1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

60

Ἔργον ἔχειν, ψυχῆς πῆξιν ἀειστρεφέος, 913 Πλουτεῖν δ' αὖ θεότητα μόνην, καὶ κόσμον ἅπαντα, Ἶσον ἀραχναίοις νήμασιν αἰὲν ἔχειν. Πάντα μὲν ἀνθρώπων, ἀλλότρια τοῦδε βίοι· Ἡ δ' ἀρετὴ βροτέη, τοῦτο μόνον βιοτή. ∆εῦτε δὲ, πᾶσι Θεοῖο βοᾷ Λόγος ἀφθιτόμητις, Σπεύδετ' ἐπὶ Τριάδος γνῶσιν ἐπουρανίης. Θέσθε νόον, βιότῳ μὲν ὅσους γάμος ἁγνὸς ἔδησε, Ληνοῖς οὐρανίοις πλείονα καρπὸν ἄγειν. Ὅσσαι δ' ἂν μεγάλοιο Θεοῦ Λόγου ἀγκάζεσθε, Νύμφαι παρθενικαὶ, πάντα Θεῷ προσάγειν. Αἴγλη παμφανόωσα μονότροπος, ἀλλ' ἀπὸ κόσμου Θυμὸν ἔχειν, σαρκῶν τηλόθεν ἱστάμεναι. Ὕβρις πίστιν ἔχειν ἐν χρώμασι, μὴ κραδίῃσι· Ῥεῖά κεν ἔκπλυτ' ἔοι. Βένθος ἐμοί γε φίλον. 914 Μήτε δικαιοσύνην τίν' ἀκαμπέα, μήτε φρόνησιν Ἀγκυλόεσσαν ἔχειν. Μέτρον ἄριστον ἅπαν. Νωμᾶσθαι καὶ θάρσος, ἐπεὶ θράσος, οὐ κράτος ἔσται· Ἔστι σαοφροσύνης καί τι γαληνὸν ἔχειν Οἴγειν ἐν λογίοισι Θεοῦ νόον αἰὲν, ἄριστον· Ἴδρις ἐπουρανίων ὧδ' ἂν ἔοις νομίμων. Σπεῦδε μὲν εἶναι ἄριστος· ἀφάνδανε, οἷσιν ἄριστον· Καὶ κακίην τέρπειν, δυσκλεές ἐστι κλέος. Αἰσχρὸν, ἄριστον ἐόντα, συνήγορον ἔμμεν' ἀλιτρῶν Ἶσον, καὶ κακίης σὸν πόδα ἐντὸς ἔχειν. Χρυσὸς μὲν χοάνοισι δαμάζεται, ἄλγεσι δ' ἐσθλός· Ἄλγος ἀπημοσύνης πολλάκι κουφότερον. Ῥεῖά κεν ἀρνήσαιτο Θεὸν μέγαν, ὃς γενετῆρα· Ἴσθι δὲ καὶ γενέτην ὡς πατέρ' εὐσεβίης. 915 Σῆτες ἔδουσιν ἅπαντα· λίπῃς τὰ σὰ μηδὲ τάφοισιν· Ἐξοδίη τιμὴ, δεξιὸν οὔνομ' ἔχειν. Ξείνων ἡμεδαπῶν περιφείδεο, ἔξοχα δ' αὖτε Οἳ τάδε πάντα λίπον, ἀδρανέων νεκύων. ∆εῦρ' ἄγε, κόσμον ἅπαντα καὶ ἄχθεα τῇδ' ἀπολείψας, Ἱστίον ἐς ζωὴν οὐρανίην πέτασον. Πάντα μὲν αἰὲν ἄριστα θεοπρεπὲς ἔργα τελείσθω, Ἡ δὲ Τριὰς πάντων ἔξοχά σοι μελέτω. 916

ΛΒʹ. Γνωμικὰ δίστιχα. Ἀρχῆς καλῆς κάλλιστον εἶναι καὶ τέλος, Ὀρθῶς

δοκοῦσιν οἱ ὅροι τῶν πραγμάτων. Ἀρχὴ καλὸν τίκτουσα τοῖς βροτοῖς πέρας, Βίου κάθαρσις ἐνθέως ἀσκουμένη. Λόγοις πτερωθεὶς, μὴ πτερῶν ἔξω πέτου Πτερῶν γὰρ οὐδὲ πτηνὸν ἵπταται δίχα. Γνῶσις βροτοῖς μέγιστον ἐν βίῳ κλέος· Κακὸν δὲ αὕτῃ τοῖς κακῶς κεχρημένοις. Κενή σε δόξα μηδόλως συναρπάσῃ· 917 Καὶ γὰρ πανοῦργον τοῦτο τοῖς ἁπλουστέροις. Εὖ δρῶν φύλαττε σαυτὸν ἐν τούτῳ μένειν· Ταχὺς γάρ ἐστι πρὸς τὸ χεῖρον ὁ δρόμος. Γέλως κρατείσθω, καὶ θυμὸς λάβοι πέρας· Ἀργὸς δὲ παντάπασιν εἰργέσθω λόγος. Θεὸν φόβου πρώτιστα, καὶ γονεῖς τίμα, Ἱερεῖς ἐπαίνει, πρεσβύτας σεπτῶς ἔχε. Υἱὸν δίκαια πατρὶ μηδόλως λέγειν, Θεσμός θ' ὁρίζει, καὶ πρὸ θεσμῶν ἡ φύσις. Οἷα πρὸς ἄλλου μὴ παθεῖν αὐτὸς θέλεις, Τοιαῦτα καὶ σὺ μηδὲ δρᾷν ἄλλῳ θέλε. Οὐ δεινὸν ὀργὴ δεινὰ τοῖς εἰργασμένοις· Καὶ γὰρ δικάζει τοῖς ὁμοίοις ἡ δίκη. 918 Χείλη σοφὰ στάζουσιν ἡδίστους λόγους· Φάρυγξ δὲ πικρὸς ἐξερεύγεται μάχας. Ῥεῖθρα γλυκασμοῦ γλῶσσα βλύζει στωμύλη· Ῥήσεις δὲ φαύλας ἄκριτον γεννᾷ στόμα. Φίλοι φιλοῦσι καὶ ἃ τοῖς φίλοις φίλα· Ἐχθροὶ δὲ φαυλίζουσιν αἰσχρῶς τοὺς φίλους. Πτωχοὺς φίλους λάθουσι πλουσίων θύραι· Αὐλαὶ δὲ λαμπραὶ, πλουσίοις ἀεὶ φίλαι. Ὕδωρ, ποτὸν φέριστον, εὐκρατοῖ φρένας· Θολοῖ δὲ τὸν νοῦν συλλαβοῦσα κραιπάλη. Οὐκ οἶδεν οἶνος σωφρονίζειν τὴν φύσιν, Κινεῖ δὲ μᾶλλον ἡδονὰς παροξύνων. Νοῦν λεπτὸν ὄγκος ἐκδιώκει γαστέρος· 919 Τἀναντία γὰρ τοῖς ἐναντίοις μάχῃ. Κρείσσων τροφὴ σύμμετρος εὐπορουμένη, Ἢ δεῖπνος ἁβρὸς, ὃν ἔπλασέ τις τ' ὄναρ. Πλουτοῦσι μωροὶ τοῖς ὀνείρασι πλέον, Ἢ χρημάτων ἄβυσσον οἱ κεκτημένοι. Κρείσσων ἄπαις, ἢ μωρὰ κύειν ἔκγονα· Ὁ μὲν γὰρ ἄπαις, οἱ δὲ πολλοὶ καὶ κακοί. Παντὶ βροτῷ θνήσκοντι πᾶσα γῆ τάφος· Πᾶν γὰρ τὸ ἐκ γῆς, γῆ τε καὶ εἰς γῆν πάλιν. Ποιμὴν ἀμέλγει, εἰ θέλει, καὶ τοὺς τράγους· Ἀλλ' ἀντὶ γάλακτος, αἱμάτων πηγὰς ὕσει. Ἡ σῦς ἐποπτεύουσα δειπνοποιίαν, 920 Οἶδε τραπέζης τοὺς ὅρους μὴ συγχέειν. Βίαζε καὶ σὺ τοὺς ἀτάκτους, μὴ λύειν Τάξιν πρεπώδη καὶ νόμοις ἡρμοσμένην. Νόμους φυλάττων, τοὺς φόβους ἔξω βάλοις· Φόβων γὰρ ἔξω πᾶς ὁ τῶν