63
μήτε πᾶσαν, μήτ' ἄγαν· Κρεῖσσον γὰρ εἶναι τοῦ δοκεῖν. Εἰ δ' ἄμετρος εἶ, Μὴ τὴν κενὴν θήρευε, μήτε τὴν νέαν. Τί γὰρ πιθήκῳ κέρδος, ἢν δοκῇ λέων; Αἴνει μὲν ἄλλον, μὴ φρόνει δ' αἰνούμενος· Καὶ γὰρ δέος σε τῶν ἐπαίνων ὑστερεῖν. Μηδ' ἄλλον εὐθὺς, πρίν γε τῇ πείρᾳ μάθῃς, Μή πως κακοῦ φανέντος, αἰσχύνην ὄφλῃς. Κακῶς ἀκούειν κρεῖσσον, ἢ λέγειν κακῶς. Ὅταν προθῇ τις ἄλλον εἰς κωμῳδίαν Ὡς εὐφρανῶν σε, σαυτὸν ἐγκεῖσθαι δόκει. Ὧδ' ἂν μάλιστα δυσχεραίνοις τῷ λόγῳ. Μηδὲν μέγ' εἴπῃς εὐπλοῶν πρὸ πείσματος. Πολλοῖς πρὸς ὅρμον εὐπλοοῦν ἔδυ σκάφος· 936 Πολλοὶ προσωρμίσθησαν ἐκ τρικυμίας. Μί' ἀσφάλεια μὴ ὀνειδίζειν τύχας. Κρεῖσσον καλῶς βιοῦντα, καὶ πονούμενον, Παῤῥησιάζεσθαί τι πρὸς τὸν ∆εσπότην, Ἢ μὴ καλοῖς θάλλοντ' ἀπαιτεῖσθαι δίκην· Εἰ καὶ τὰ πάντα σὺν λόγῳ πορεύεται. Προοῦ τὰ πάντα, καὶ Θεὸν κτῆσαι μόνον Εἶ γὰρ μεριστὴς χρημάτων ἀλλοτρίων. Εἰ δ' οὐ θέλεις τὰ πάντα, δὸς τὰ πλείονα. Εἰ δ' οὐδὲ τοῦτο, τοῖς περιττοῖς εὐσέβει. Καλόν τι σητῶν ἁρπάσαι καὶ τοῦ φθόνου, Χριστὸν χρεώστην μᾶλλον, ἢ τὰ πάντ' ἔχειν, Ὃς καὶ βασιλείαν κλάσματος χαρίζεται· Χριστὸν σκέπεις τρέφεις τε, τὸν πτωχὸν τρέφων. 937 Πένης προσῆλθεν, εἶτ' ἀπῆλθε μὴ τυχών· ∆έδοικα, Χριστὲ, μὴ κἀγὼ τῆς σῆς χερὸς Χρῄζων, ἀπέλθοιμ' ἐνδεὴς, ἐμοῖς νόμοις. Ὃ γάρ τις οὐ δέδωκε, μηδ' ἐλπιζέτω. Πένητος ἀνδρὸς οὐδὲν ἀσφαλέστερον. Πρὸς τὸν Θεὸν νένευκε, καὶ μόνον βλέπει. Σὺ δ' ἀγκαλίζου· καὶ γὰρ ἀετὸς, ὡς λόγος, Πολὺς καλιᾷ λεπτὸν ὄρνιν ἀμφέπει. Κρεῖσσον πενία μὴ δικαίας κτήσεως· Καὶ γὰρ νόσος γε τῆς κακῆς εὐεξίας. Λιμῷ μὲν οὔ τις ῥᾳδίως διεφθάρη· Τοῖς δ' αὖ κακίστοις πότμος ἡ μοχθηρία. Τί δεσπότης, ἢ δοῦλος, ἢ φαύλη τομή; 938 Εἷς πᾶσι πλάστης, εἷς νόμος, κρίσις μία. Ὑπηρετούμενος δὲ σύνδουλον βλέπε. Ὅταν δὲ λυθῇς, τιμιώτερος φανεῖς. Οἱ δ' οἰκέται τί, καὶ μάλισθ' ὅσοι Θεοῦ; Μὴ φευγέτωσαν εὐνοεῖν τοῖς δεσπόταις. Ἐλεύθερον καὶ δοῦλον ὁ τρόπος γράφει. Καὶ Χριστὸς ὤφθη δοῦλος, ἀλλ' ἠλευθέρου. Κακὸς δ' ἀκούων αἰσχύνου, μὴ δυσγενής. Γένος γάρ εἰσιν οἱ πάλαι σεσηπότες. Γένους προάρχειν κρεῖσσον, ἢ λύειν γένος, Ὡς καλὸν εἶναι, ἢ καλῶν πεφυκέναι. Θεοῦ μόνου, θείων τε ἀπλήστως ἔχειν, Ὃς τοῖς λαβοῦσι καὶ πλέον χαρίζεται, 939 ∆ιψῶν τὸ διψᾶσθ', ἀφθόνως ἀεὶ ῥέων· Ἐν τοῖς δὲ λοιποῖς καὶ φέρειν ἡσσώμενος. Μὴ πάντα νικᾷν, μηδ' ἀεὶ, σπουδὴν ἔχε· Καλῶς κρατεῖσθαι κρεῖσσον, ἢ νικᾷν κακῶς. Καὶ γὰρ παλαιστὴς οὐχ ὁ κείμενος κάτω, Πάντως κρατεῖται, πολλάκις δ' ὑπέρτερος. Καὶ ζημιοῦ τι· τοῦτο κέρδος πολλάκις, Ὥσπερ καθαίρειν φυτὸν εἰς εὐκαρπίαν. Εἰ δ' οὐ καλῶς τι προστίθης οἷς νῦν ἔχεις, Ὕλῃ φέρεις πῦρ, ἢ νόσον τῷ σώματι. Εἰ μηδὲν ὄφλεις τῷ Θεῷ τιμωρίας, Μηδ' αὐτὸς ἴσθι τοῖς ὄφλουσι συμπαθής. Εἰ δ' οἶδας ὄφλων, καὶ πρόχρησον τὸ πρᾶον. Οἴκτῳ γὰρ οἶκτος καὶ Θεῷ σταθμίζεται. 940 Ὅταν ποθ' ὕβρις ἐκκάῃ τὴν σὴν φρένα, Μνήσθητι Χριστοῦ, τῶν τ' ἐκείνου τραυμάτων, Πόση τε μοῖρα ταῦτα τῶν τοῦ ∆εσπότου. Ὣς δ' ἂν τὸ λυποῦν, ὥσπερ ὕδατι, σβέσαις. Ἔρως, μέθη, ζῆλός τε καὶ δαίμων, ἴσα· Οἷς ἂν προσέλθῃ, τὸ φρονεῖν ἐπέκλυσε. Τῆξις, προσευχὴ, δάκρυον, τὰ φάρμακα. Ἥδ' ἰατρεία τῶν ἐμῶν νοσημάτων. Ὅρκον δὲ φεῦγε πάντα. Πῶς οὖν πείσομεν; Λόγῳ, τρόπῳ τε τὸν λόγον πιστουμένῳ. Ἄρνησίς ἐστι τοῦ Θεοῦ ψευδορκία. Τί δεῖ Θεοῦ σοι; τὸν τρόπον μέσον τίθει. Τί χρηστότητος δόγμα συντομώτερον; Τοιοῦτος ἴσθι τοῖς φίλοις καὶ τοῖς πέλας, 941 Οἵους σεαυτῷ τούσδε τυγχάνειν θέλεις· Καὶ συντομώτερόν τι, τὰ Χριστοῦ πάθη. Πιστοῦ φίλου νόμιζε μηδὲν ἄξιον, Ὃν οὐ κρατὴρ ἔδειξε, καιροῦ δὲ ζάλη· Ὃς οὐ χαρίζετ' ἢ μόνον τὸ συμφέρον. Ἔχθρας ὅρους γίνωσκε, φιλίας δὲ μή. Τἄλλα βλέπων ὀφθαλμὸς, αὑτὸν οὐ βλέπει, Ἀλλ' οὐδὲ τἄλλα, ἢν ἄγαν λημῶν τύχῃ. Τούτου χάριν σύμβουλον εἰς ἅπαντ' ἔχειν· Καὶ γὰρ χερὸς χεὶρ, καὶ ποδὸς ποῦς ἐνδεής. Εἰ τοῖς καλοῖς ἕποιο νουθετούμενος, Οὐκ ἐντραπήσῃ τοῖς κακοῖς γελώμενος. Ὅταν ποτ' αἰσχρὸν ἐννοῇς, νόμιζέ σοι Πολλοὺς παρεῖναι, καὶ σεαυτὸν ἐντρέπου. 942 Ἀεὶ προτίμα τοὺς καλοὺς