1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

62

τέκνοις καὶ διὰ τῆς ὕλης τῆς ἰδίας τεχνουργίας θεοὺς ἀνεπλάσαντο, καὶ κεραμεὺς μὲν ἐκ πηλοῦ, τέκτων ἐκ ξύλου, χρυσοχόος ἐκ χρυσίου καὶ ἀργυροκόπος ὡσαύτως. 103.1 ἔτι δὲ πάλιν ἕκαστος τὸ ἴδιον πάθος εἰς μορφοεμφερείας πρὸ τῶν ἰδίων ὀφθαλμῶν διέγραφεν, ὁ μὲν αἱμοβόρος τις ἀνὴρ Ἄρεα φάσκων, μοιχὸς δὲ ἢ μοιχὰς τὴν πολύκοινον Ἀφροδίτην, τύ103.2 ραννος δὲ Νίκην ἀναπτερώσας. αὐχμώδης γὰρ καὶ περὶ τὰ βιωτικὰ κεχηνὼς Κρόνου τὸν τύπον ἔγραφε, θηλυνόμενος δὲ Κυβέλην καὶ Ῥέαν διὰ τὸ ῥευστόν, οἶμαι, τῆς ἀπὸ τῶν σωμάτων πολυμιξίας. 103.3 ἄλλος τε ῥεμβὸς ἢ ῥεμβὰς Ἄρτεμιν κυνηγέτριαν προετύπου καὶ μέθυσον ∆ιόνυσον καὶ πολύμοχθον Ἡρακλέα, πολύμιξ δέ τις ∆ία καὶ 103.4 Ἀπόλλωνα. καὶ τί μοι τὰ πλήθη λέγειν μυρίων παθῶν ἐν ἀνθρώποις ὑπαρχόντων; πλέον δὲ πάντων Αἰγύπτιοι πλανηθέντες οὐ μόνον τὰ ἴδια πάθη ἐσεβάσθησαν, ἀλλὰ πτηνὰ καὶ τετράποδα, χερσαῖά τε καὶ ἔνυδρα καὶ ἀτίθασσά τινα θηρία καὶ τὰ εἰς δοῦλα αὐτοῖς 103.5 ὑπὸ τοῦ ἁγίου θεοῦ παραδοθέντα τῇ τάξει «μετήλλαξαν»· καὶ ὡς ὄντες τῇ διανοίᾳ κτηνώδεις ὑπερασεβοῦσι, τὰ ζῷα τὰ παρ' αὐτοῖς θεοποιοῦντες καὶ οὐκ αἰσχυνόμενοι, κύνα τὸ ὑλακτικόν, αἴλουρον τὸ ἑρπετοφάγον, τράγον τὸ ἀκόλαστον, πρόβατον τὸ βληχρόν, κροκόδειλον τὸ πολυσχιδὲς καὶ ἀμειδέστατον, ἶβιν τὴν ἰοβόρον καὶ ἰκτῖνα καὶ ἱέρακα καὶ κόρακα τὰ δουλοπρεπέστατα, ὄφιν δὲ τὸ σκολιὸν καὶ 103.6 ἀηδέστατον. καὶ ἁπαξαπλῶς ὢ τῆς μεγάλης αἰσχύνης τῶν μήτε ὄψει τὸν ἑαυτῶν ἔλεγχον κατανοούντων καὶ μήτε ἀκοαῖς τὴν αἴσθησιν παραλαμβανόντων μήτε διανοίᾳ * τῶν παρ' αὐτοῖς ματαίως γινο103.7 μένων συνιέντων. κακῷ γοῦν μόρῳ πεπληγμένοι εἰσὶ μηδὲ τοῖς ἰδίοις φιλοσόφοις ἐγκαταυγαζόμενοι μηδὲ τοῖς τῆς ἀληθείας ἐγκυκλη103.8 ταῖς συνθεαταὶ γινόμενοι. οὐκ ἀκούουσι γὰρ ∆ιαγόρου τοῦ τὸν ἴδιον Ἡρακλέα ξύλινον ὄντα δι' ἀπορίαν ξύλων ὑποκαύσαντος καὶ ἐπισκωμματικῶς αὐτῷ λέγοντος· «ἄγε δή, Ἥρακλες, τὸν τρισκαιδέκατον ἆθλον ἐκτελῶν πάρελθε, τὸ ὄψον ἡμῖν ἑψήσων»· ὃν δὴ λαβὼν καὶ σχιδακίσας, καταγελῶν τοῦ ἰδίου θεοῦ ὡς οὐκ ὄντος, τῷ παρατεθέντι αὐτῷ ἀρίστῳ γελοιάζων ἐτρέφετο. 104.1 ἄλλος δὲ Ἡράκλειτος Αἰγυπτίοις φησίν· εἰ θεοί εἰσι, διὰ τί θρηνεῖτε αὐτούς; Τυφῶνα γὰρ καὶ Ὄσιριν καὶ ἄλλους καταχθονίους λιγυρῶς θρηνῳδοῦντες ὡς κεκηδευμένους πενθοῦσι. φησὶ γοῦν οὗτος· εἰ θεοί εἰσι, διὰ τί θρηνεῖτε 104.2 αὐτούς; εἰ δὲ τεθνήκασι, μάτην θρηνεῖτε αὐτούς. ἄλλος δέ, κωμικὸς Εὐδαίμων τοὔνομα, φησίν «εἴπερ εἰσὶ θεοί, οὐ δύναμαι περὶ αὐτῶν λέγειν οὐδ' ὁποῖοί τινές εἰσι ἰδέαν δηλῶσαι. πολλὰ γάρ εἰσι τὰ 104.3 κωλύοντά με». καὶ Ὅμηρος δέ φησιν «οὐκ ἀγαθὸν πολυκοιρανίη». ὁ δὲ Φιλήμων, ἕτερος κωμικός, φησίν «οἱ ἕνα θεὸν σέβοντες ἐλπίδας 104.4 ἔχουσι καλὰς εἰς σωτηρίαν». Ἆπις γὰρ εὐθὺς ὁ ἀχυροφάγος μόσχος ὑπὸ Κάμπυος, τοῦ τῶν Ἀσσυρίων βασιλέως, ξίφει τὸν μηρὸν πλήτ104.5 τεται, ἵν', εἰ ῥεύσει αἷμα, ἐλεγχθῇ μὴ ὢν θεός. Κρονικοὶ δὲ οὐκ ἀρνοῦνται τὸν ἴδιον αὐτῶν θεὸν ἐγκαθεῖρχθαι ἁλύσεσι σιδηραῖς, οὕτως ἡγούμενοι. εἰ δέ τις ἐν καθείρξει ὑπάρχει, οὐχ ἁπλῶς ὅτι ἑνὶ μείζονι ὑπόκειται, ἀλλὰ καὶ ὡς κακοῦργος ὁ τοιοῦτος ἐν καθείρξει ἐστίν. 104.6 εἰ δὲ καὶ περὶ * Ἴσιδός μοι ἔσται λόγος τῆς ἤδη καὶ Ἀτθίδος καὶ Ἰοῦς λεγομένης, θυγατρὸς δὲ Ἄπιδος τοῦ Καππαδόκου τοῦ καὶ Ἰνάχουκαλουμένου, αἰσχύνομαι μὲν ἴσως τὰς ἐκείνων πράξεις ἀνακηρῦξαι· 104.7 πλὴν δὲ οὐκ αἰσχυνθήσομαι λέγειν ἃ αὐτοὶ προσκυνεῖν οὐκ αἰσχύνονται. αἰσχυνέσθωσαν δὲ οἱ ταύτης προσκυνηταὶ καὶ τῆς Ἀφρογενείας τὰς ἑαυτῶν θυγατέρας τε καὶ γυναῖκας καὶ ἀδελφὰς τὰς 104.8 τῶν θεῶν αὐτῶν πράξεις