1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

62

ΛΓʹ. Γνωμολογία τετράστιχος. Ἐπίγραμμα τῶν στίχων. 928 Γρηγορίου πόνος εἰμὶ, τετραστιχίην δὲ φυλάττω, Γνώμαις πνευματικαῖς μνημόσυνον σοφίης. Πρᾶξιν προτιμήσειας, ἢ θεωρίαν; Ὄψις τελείων ἔργον, ἡ δὲ πλειόνων. Ἄμφω μέν εἰσι δεξιαί τε καὶ φίλαι· Σὺ δὲ πρὸς ἣν πέφυκας, ἐκτείνου πλέον. Ἤρετό μέ τις πρόβλημα τῶν ἐκ πνεύματος Ἢν ἐκρυπωθῇς, εἶπον. Ἀλλὰ σωφρονῶ. Ἢν ἐκρυπωθῇς. Νῦν δὲ δεῖ καθαρσίων. Μύρον δοχεῖον σαπρὸν οὐ πιστεύεται. Μήτ' ἀντίτεινε πᾶσι, μήθ' ἕπου λόγοις, Ἀλλ' οἷς ἐπίστῃ, καὶ ὅσον, καὶ πηνίκα. 929 Θεοῦ δὲ μᾶλλον ἐξέχου, ἢ προστάτει. Λόγῳ παλαίει πᾶς λόγος, βίῳ δὲ τίς; Ἢ μὴ διδάσκειν, ἢ διδάσκειν τῷ τρόπῳ. Μὴ τῇ μὲν ἕλκειν, τῇ δ' ἀπωθεῖσθαι χεροῖν. Ἧττον δεήσῃ τοῦ λέγειν, πράττων ἃ δεῖ Γραφεὺς διδάσκει τὸ πλέον τοῖς ἐκτύποις. Ὑμῖν λέγω μάλιστα τοῖς τοῦ βήματος, Ὀφθαλμὸν εἶναι μὴ σκότους πεπλησμένον, Μὴ καὶ πρόεδροι τοῦ κακοῦ φαινώμεθα. Εἰ γὰρ τὸ φῶς τοιοῦτον, τὸ σκότος πόσον; Ἄφωνον ἔργον κρεῖσσον ἀπράκτου λόγου. Βίου μὲν οὐδεὶς πώποθ' ὑψώθη δίχα· Λόγου δὲ πολλοὶ τοῦ καλῶς ψοφουμένου. 930 Οὐ γὰρ λαλούντων, εὖ βιούντων δ' ἡ χάρις. ∆ῶρον Θεῷ κάλλιστόν ἐστιν ὁ τρόπος. Κἂν πάντ' ἐνέγκῃς, οὐδὲν οἴσεις ἄξιον. Ὃ καὶ πένης δίδωσι, τοῦτο πρόσφερε. Μίσθωμα πόρνης ἁγνὸς οὐ μερίζεται. Μηδέν ποτ' εὔξῃ, μηδὲ τῶν μικρῶν, Θεῷ. Θεοῦ γάρ ἐστι, πρὶν λαβεῖν. Τί οὖν λέγω; Κλέπτεις τὰ σαυτοῦ μὴ διδούς. Καινοῦ χρέους! Ἀνανίας σε πειθέτω, Σάπφειρά τε. Πανήγυριν νόμιζε τόνδε τὸν βίον. Ἢν πραγματεύσῃ, κέρδος. Ἀντάλλαγμα γὰρ Μικρῶν τὰ μείζω, καὶ ῥέοντ' ἀϊδίων. Ἢν δ' αὖ παρέλθῃ, καιρὸν ἄλλον οὐκ ἔχεις. 931 Πολὺς μὲν ἔστιν ὁ προκείμενος δρόμος· Πλείων δ' ὁ μισθός. Μὴ βλέπων τὸ πᾶν ἅμα, Τοῦ παντὸς ἐκστῇς. Καὶ πλέεις οὐ πᾶν ἅμα· Καὶ τοῦτο πεῖρα πολλάκις τοῦ δυσμενοῦς. Μὴ σφόδρα θαῤῥεῖν, μηδ' ἀπελπίζειν ἄγαν. Τὸ μὲν γὰρ ἐκλύει σε, τῷ δ' ἀνατρέπῃ. Τὸ μὲν κατόρθου, τοῦ δ' ἔχου· τοῦδ' οὐ φθόνος. Οὐχ ὡς ὁδοῦ τὸ λεῖπον ἀχρειοῖ πόνον. Μὴ θερμὸν ἅπτειν, ἐμμένειν δ' οἷς ἂν κρίνῃς· Κρεῖσσον προκόπτειν, ἤ τι κόπτειν τοῦ καλοῦ. Καὶ γὰρ κακοὺς καλοῦμεν, οὐχὶ τοὺς κάτω, Τοὺς δ', ἡνίχ' ὑψωθῶσι, πίπτοντας μέγα. Σπινθὴρ ἀνάπτει καὶ βραχὺς πολλὴν φλόγα, 932 Καὶ σπέρμ' ἐχίδνης πολλάκις διώλεσε. Τοῦτ' οὖν ὁρῶν, ἔκκλινε καὶ μικρὸν βλάβος· Μικρὸν μὲν ἔστιν, εἰς δὲ μεῖζον ἔρχεται. Ἐρεύνα σαυτὸν πλεῖον, ἢ τὰ τῶν πέλας· Τὸ μὲν γὰρ αὐτὸς κερδανεῖς, τὸ δ' οἱ πέλας. Κρείσσων λογισμὸς πράξεων, ἢ χρημάτων· Τὰ μὲν γάρ ἐστι φθορᾶς, τὰ δὲ ἵσταται. Ὁ νοῦς ἀεί σοι καμνέτω τυπούμενος Θείοις νοήμασί τε καὶ βίου λόγοις. Γλώσσης δὲ φείδου· καὶ γὰρ εὐκολωτέρα Βλάπτειν· τὸ κέρδος δ' ἧσσον εὖ κινουμένης Ὄψις συνήρπασέ με, πλὴν ἀλλ' ἐσχέθην· Εἴδωλον οὐκ ἔστησα τῆς ἁμαρτίας. 933 Εἴδωλον ἔστη; πρᾶξιν ἐκπεφεύγαμεν. Βαθμοὶ τάδ' εἰσὶ τῆς πάλης τοῦ δυσμενοῦς. Κηρῷ τὰ ὦτα φράσσε πρὸς φαύλους λόγους, Ὠδῶν τε τερπνῶν ἐκμελῆ λυγίσματα· Τοῖς δ' αὖ καλοῖς τε κἀγαθοῖς ἀεὶ δίδου. Εἰπεῖν, ἀκοῦσαι, καὶ δρᾶσαι, μικρὸν μέσον. Μὴ λίαν ὀσμῶν ἐκλύου θηλύσμασιν, Ἁφῆς τε λειότησι, μηδὲ γεύσεσι. Τί ἄν ποτ' ἀνδρίσαιο τῶνδ' ἡττώμενος, Χωρὶς γυναικῶν καῤῥένων ἡδύσματα. ∆ὸς, εἶπε γαστήρ. Ἢν λαβοῦσα σωφρονῇς, ∆ώσω προθύμως. Ἢν δὲ τοῖς κάτω δίδῳς, Κόπρον λάβοις μὲν, ἀλλ' ὅμως μὴ πλουσίαν. Εἰ δ' οὖν κατάσχοις, δώσομεν καὶ πλουσίαν. Γέλως γέλωτος εὖ φρονοῦσιν ἄξιος, 934 Μάλιστα μὲν πᾶς, τὸν πλέον δ' ὁ πορνικός. Γέλως ἄτακτος ἐκφέρει καὶ δάκρυον. Κρεῖσσον κατηφὲς ἦθος, ἢ τεθρυμμένον. Κάλλος νόμιζε τὴν φρενῶν εὐκοσμίαν, Οὐχ ὃ γράφουσι χεῖρες, ἢ λύει χρόνος, Ὄψει δ' ὅπερ νοῦ σώφρονος γνωρίζεται· Αἶσχος δ' ὁμοίως τὴν φρενῶν ἀκοσμίαν. Λύπαι προσῆλθον, ἡδοναὶ, θάῤῥη, φόβοι, Πλοῦτος, πενία, δόξα, δύσκλεια, θρόνοι· Ῥείτωσαν, ὡς θέλουσιν. Οὐδὲν ἅπτεται Τῶν οὐ μενόντων ἀνδρὸς εὖ βεβηκότος. Ὑψοῦ βίῳ τὸ πλεῖον, ἢ φρονήματι· Ὁ μὲν θεοῖ σε, τῷ δὲ καὶ πίπτεις μέγα. Τεύξῃ δὲ τούτου, μὴ μικροῖς μετρούμενος. Κἂν πλεῖστον ἀρθῇς, εἶ κάτω τῆς ἐντολῆς. 935 ∆όξαν δίωκε,