54
εἰς δόξαν κληρονομίας βασιλείας οὐρανῶν ἀντὶ τοῦ ἐν νηστείαις καὶ ἀγρυπνίαις καὶ διωγμοῖς ὑπὲρ ὀνόματος θεοῦ κεκμηκότος 87.4 σώματος. πῶς δὲ καὶ ψυχὴ κριθήσεται μόνη κατὰ τὸν λόγον τῶν αἱρέσεων, μὴ παρόντος τοῦ συναμαρτήσαντος σώματος; ἀντείπῃ γὰρ ἡ τοιαύτη ψυχὴ τῇ τοῦ θεοῦ κρίσει, φάσκουσα τοῦ σώματος γεγε87.5 νῆσθαι τὰ ἁμαρτήματα. ἔχει γὰρ καὶ τὴν ἀπόδειξιν κατὰ τὸν τῶν φιλονεικίᾳ φερομένων λόγον καὶ μὴ ἀληθείᾳ. δύναται γὰρ λέγειν· οὐκ ἐγὼ ἥμαρτον, ἀλλὰ τὸ σῶμα. ἐξότου γὰρ ἐξῆλθον ἐκ τοῦ σώματος, οὔτε ἐπόρνευσα οὔτε ἐμοίχευσα, οὐκ ἔκλεψα οὐκ ἐφόνευσα οὐκ 87.6 εἰδωλολάτρησα οὔ τι τῶν κακῶν καὶ ἀνηκέστων εἰργασάμην. καὶ εὔλογος εὑρεθήσεται ἡ αὐτῆς ἀπολογία. εὐλόγως δὲ αὐτῆς ἀπολογουμένης τί ἐροῦμεν; ἀργὴ ἆρα ἡ τοῦ θεοῦ κρίσις; ἀλλ' «ἀδίκως ἐπιφέρει τὴν ὀργὴν ὁ θεὸς κατὰ τῶν ἀνθρώπων; μὴ γένοιτο». 88.1 Οἴδαμεν δὲ ὅτι «πάντα τῷ θεῷ δυνατά» καὶ δύναται καὶ σῶμα φέρειν ἄνευ ψυχῆς καὶ τὰ ἀφανῆ γεγονότα σώματα δύναται ποιῆσαι πάλιν ἀναβιοῦν κινεῖσθαί τε αὐτὰ ἀφ' ἑαυτῶν ἄνευ ψυχῶν, ἐὰν θέλῃ, ὡς καὶ ἤδη διὰ τοῦ ἁγιωτάτου Ἰεζεκιὴλ τὴν τοιαύτην 88.2 οἰκονομίαν ἐποίησεν. ἔλεγε γὰρ τῷ ἁγίῳ προφήτῃ «εἰπέ, υἱὲ ἀνθρώπου, συναχθῆναι ὀστοῦν πρὸς ὀστοῦν καὶ ἁρμονίαν πρὸς ἁρμονίαν»· καὶ ἦν θαυμάσαι τὴν τοῦ θεοῦ δύναμιν, ὅτι μηδέπω τῶν ψυχῶν ἐμβληθεισῶν, ἀλλὰ ξηρῶν ὄντων τῶν ὀστέων οὐ μόνον τοῦ κινεῖσθαι ἔσχον δύναμιν ἐπὶ τῆς τοῦ θεοῦ προστάξεως, ἀλλὰ καὶ 88.3 συνέσεως τὰ ὀστᾶ ἐνεπλήσθη καὶ γνώσεως οὐ τῆς τυχούσης. οὐ γὰρ τὰ πρὸς τοὺς πόδας ὀστέα ἐγγὺς τῶν μερῶν τῆς κεφαλῆς κατὰ λήθην ἐβάδιζεν οὐδὲ οἱ τοῦ τραχήλου σπόνδυλοι περὶ τὰς τῶν ἀστραγάλων ἁρμονίας πλανώμενοι τὸν τόπον ἐξήτουν, ἀλλ' ἕκαστον τῶν ὀστέων καὶ ἐκινήθη καὶ ἐβάδιζε κατὰ σύνεσιν καὶ τῇ αὐτοῦ ἁρμονίᾳ 88.4 προσετίθετο. εἰ γοῦν θέλει ὁ θεός, δύναται καὶ σῶμα ἄνευ ψυχῆς ἐγεῖραι. ἐν τούτῳ γὰρ τὸ δυνατὸν αὐτοῦ ἔδειξεν, ἐν τῷ τὸ παρὰ τοῖς ἀνθρώποις ἀπηλπισμένον ἐκεῖνο πρῶτον ποιῆσαι ἀναβιοῦν διὰ τοῦ 88.5 τῷ Ἰεζεκιὴλ προστεταχέναι. καὶ οὐκ εἶπεν· εἰπέ, υἱὲ ἀνθρώπου, πρῶτον ἐλθεῖν τὸ πνεῦμα, ἀλλὰ μετὰ τὸ ἐξευμαρίσαι τὸ δυσχερὲς διὰ τὴν πίστιν, φημὶ δὲ τὸ τὰ σώματα συναχθῆναι, τότε προσέταξε τὰς ψυχὰς εἰσελθεῖν εἰς αὐτὰ τὰ σώματα· «καὶ ἀνέστη δέ» φησί «πολλὴ 88.6 συναγωγή». δύνασθαι τοίνυν τὸν θεὸν ποιῆσαι ἔφην καὶ σῶμα δίχα ψυχῆς ἀναβιοῦν, καθὰ προδέδεικται, ἀλλ' οὐ δύναται κριθῆναι καθ' ἑαυτὸ τὸ σῶμα. ἔχει γὰρ δικαίαν ἀπολογίαν πρὸς τὴν τοῦ 88.7 θεοῦ κρίσιν. φάσκει γὰρ καὶ αὐτὸ λέγον· ἐκ τῆς ψυχῆς ἐκείνης ἦν ἡ ἁμαρτία, οὐκ ἤμην αἴτιον ἐγώ. ἐξότου γὰρ ἐλύθην καὶ ἐκείνη ἀπ' ἐμοῦ ἀπέστη, μὴ ἐμοίχευσα μὴ ἐπόρνευσα μὴ κέκλοφα μὴ εἰδωλολάτρησα μή τι τῶν τοιούτων ἀμπλακημάτων εἰργασάμην; καὶ ἔσται κατὰ τὸν τῶν φιλονείκων λόγον ἄπρακτος ἡ τοῦ θεοῦ κρίσις. 88.8 διὰ τοῦτο ὡς ἦν τὸ σῶμα καὶ ἡ ψυχὴ σύνθετος εἷς ἄνθρωπος ἐκ θεοῦ γεγενημένος, αὖθις ὁ δίκαιος κριτὴς τὸ σῶμα ἐγείρει καὶ τὴν ψυχὴν αὐτοῦ ἐν αὐτῷ δίδωσι. καὶ οὕτως δικαία γενήσεται ἡ τοῦ θεοῦ κρίσις, ἀμφοτέρων κοινωνούντων ἢ τῆς δι' ἁμαρτίας τιμωρίας ἢ τῆς δι' ἀρετὴν † θεοσεβείας καὶ τῆς μελλούσης ἀποδίδοσθαι τοῖς ἁγίοις μισθαποδοσίας. 89.1 Ταῦτα δὲ εἰς παράστασιν τῆς ἀληθείας τῆς ἡμῶν ἐλπίδος ἱκανῶς ἔχειν νομίζοντες ὀλίγα ἀντὶ πολλῶν παρεθέμεθα. διὰ δὲ τοὺς λέγοντας ἕτερον σῶμα ἀντὶ τοῦ πίπτοντος ἐγείρεσθαι, πάλιν τῷ καμάτῳ προστιθέμεθα, ὠφελῆσαι τοὺς βουλομένους συνιέναι καὶ τὴν 89.2 αὐτῶν ζωὴν ἀπολέσαι μὴ πειρωμένους βουλόμενοι. γένοιτο γὰρ κάμνειν ἡμᾶς τοὺς ἐλαχίστους καὶ μηδαμινοὺς καὶ ἑαυτοὺς καὶ πάντας ὠφελεῖσθαι καὶ