1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

55

πονηρίας. Εἰ μὲν δέχῃ τοῦτ'· εἰ δὲ μὴ, σὲ μὲν τάφου Μνήσω, τὸ πάντων τῶν κακῶν ἐστιν πέρας, Ὃν πᾶσιν ἕξεις ἶσα, κἂν Ἡρακλέους Στήλας παρέλθῃς, καὶ πύλας τὰς Κασπίας, 881 Τὰ τῶν συνοίκων κτώμενος καὶ γειτόνων· Ὃν ἄλλος, οἴομ', ἐξολεῖ τοῦ σοῦ τρόπου, Τὸ λοξὰ βαίνειν ἐκ πορείας σῆς ἔχων, Χείρων μαθητὴς τοῦ σοφοῦ διδασκάλου· Καὶ τῆς ἀπευκτῆς τοῖς πονηροῖς ἡμέρας, Καθ' ἣν ζόφοι τε καὶ φλόγες, καὶ τάρταροι, Εἴσπραξις ὄντες τῶν κακῶν τῶν ἐνθάδε, Τὴν εἰκόνα ζητοῦντες ἐγκεχωσμένην Ταῖς τοῦ δράκοντος καὶ πολυτρόπου πάγαις, Γεύοντος ἡμᾶς τῆς κακίστης ἡδονῆς. Ἐγὼ δ' ὅπως φύγοιμι τὴν μοχθηρίαν Ζητῶ, τίσι πτεροῖς τε καὶ τίσι βυθοῖς Γῆς ἢ θαλάσσης, ἢ τίσι σοφίσμασιν, Εἰς ποῖον ἐλθὼν τέρμα τῆς οἰκουμένης, Τίνα ζόφον πρόβλημα ἢ νέφος λαβὼν, 882 Ποίαις τὸ Θεῖον ἐκθεραπεύσας λιταῖς; Ὡς ταῦτα τρία πανταχοῦ, χρόνος, τόπος, Ἁμαρτίας τε τῆς κακῆς ῥᾴστη τύχη· Στήσω νόμον τὸν θεῖον. Οὗτός ἐστι τίς; Πόλεις ἀμείβετ' ἐκ πολέων· τῇ γὰρ φυγῇ Τινὲς λελείψοντ', εἶπε τοῖς ἀποστόλοις, Ὅταν διωθῆθ' ὁ κρατῶν πάντων Θεός. Πάσας ἀμείψω μέχρις ἐσχάτου πυρὸς, Φεύγων πονηρῶν ἀσχέτους ἐπιδρομάς. Ἐκεῖ μὲν ἕξει καὶ ἄκοντας ἡ δίκη. Οὐδὲν διοχλήσουσι ταῖς ἄνω μοναῖς, Οὐδ' ἐκβαλοῦσι τοὺς πένητας, ὡς γε νῦν, Κἀκεῖθεν· εἴπου καὶ δεήσονται τυχὸν Οἴκτου βραχείας ῥανίδος εἰς ψύξιν φλογός. Ὁ πλούσιός σε πειθέτω καὶ Λάζαρος· 883 Ὁ μὲν μόνου διδούς γε τοῦ τρυφᾷν δίκας, Ἄλλου κάμνοντος καὶ τροφῇ καὶ τραύμασιν, (Ὤθει γὰρ οὖν κἀκεῖνος, ὡς σὺ, Λάζαρον)· Ὁ δ', ὡς φέρων ἅπαντα, καὶ τιμώμενος. Πέρας λόγου. ∆έχου δὲ σὺν τρόμῳ λόγον. Πολλῶν κακῶν ὄντων τε καὶ καλουμένων, Εἰδωλολάτρης οὗτος εἴρηται μόνος (Ὃ τῶν κακῶν μέγιστόν ἐστιν ἐν βίῳ), Ὃς οὐδὲν οἶδεν, ἣ λογίζεσθαι, πλέον· Ὡς καὶ τόδ' ἂν τάχιστα τῇ νόσῳ παθὼν Εἰ καιρὸς ἔλθοι τῷ πάθει καρπὸν φέρων, Ἢ καὶ Χαμὼς βδέλυγμα τὸν πλοῦτον σέβων. Ῥίψωμεν οὖν, ῥίψωμεν εἰδώλων τύπους, 884 Μόνον Θεὸν σέβοντες, ὃν γινώσκομεν.

ΚΘʹ. Κατὰ γυναικῶν καλλωπιζομένων. Μὴ κεφαλὰς πυργοῦτε νόθοις

πλοκάμοισι, γυναῖκες, Θρύπτουσαι μαλακοὺς αὐχένας ἐκ σκοπέλων, Μηδὲ Θεοῦ μορφὰς ἐπαλείφετε χρώμασιν αἰσχροῖς, Ὥστε προσωπεῖον, κοὐχὶ πρόσωπα, φέρειν. Οὐδὲ γὰρ ἀσκεπέα κεφαλὴν θέμις ἀνδρὶ γυναῖκα Φαίνειν, ἢ χρυσῷ σφιγγομένων πλοκάμων, Ἠὲ κόμης ἀδέτοιο κατωμαδὸν ἔνθα καὶ ἔνθα Σκιρτώσης ἀπαλῶν μαινάδος ἐξ ἀνέμων. Οὐδὲ λόφον καθύπερθε φέρειν κορύθεσσιν ὁμοῖον, Τηλεφανῆ σκοπίην ἀνδράσι λαμπομένην, 885 Ἠὲ λίνου μαλακοῖο διαυγάζουσαν ἔθειραν Κρυπτὴν, ἀμφαδίην, τήνδε μετωπιδίην, Ξανθὸν ἀπαστράπτουσαν, ὅση κρήδεμνον ἄλυξεν, Ὡς δοκέειν παλάμης ἔργα πονησαμένης· Εὖτε τὸν οὐχ ὁρόωντα διδάσκαλον, ἄπνοον εἰκὼ Μορφῆς στασαμένη, κάλλος ἐκεῖθε γράφεις. Κάλλος δ' εἰ μὲν ἔδωκε φύσις, μὴ κρύπτετ' ἀλοιφῇ, Ἀλλ' οἴοις καθαρὸν ἀνδράσιν ὑμετέροις Σώζετε, κἀλλοτρίῳ μηδ' ὄμματα λίχνα φέρουσαι· Ὄμμασι γὰρ κραδίη ἕσπεται οὐχ ὁσίοις· Εἰ δ' οὐ γεινομένῃσι συνέσπετο, δεύτερον αἶσχος Φεύγετε, ἐκ χειρῶν κάλλος ἐφελκόμεναι· Κάλλος, ὃ γαῖα φέρει, καὶ ὤνιόν ἐστι γυναιξὶ 886 Πανδήμοις, ὀβολῶν περνομέναις ὀλίγων Κάλλος, ὃ ῥυπτόμενον χαμάδις ῥέει· οὐδὲ γέλωτι Ἵστατ', ἐπὴν λύσῃ χάρμα παρειὰν ὅλην, Καὶ δακρύων ὀχετοῖσιν ἐλέγχεται, ἰκμαλέῳ τε ∆είματι, καὶ ψεκάδος λύεται ἐξ ὀλίγης. Ἡ δὲ πάρος στίλβουσα, καὶ ἡ χαρίεσσα παρειὴ, Χάρμα μέγ' ἐξαπίνης διχρόος ἐξεφάνη, Περκνὴ, μαρμαρόεσσα. Μελάγχροε, μιλτοπάρῃε, Πῶς δύνασαι κατέχειν κάλλος ἐλεγχόμενον; Ταῦτ' οὐ κινυμένοισιν ἀγάλμασι· σοὶ δ' ἀφορητὴ Μορφὴ, καὶ πολλοῖς λυομένη πάθεσι. Τοῦτο Θεοῦ δέμας ἐστὶ, χερὸς τόδε· τοῦτο παλαιὸν, Τοῦτο νέον. Λειμὼν ἄνθεα δισσὰ φέρων, 887 Τερπνῶν τε στυγερῶν τε ἀμοιβαδὶς, ἠέ τις ἐσθὴς Ἀμφίχροος ζώναις πλείοσιν ἑλκομένη. Τοὔνεκεν ἢ φεύγειν γραπτὸν δέμας, ἠὲ φυλάσσειν, Μηδ' ἐπιλωβητὸν εἴδεος ἄλκαρ ἔχειν. Ἱστὸν