι τὴν ἔρημον εἰκὸς ἄτροφον, ∆ῶρον δαψιλὲς, ὡς Θεοῦ, καὶ ἄφθονον; Ἀλλ' οὖν ἔκειτο τοῖς ἀμέτροις καὶ δίκη. Ἔπωζεν εὐθὺς τὸ πλέον· μέτρον γὰρ ἦν Ἡ χρεία τοῦ δωρήματος. Τοῦτ' οὖν ἀεὶ Πάσχειν ἕκαστον τῶν ἀδίκων ἔνδικον, Ψοφεῖν ποθοῦντας, ἢ συνόζειν οἷς κακῶς 869 Ἔχουσιν. Οὕτως ἂν μόνως ἦσαν σχετοί. Τί δ' οὐ τὸ σῶμα τοῖς θέλουσιν ἐνδίδως; Τί δ' οὐχὶ καὶ λῄσταρχον ἀσπάζῃ βίον, Τοιχωρυχεῖς τε καὶ διοχλίζεις τάφους. Εἴ σοι τὸ πλουτεῖν καὶ μόνον σπουδάζεται, Τοῦ πῶς δ', ὅθεν τε, μηδὲ εἷς ὅλως λόγος; Κάλλους μὲν εἶναι μέτρον, εἶναι δ' ὄψεως, ∆ρόμου, σθένους τε καὶ μελῶν, καὶ ἁλμάτων, Λόγων τε, μόχθων τ'· ἔργον οὐχ ἁρπάγματος Κτήσει δὲ μηδὲν μέτρον· ἀλλ' ἔχειν ξένον Τὰ τοῦ καμόντος καὶ καλῶς κεκτημένου, Ἢ καὶ πατρῷον κλῆρον εὖ δεδεγμένου· 870 Καὶ τοῦτ' ἐς μικρὰν ἔστιν οἷς βίου πνοὴν, Τὸν οὐδ' ἔχοντα γνῶσιν ὧν κέκτητ' ἴσως. Μὴ σοὶ μόνῳ δοθήσετ' ἡ οἰκουμένη; Κἂν ταῦτα δῶμεν, οὔτι καὶ λειφθήσεται; Τί οὖν δράσεις; σὺ σπουδάσεις καὶ ταῦτ' ἔχειν; Ἀεὶ μογήσεις, τῷ λείποντι γὰρ πένης. Ἀλλὰ σχεθήσῃ; τοῦτο καὶ νῦν δοξάτω. Τῶν σῶν ἔχεις ὄνησιν· εἰ δ' ἄμετρος εἶ, Ἰὸν τόδ' ἴσθι προστιθεὶς οἷς νῦν ἔχεις, Καὶ φλὸξ ἀκάνθαις, ὃ προσέρχεται κακῶς, Οἷς δ' ἂν προσέλθῃ, ταῦτα καὶ συνόλλυται. Ὡς οὐ μαραίνει δίψαν ἐξ ἅλμης ποτὸν, 871 Οὐδ' ὄψις ἐμμένουσα τῷ ποθουμένῳ Τὸ φίλτρον, ἀλλὰ διπλασίως ἐξάπτεται· Οὕτω τὸ ληφθὲν τοῖς ἀπλήστοις φάρμακον, Ἀεὶ καθίστατ' εἰς ὄρεξιν πλειόνων. Γνώμην ἔδωκ' ἂν τοῖς ἀπραγμονεστέροις, Ἢ τοῖς πένησι, συμφέρειν τι τοῖς κακοῖς, Ὡς θηρσὶ βρῶσιν, ἢ χοὰς τοῖς δαίμοσιν, Ἃς προσφέρουσιν οἵ γε δεισιδαίμονες, Εἰ, τοῦτ' ἐχόντων, ἠρεμεῖν ἐμέλλομεν. Ὧδ' ἄν τι καὶ πένητας οἷόν τ' ἦν ἔχειν, Ἀεὶ τρέμοντας τῶν κακῶν καὶ τὰς σκιάς. Νῦν δ' οἶδα πάντων φάρμακον, πλὴν τῶν κακῶν· Λιμοῦ δίαιτα, πλησμονῆς τὸ ἐνδεὲς, Ὕδρωπος ἡ κένωσις, ὀφθαλμοῦ σκότος, Πένθους λογισμὸς ἢ φίλος, λύπης χρόνος· 872 Τοῖς δυσπλοοῦσι, πυρσὸς ἢ λιμὴν φανεὶς, Κόποις, ἄλειμμα· τοῖς πονηροῖς δ' οὐδὲ ἓν, Πλὴν τοῦ Θεοῦ τε καὶ δίκης καὶ τραυμάτων· Ἀλλ' οὐδὲ ταύτης αἰσθάνονθ' οἱ δυσσεβεῖς. Ἡ πλησμονὴ γὰρ καὶ δίκης καταφρονεῖ. Ζόφῳ καλύπτει τὰς φρένας ὁ συνεργάτης, Χαλκοῖ τὸ νῶτον, ὡς ἀνήλατος σαφῶς, Ἄκμων σιδήρῳ, τῇ κακώσει γίνεται. Πρὸς τὰ παραδείγματ' εὐθέως ἀνατρέχει. Τί τοῦτο, Χριστέ; πῶς δέδωκας τοῖς κακοῖς Τὰ τῶν ἀρίστων ἔστιν ὧν προσκρούσματα, Ὡς ἄν τιν' εὑρίσκουσι τοῦ τρόπου φυγήν; Καλὸν μὲν οὐδεὶς, καὶ πλέον, λογίζεται, Κακὸν δὲ, καὶ μικρόν τι, γίνεται πίναξ Τοῖς ἀφρονεστέροις τε καὶ κακωτέροις. 873 Καλοῖς σίδηρος, κηρὸς ἐν τοῖς χείροσιν Εἰσὶ, τὸ χεῖρον ῥᾳδίως τυπούμενοι. «Οὐ σωφρονῶ· τί δ'; ἄλλος οὐχ εὑρίσκεται Τοιοῦτος;» Οἴμοι! καὶ σοφῶν λέξει τινά. «Κτείνω· τί δ'; οὐχὶ κἀνθάδ' εὑρεθήσεται Τῶν τις παλαιῶν, ἢ νέων; Πλουτῶ κακῶς· Ἔθνη δέ τ' ἄλλος καὶ πόλεις ἐκτήσατο. Ὅρκου δέ τις οὐκ οἶδεν ἄρνησις πόσον Χείρων;» Ἔπειτ' ἄρνησις ἐπλάσθη τινὸς, Εἰς συγκάλυψιν τραυμάτων ἐλασσόνων. Πρὸς ταῦτα καί τι μυθολογῆσαί σοι θέλω, Εἰ δεῖ τι παίζειν ἐν μέσῳ τῶν συμφορῶν, Μῦθον πρέποντα τοῖσδε τοῖς σοφίσμασι. Τὴν