55
μὴ ἀρνεῖσθαι ἀνάστασιν τῆς ἡμετέρας σαρκός, ἐν ᾗπερ πᾶς ὁ θησαυρὸς καὶ κρηπὶς παντὸς σώφρονος λογισμοῦ καὶ πάσης ἀγαθοεργίας ἐλπὶς διάκειται κατὰ τὸ εἰρημένον «ἔχοντες τὸν θησαυρὸν 89.3 τοῦτον ἐν ὀστρακίνοις σκεύεσι» καὶ τὰ ἑξῆς. ἐγκρατευόμεθα γὰρ οἱ ἀσθενεῖς, ἁγνεύομεν οἱ ταπεινοί, ἐλεημοσύνας ἐπιποθοῦμεν ποιεῖν οἱ ἀδύνατοι διὰ τὴν τῶν προσδοκωμένων ἀπόληψιν, τῆς τῶν νεκρῶν 89.4 ἀναστάσεως· καὶ οὕτως ὁ κανὼν τεθεμελίωται πίστεως καὶ ἐλπίδος θεοῦ ἀγάπης καὶ μαρτυρίου ὑπὲρ ὀνόματος θεοῦ ἐν διωγμοῖς βασάνων καὶ ἄλλων ἀπανθρώπων κολάσεων ἐν τοῖς μὴ ἀρνουμένοις ἀνάστασιν τῆς ἡμῶν σαρκός, ἀλλὰ πιστεύουσιν ὅτι αὐτὸ τὸ σπειρόμενον ἐν τῇ 89.5 γῇ ἐγερθήσεται. δύο γὰρ σαφεῖς καὶ ἀληθεῖς μαρτυρίας ἔδωκαν ἡμῖν αἱ θεῖαι γραφαί, δι' ὧν δυνάμεθα τὴν τῆς ἡμῶν ἀναστάσεως ἐλπίδα γνῶναι καὶ μὴ σφαλῆναι μύθοις κενοδόξων ἀνθρώπων ἀπατηθέντων καὶ τῷ βίῳ ἀπάτην γραψάντων. ἵνα οὖν μὴ πολλαῖς μαρτυρίαις χρήσωμαι οὐ γάρ εἰσιν ὀλίγαι ἐν καινῇ τε καὶ παλαιᾷ περὶ τῆς ἡμῶν ἐλπίδος καὶ ἀναστάσεως συντόμως ἐρῶ τοῦτο· 90.1 ὅτι εἰ ἄλλο ἦν τὸ ἐγειρόμενον, καθάπερ τινὲς φάσκουσιν, οὐκ ἂν ὁ ἀπόστολος διεβεβαιοῦτο λέγων «δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο 90.2 ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν ἐνδύσασθαι ἀθανασίαν». ἐπειδὴ δὲ δεῖ καὶ περὶ δόξης τῶν ἁγίων, ὡς μέλλουσι φαιδρύνεσθαί τε καὶ ἀλλοιοῦσθαι ἐν δόξῃ μετὰ τὴν ἀνάστασιν καθάπερ λέγει «ἐγείρεται ἐν δόξῃ», ἑδραιωθῆναι ἡμᾶς ἐν τῇ ἐλπίδι, φησὶν ἡ ἁγία γραφή «ἄφρων, σὺ ὃ σπείρεις οὐ ζωογονεῖται, ἐὰν μὴ ἀποθάνῃ· καὶ οὐκ αὐτὸ τὸ γενησόμενον σῶμα σπείρεις, ἀλλ' εἰ τύχοι κόκκον σίτου ἤ τινος τῶν ἄλλων σπερμάτων καὶ ὁ θεὸς δίδωσιν αὐτῷ σῶμα ὡς ἠθέλησε». 90.3 τοῦτο εἰς δόξαν τῶν ἐγειρομένων ἐν φαιδρότητι εἶπεν· ἵνα δὲ δείξῃ αὐτὸν τὸν κόκκον προσλαμβάνοντα τὴν δόξαν, δι' ἑαυτοῦ εἶπεν ἐν τῷ εὐαγγελίῳ ὁ καὶ «ἐν Παύλῳ λαλήσας» περὶ ἀναστάσεως· «ἐὰν μὴ πεσὼν ὁ κόκκος τοῦ σίτου εἰς τὴν γῆν ἀποθάνῃ», φησί, «μόνος μένει· 90.4 ἐὰν δὲ ἀποθάνῃ, πολλοὺς κόκκους φέρει». ἄρα γοῦν ὁ ἀπόστολος κόκκον ἔφησε καὶ ὁ σωτὴρ τὸν αὐτὸν κόκκον τοῦ σώματος δι' ἑαυτοῦ ἀπέδειξε. τί οὖν ἐροῦμεν; οὐκ αὐτὸ τὸ σπαρὲν ἴδιον αὐτοῦ σῶμα τουτέστιν ὁ κόκκος ἀνέστη; ἢ ἕτερον ἦν τὸ ἐξ αὐτοῦ μετὰ τὴν τριή90.5 μερον ἀναστὰν ἐκ τοῦ μνημείου; ὡς οἱ ἄγγελοι λέγουσιν· «ἀνέστη, οὐκ ἔστιν ὧδε» καὶ ὥς φησι τῇ Μαρίᾳ «μή μου ἅπτου· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου» καὶ ὡς δείκνυσι τὰς χεῖρας καὶ τὴν 90.6 πλευρὰν τῷ Θωμᾷ λέγων «μὴ γίνου ἄπιστος ἀλλὰ πιστός». ἀπίστων γάρ ἐστι τὸ εἰπεῖν ὅλως οὐκ ἀνέστη, ἢ καὶ κακοπίστων ἐστὶ τὸ εἰπεῖν, οὐκ αὐτὸ τὸ ὂν καὶ κοιμηθὲν ἀνέστη, πιστῶν δέ ἐστι τὸ εἰπεῖν ὅτι αὐτὸ τὸ σῶμα ἀνέστη καὶ ἀπὸ τοῦ αὐτοῦ σώματος οὗ ἤγειρε τὸ ἡμῶν εἰς ἐλπίδα ἀληθείας κατέστη. 91.1 Εἰς τοῦτο γὰρ καὶ τοὺς τύπους εἴασε τῶν ἥλων, μὴ ἀπαλείψας αὐτοὺς μηδὲ τὸν τύπον τῆς λόγχης, καίτοι γε εἰσελθὼν θυρῶν κεκλεισμένων. τὸ γὰρ σαρκικὸν αὐτοῦ πνευματικὸν ἀνέστη, ἀλλ' οὐκ ἄλλο παρὰ τὸ ὄν, ἀλλ' αὐτὸ τὸ ὄν, εἰς θεότητα συνενωθέν, εἰς 91.2 λεπτότητα πνεύματος κοσμηθέν. εἰ μὴ γὰρ ἦν λεπτότης πνεύματος, ποία τις ὀπὴ ἐδέχετο σῶμα ὀγκηρόν; ἀλλ' ἵνα δείξῃ ὅτι αὐτὸ τὸ φθαρτὸν ἡμῶν ἐνδύεται ἀφθαρσίαν ἐν ἀληθείᾳ εἰ γὰρ καὶ θνητόν ἐστιν, ἀθανασίαν ἐνδύεται, εἰσῆλθε μὲν θυρῶν κεκλεισμένων, ἵνα δείξῃ τὸ παχυμερὲς λεπτομερὲς καὶ τὸ θνητὸν ἀθάνατον καὶ τὸ 91.3 φθαρτὸν ἄφθαρτον· ἵνα δὲ πάντας ἐλέγξῃ τοὺς ἀπιστοῦντας εἰς τὴν ἡμῶν σωτηρίαν, φημὶ δὲ τὴν ἀνάστασιν, ὁ εἰς λεπτότητα μεταβάλλων τὸ σῶμα καὶ εἰς πνεῦμα συγκεράσας τὴν σάρκα μετὰ τὴν ἀνάστασιν οὐκ ἀπήλειψε τὰς οὐλὰς τῶν ἥλων οὐδὲ τὸν τύπον τῆς 91.4 λόγχης, ἀλλ' ἔδειξεν αὐτὸ τὸ ἐπὶ τοῦ σταυροῦ πεπονθὸς ὅτι οὐκ ἄλλο ἦν