57
ἐν δὲ τῷ ἱματίῳ αἷμα ῥαντισθὲν μολύνῃ τὸ ἱμάτιον, τὸ δὲ * σῶμα οὐκ ἔφθασε τοῦ ἐνδεδυμένου, λογίζεται δὲ 93.6 ὁ σπῖλος ὁ ἐκ τοῦ αἵματος τῷ ἐνδεδυμένῳ τὸ ἱμάτιον, οὕτως ἐν τῇ σαρκὶ πέπονθεν ὁ Χριστός, ἐν αὐτῷ φημι τῷ κυριακῷ ἀνθρώπῳ, ὃν εἰς ἑαυτὸν ἀνεπλάσατο ἐλθὼν ἀπ' οὐρανῶν αὐτὸς ὁ ἅγιος θεὸς Λόγος· ὥς φησιν ὁ ἅγιος Πέτρος «θανατωθεὶς σαρκί, ζωοποιηθεὶς δὲ πνεύματι» καὶ πάλιν «Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκί, 93.7 καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε». καθὼς τὸ αἷμα ἐν ἱματίῳ λογίζεται τῷ φοροῦντι, ἐλογίσθη αὐτῷ τὸ πάθος τῆς σαρκὸς εἰς θεότητα, μηδὲν αὐτῆς παθούσης, ἵνα μὴ εἰς ἄνθρωπον ἔχῃ ὁ κόσμος 93.8 τὴν ἐλπίδα, ἀλλ' ἐν τῷ κυριακῷ ἀνθρώπῳ, τῆς θεότητος ἀναδεχομένης λογισθῆναι εἰς αὐτὴν τὸ πάθος, ἵνα γένηται ὑπὲρ κόσμου ἡ ἀπὸ θεότητος ἀπαθοῦς σωτηρία, ἵνα τὸ ἐν σαρκὶ γενόμενον πάθος εἰς τὴν θεότητα λογισθῇ, καίτοι γε μηδὲν παθούσης αὐτῆς, ἵνα πληρωθῇ ἡ λέγουσα γραφή «εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν» καὶ τὰ ἑξῆς. 94.1 Ἐσταυρώθη οὖν, ἐσταυρώθη ὁ κύριος καὶ προσκυνοῦμεν τὸν ἐσταυρωμένον, τὸν ταφέντα καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ καὶ εἰς οὐρανοὺς ἀνελθόντα. «ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως 94.2 θεοῦ» κατὰ τὸ γεγραμμένον· «ἐκ μέρους γὰρ γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν», ὡς ῥανίδα ἀπὸ πελάγους ἀρυόμενοι τῆς τοῦ θεοῦ γνώσεως καὶ καταλαμβάνοντες τῆς τοιαύτης οἰκονομίας ὑπόδειγμα, τῆς ἡμῶν ἐλπίδος τὴν χάριν εὐδοκίᾳ πατρὸς θελήσει υἱοῦ σὺν θελήσει ἁγίου πνεύματος, * τῆς αὐτῆς θεοῦ οἰκονομίας. 94.3 εἶχον δὲ πᾶσαι αἱ γραφαὶ σποράδην τὸ κήρυγμα τῆς ἀναστάσεως, ἐτηρεῖτο δὲ τὸ τέλειον τῇ αὐτοῦ τοῦ ἐνυποστάτου Λόγου παρουσίᾳ. 94.4 «πλήρωμα γὰρ νόμου Χριστός» κατὰ τὸ γεγραμμένον. ποῦ γὰρ οὐκ ἔλεγε τὸ θεῖον γράμμα περὶ ἀναστάσεως; πρῶτον τὸ τοῦ Ἄβελ αἷμα κηρύττει· μετὰ γὰρ τὸ ἀποθανεῖν «ἔτι λαλεῖ», ὥς φησιν ἡ γραφή. «Ἐνὼχ μετετέθη καὶ οὐχ ηὑρίσκετο καὶ οὐκ εἶδε θάνατον· εὐηρέστησε γὰρ τῷ θεῷ». Νῶε κιβωτὸν κατεσκεύασεν ἐκ θεοῦ προστάγματος, ἑαυτῷ 94.5 παλιγγενεσίαν τῷ οἰκείῳ ἐργαζόμενος οἴκῳ. Ἀβραὰμ γηραλέος λαμβάνει παῖδα «νενεκρωμένου ἤδη τοῦ σώματος» καὶ ἐκ νεκρῶν ὁ θεὸς τὴν ἐλπίδα κεχάρισται, νεκρωθείσης μάλιστα «τῆς μήτρας Σάρρας·» καὶ τὸ «πεπαλαιωμένον καὶ ἐγγὺς ἀφανισμοῦ γεγονός», τῆς κατ' ἐθισμὸν γυναικὸς ἀκολουθίας ἡ ξηρανθεῖσα πηγή, αὖθις δύναμιν λαμβάνει εἰς καταβολὴν σπέρματος καὶ ἡ γηραλέα ὡς νεωτέρα 94.6 κυΐσκει. καὶ Ἰσαὰκ ἀπὸ θανάτου ζῶν τῷ πατρὶ παρεδόθη· ὁ γὰρ θεὸς ἐκ νεκρῶν τῷ πατρὶ τὸν παῖδα παραδιδοὺς ζῶντα ἀναστάσεως 94.7 ἐλπίδα ἐκήρυττεν. Ἰακὼβ δείκνυσι τὴν πραγματείαν, μὴ ἐν δευτέρῳ τιθέμενος τὴν τῶν ὀστέων ἐλπίδα· ἐπεμελεῖτο γὰρ τῶν τοιούτων οὐχ ὡς ἀπολλυμένων, ἀλλ' ὡς μελλόντων αὖθις ἀναβιοῦν καὶ ἐνετέλλετο ἀνακομισθῆναι ἐκ τῆς τῶν Αἰγυπτίων χώρας οὐ παρέργως. 94.8 καὶ ὁ Ἰωσὴφ τοῦτο ἐσήμανε «συνανοίσετέ μου τὰ ὀστᾶ» φάσκων· «ἐπισκοπῇ γὰρ ἐπισκέψεται ὑμᾶς ὁ κύριος». εἰ μὴ ἐλπὶς ἦν ἀναστάσεως, τίς ὀστέων ἡ ἐπιμέλεια ἐν τῷ περὶ τῶν φθειρομένων ὀστέων 94.9 ἐντέλλεσθαι τοὺς δικαίους; πρώτη φωνὴ τῷ Μωυσῇ ἡ τοῦ θεοῦ μαρτυρία· «ἐγὼ ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ»,τῶν ἐν κόσμῳ μὲν κοιμωμένων παρ' ἐμοὶ δὲ ζώντων. ἓν πνεῦμα καὶ τὸ αὐτὸ τὸ λαλῆσαν ἐν νόμῳ καὶ ἐν εὐαγγελίῳ διδάσκον. τοῦτο γὰρ καὶ Σαδδουκαίοις ὁ σωτὴρ ἐσήμαινεν «ὁ λαλῶν ἐν τοῖς προφήταις ἰδοὺ πάρειμι». 95.1 Ὑποδείξῃ δὲ καὶ ἡ ῥάβδος τοῦ Ἀαρὼν ξηρὰ οὖσα διὰ πολλῶν τάχα ἐτῶν καὶ