1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

54

γλαῦκ' ἐπέσκωπτέ τις· ἥδ' ἐφύγγαν Τῶν σκωμμάτων ἕκαστον εὐστόχῳ λόγῳ· 874 «Ὅσον κάρηνον! -Τοῦ ∆ιὸς δὲ πηλίκον! - Ἡ γλαυκότης δέ! -Τοῦτο τῆς Γλαυκώπιδος. - Φθέγγῃ δύσηχον. -Ἡ δὲ κίττα καὶ πλέον. - Τὸ λεπτόπουν πῶς; -Ψὴρ δέ σοι τί φαίνεται;» Ἐπεὶ δὲ πάντα διέδρασε ῥᾳδίως, Ἑνὶ κρατεῖται, καὶ σοφή περ οὖσ' ὅμως. «Ἀλλ', ὦ σοφὴ, σκόπησον, ὡς τούτων μὲν ἓν Ἑνὶ πρόσεστι, σοὶ δ' ἅπαντα καὶ λίαν· Γλαυκὴ, δύσηχος, λεπτόπους, βαρύκρανος.» Τούτοις ἀπῆλθεν ἐντραπεῖσ' ἡ φιλτάτη. Σὺ δ' οὐδὲ τοῦτο, ἀλλὰ κἀν μύθῳ πολὺ Ἔστι τις ὄρνις σῆς φρενὸς σοφώτερος. Ἑνὸς τὰ πάντα· τοῦτό σου τὸ δυσχερές. Ὡς ἓν μὲν ἁρπασθέντα, καί που δεύτερον Πταῖσαί τι, καὶ μικρόν τι, συγγνώμην ἔχει. 875 ∆ώσω τι μικρὸν καὶ σκότῳ τοῦ σώματος. Τὸ παντελῶς ἄπταιστον ἐν Θεῷ μόνῳ Τὸ δ' ἐκ προνοίας, καὶ φρονοῦντα τῷ κακῷ, Καὶ πολλάκις τε καὶ κακῶν τὰ μείζονα Πταίειν, ἀναισχυντοῦντα καὶ γελώμενον, Καὶ μηδὲ πληγαῖς σωφρονίζεσθαι θέλειν, Αἷς καὶ τὰ πάντα ἄθλι' ἐκπαιδεύεται, Γυμνῇ δὲ χωρεῖν τῇ κεφαλῇ πρὸς κινδύνους, Τοῦτ' ἔστιν ἡ δεινή τε καὶ κακὴ νόσος. Τὰ σὰ σκόπει σὺ, καὶ τὰ προστεταγμένα, Τί πρακτέον σοι, καὶ τί σοι μὴ πρακτέον. Καιροῦ δ' ἐκεῖνα καὶ τύπου σκόπει τίνος; Ἡ πίστις ἤρχεθ'· ὥσπερ οὖν τοῖς νηπίοις Ἔδει ποδηγίας τε καὶ λεπτῆς τροφῆς· 876 Τοῦτ' ἦν ὃ καὶ πταίουσι συγγνώμης μετῆν Σοὶ δ' οὐκ ἔτ' ἔστι, τοῦ λόγου πεπλησμένου, Καὶ πολλὰ Χριστοῦ σοῖς κακοῖς πεπονθότος Ἀλλ' ἡ τίσις μενεῖ σε τῶν ἐπταισμένων· Ἐπταισμένων τί φημι; τῶν νῦν δρωμένων Ἔχει δὲ πολλὰς κἀνθάδ' ἡ δίκη λαβάς (Οὔπω λέγω σοι τὰς ἐκεῖθεν ἐλπίδας)· Οἶκος, γυνή σοι, παῖδες, εἴ τι φίλτατον, Εἴπερ μενεῖς σύ γ' ἀλλὰ τούτοις δεξιὸς, Ἡ κτῆσις αὕτη, τὸ τρυφᾷν παῤῥησίᾳ, Τὸ σῶμα πάντων ἔσχατον. Ταῦτ' οὖν ἔχω Ζωῆς τοσοῦτον φόρτον, ἀσφαλῶς πλέε. Τί δ'; οὐχὶ καί σοι καὶ νόσοι καὶ συμφοραί; Πένης τε καὶ ἄοικός ἐστί σοι βίος 877 Πάλιν πλέκῃ σὺ τοῖς ἀλλοτρίοις κακοῖς· Τί σοι τόδ' ἐστὶ τἀμὰ δυστυχήματα, Ὡς ἂν καλέσαις αὐτός· Ἢ σὺ καὶ πονῶν, Ἤλγεις ἂν ἧττον, συγκάμνοντος τοῦ πέλας Ἔπειτ' ἄκουσον, ὡς τὸ πάσχειν οὐκ ἴσον· Τούτων τὰ μὲν δέδρακα, οὐ πένονθ' ἐγώ· Τὸ γὰρ πένεσθαι καὶ πλανᾶσθ' ἑκουσίως Ποθῶ, τὸ δεσμῶν τυγχάνειν ἐλεύθερος, Μηδ' ἐνθάδ' εἶναι τὴν ἐμὴν κατοικίαν. Σοὶ ταῦτα φίλτατ', ἀλλ' ἐμοὶ τἀναντία. Παῦσαι λέοντι μέτρα κέρκωπος φέρων. Ταῦτ' οὖν νομίζεις συμφοράς; ὦ συμφοράς! Τοῖς δ' ἄχθομαι μέν (καὶ γὰρ οὐκ ἀρνήσομαι, Ἔχω τι κἀγὼ τοῦ χοὸς καὶ τοῦ ξύλου, 878 Καὶ τῆς ἐκεῖθεν ἡδονῆς, ἄνθρωπος ὤν)· Ἀλλ' οὖν φέρω τε καὶ στέγω πάσχων τόδε. Ἐμοῦ τὸ πάσχειν κρεῖσσον ἢ σοῦ τὸ σθένειν. Ἔπειτα τοῦτο συνδιασκεψώμεθα. Ἄμφω κακούμεθ'· ἀλλὰ σοὶ μὲν τοῦ τρόπου ∆ίκη τὸ πάσχειν· ὁ τρόπος κατήγορος, Τὸ πικρὸν ἔνδον καὶ σαφὲς κριτήριον. Ἐμοὶ δέ τις κάθαρσις ἡ μοχθηρία, Καὶ τῆς τυχούσης αἰθάλης· οὔπω λέγω Πεῖράν τιν' εἶναι καὶ πάλην τὸ δυσχερὲς, Ὡς ἂν κρατήσας καὶ τύχοιμι τοῦ στέφους. Τί ταῦτα; τίς σοι τῶνδ' ὄνησις τῶν λόγων; Ἰατρὸν οὐδεὶς εὖ φρονῶν σοφίζεται· Ἢ λήσεθ' οὕτω τῇ νόσῳ διαφθαρείς. 879 ∆ύω νοσήματ', ἢ καταφρονεῖν Θεοῦ, Ἢ συμπνιγέντα τοῖς κακοῖς, ἀπ' ἐλπίδος Ἔχειν τὸ χρηστόν. Ἀλλ' ἐμὸν δέξαι λόγον. Τούτων πάθοις σὺ μηδέτερον· ἴσον κακὸν Περιφρόνησις, κἀπόγνωσις ἐλπίδος. Κριτὴς μέν ἐστιν, ἀλλὰ καὶ πατὴρ Θεός· ∆έδοικας ὡς κρίνοντα, ὡς χρηστῷ δέ γε Θάῤῥησον· εἰπὲ τὴν νόσον, σωτηρίαν Αἴτει, δίδου τε δάκρυον τοῖς τραύμασι. ∆ὸς καὶ πένησι, τοῖς καλοῖς σου προστάταις, Οἳ πλουσίως χαρίζονθ' ὧνπερ χρῄζομεν Ἡμεῖς, τὸν οἶκτον ἐκ Θεοῦ τάς τ' ἐλπίδας· ∆ὸς δ', εἰ δίδως, τῶν σῶν τι· τοῖς ἀλλοτρίοις Μήτε τράπεζαν μήτε τὸν πτωχὸν σκέπειν. 880 Ὁ μὲν γάρ ἐστι πλάσμα τῆς τοῦ Θεοῦ χερὸς, Ὥστ' οὐκ ἄτιμος· ἡ δὲ καὶ σεβασμία. Μή μοι τὸ θεῖον ὡς δικαστὴν ἄθλιον Ὑπόσπα, μὴ καί σοι πλέον χολώσεται. Κλέπτειν διδάσκεις τὸν κλοπῆς ἀναιρέτην; Εἰ μέν σε πείθω, κρεῖσσον· εἰ δὲ μηδέπω, Τὸ γοῦν τυραννεῖν ὀψὲ γοῦν στῆσόν ποτε (Κόρος δὲ πάντων καὶ καλῶν καὶ χειρόνων)· Καὶ τοῦτο τῶν σῶν αἰνέσω· τοῖς γὰρ κακοῖς Μέγιστόν ἐστι καὶ στάσις