1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

64

τῶν μὴ καλῶν. Κακοῖς ὁμιλῶν, καὶ κακὸς πάντως ἔσῃ. Κακοῦ παρ' ἀνδρὸς μή ποτε χρηστὸν πάθῃς. Ζητεῖ γὰρ ὧν βεβίωκε συγγνώμην ἔχειν. Ἐγώ τι κέρδος ἐκλέγω καὶ δυσμενοῦς. Τὰς γὰρ λαβὰς φεύγοντας, ἀσφαλεστέρους Εἶναι παραινῶ, καὶ τὸ πικρὸν φάρμακον Ὅμως δέδοικα, καὶ τὸ ἡδὺ μέμφομαι. Καλοὺς ἀμείβου, τοὺς κακοὺς περιφρόνει· Κἂν τοῖσδε κείσθω, τοῦ παθεῖν μηδὲν, χάρις· Ὣς ἂν καλοὺς καὶ τούσδε ποιήσῃς χρόνῳ. Τῷ μακροθύμῳ χρηστότης καλὴ δόσις. Πᾶσιν μὲν ἴσθι χρηστὸς, εἰ τοῦτο σθένος, Πλέον δὲ τοῖς ἔγγιστα. Τοῦ χάριν λέγω; 943 Τίς ἄν σε πιστεύσειε τοῖς ξένοις καλὸν Εἶναι τὸν οὐ δίκαιον οἷς ὀφείλεται; Τί πάντα τὸν δύστηνον αἰτιώμεθα Ἐχθρὸν, διδόντες τῷ βιοῦν ἐξουσίαν; Μέμφου σεαυτὸν, ἢ τὸ πᾶν, ἢ τὸ πλέον. Τὸ πῦρ παρ' ἡμῶν, ἡ δὲ φλὸξ τοῦ Πνεύματος. Μὴ σφόδρ' ἕπεσθαι παιγνίοις ἐνυπνίων· Μηδ' εὐπτόητον εἰς ἅπαντ' ἔχειν φρένα· Μηδὲ πτεροῦ μοι δεξιοῖς φαντάσμασι. Λόχος τάδ' ἐστὶ πολλάκις τοῦ δυσμενοῦς. Ἐλπὶς προκείσθω δεξιοῦ παντὸς τέλους· Εἰ γὰρ συνεργός ἐστί τις τοῦ χείρονος, 944 Πῶς οὐ καλοῦ δίκαιον εἶναι καὶ πλέον; Οὐ γὰρ φέρω γε τῷ κακῷ νικώμενος. Ἡγοῦ τύχης φρόνησιν ἀσφαλεστέραν· Ἡ μὲν γάρ ἐστι πραγμάτων κούφη φορὰ, Ἡ δ' οἰακισμός. Μηδὲ ἒν παιδεύσεως Νόμιζε κρεῖσσον, ἣ μόνη κεκτημένων. Τὸ δραστικὸν δείκνυε μὴ τῷ δρᾷν κακῶς, Τῷ δ' εὖ τι ποιεῖν, εἰ θέλεις εἶναι θεός. Τόδ' ἐστὶν ἀνδρὸς εἰδότος τὸ συγγενές. Κτείνει δὲ ῥᾷστα καὶ τρυγὼν καὶ σκορπίος. Αἰσχρὸν νέον γέροντος ἀσθενέστερον Εἶναι, γέροντα δ' ἀφρονέστερον νέου. 945 Ὁμῶς ὁ μὲν καθ' ὥραν ἔστω πάνσοφος· Τὸν δὲ κράτιστον καὶ πρὸ ὥρας σωφρονεῖν. Ἀεὶ μὲν ἐργάζοιο τὴν σωτηρίαν· Καιρὸς δὲ δὴ μάλιστα, ἡ βίου λύσις. Τὸ γῆρας ἦλθεν· ἔξοδον κήρυξ βοᾷ. Πᾶς εὐτρεπίζου· πλησίον γὰρ ἡ κρίσις. Πέρας λόγου, δισσή τις ἄρνησις Θεοῦ, Ἔργῳ, λόγῳ τε. Μὴ κλαπῇς, περισκόπει (Ἀεὶ διώκῃ λαθρίοις παλαίσμασι), Μή πως δεηθῇς ἐσχάτων καθαρσίων.

Λ∆ʹ. Ὅροι παχυμερεῖς. Θεὸς μέν ἐστιν οὐσία, πρῶτον καλόν. 946 Κόσμος δὲ,

ῥευστῶν καὶ νοουμένων δέσις. Τὸ δ' εἶν' ἕκαστον τοῖον ἢ τοῖον, φύσις. Φύσις δ' ἄϋλος, ἄγγελος, πρώτη κτίσις. Οἱ δ' ἐκτραπέντες τοῦ καλοῦ τί; δαίμονες· Ὧν πρῶτός ἐστιν, ὅς ποτ' ἦν Ἑωσφόρος, Σκότους δυσειδοῦς εὑρέτης καὶ προστάτης. Ὕλη δὲ μορφῶν ἕδρα, δευτέρα κτίσις. Ὕλης δὲ κάλλος, εἶδος ἐκμορφουμένης. Ὅρος δὲ ῥευστῶν καὶ νοουμένων, πόλος. Ἄστρων δὲ φύσις, πῦρ κύκλῳ περίδρομον. Φῶς δ' ἔστι λάμψις ἐκ πυρὸς, ψυχῇ λόγος. Σκότος δὲ δισσὸν, λάμψεως δισσῆς λύσις. Αἰὼν, διάστημ' ἀχρόνως ἀεὶ ῥέον, 947 Χρόνος δὲ, μέτρον ἡλίου κινήσεως. Γῆ, πῆξις ὕλης τῷ πόλῳ κυκλουμένης. Πῦρ δὲ, φλέγουσα καὶ ῥέουσ' ἄνω φύσις. Ὕδωρ δὲ, ῥευστὴ καὶ κατάῤῥοπος φύσις. Κενοῦ δ' ἀὴρ πλήρωμα καὶ πνευστὴ ῥύσις. Ἄνθρωπός εἰμι, πλάσμα καὶ εἰκὼν Θεοῦ. Τὸ σῶμα δ' ὕλη, καὶ διαστατὸν πάχος. Στοιχεῖόν ἐστι σώματος πρῶτον μέρος. Ψυχὴ δὲ, φύσις ζωτικὴ, φέρουσά τε· Λόγος δὲ καὶ νοῦς τῇ γ' ἐμῇ συνεκράθη. Ζωὴ δὲ, σώματός τε καὶ ψυχῆς δέσις, Ὡς θάνατον εἶναι, τῶν δὲ τὴν διάστασιν. Νοῦς δ' ἔστιν ὄψις ἔνδον, οὐ περίγραφος. Νοῦ δ' ἔργον, ἡ νόησις, ἐκτύπωμά τε. Λόγος δ' ἔρευνα τῶν νοὸς τυπωμάτων, 948 Ὃν ἐκλαλήσεις ὀργάνοις φωνητικοῖς. Αἴσθησίς ἐστιν εἰσδοχή τις ἔκτοθεν. Μνήμη, κάθεξις τῶν νοὸς τυπωμάτων. Λήθη δὲ, μνήμης ἐκβολή. Λήθης δέ γε Μνήμη τις αὖθις, ἣν ἀνάμνησιν λέγω. Βούλησιν οἶδα, νοῦ ῥοπὴν καὶ συνδρομὴν Τῶν ὅσσ' ἐφ' ἡμῖν· τἄλλα δ' οὐ θελητέα. Ἡ δ' οἷ θέλω κίνησις, ἐξουσιότης. Τὴν σύντονον δὲ καὶ προσθυμίαν λέγω· Τὸ δὲ ἀκούσιον, βουλήσεως τυραννίδα. Λογισμὸν οἶδα πραγμάτων διαίρεσιν. Πόθος δ' ὄρεξις ἢ καλῶν ἢ μὴ καλῶν. Ἔρως δὲ θερμὸς δυσκάθεκτός τε πόθος. Θυμὸς μέν ἐστιν ἀθρόος ζέσις φρενός· Ὀργὴ δὲ θυμὸς ἐμμένων. Ὁ δ' εἰς κακὸν 949 Μνήμων, λοχῶν τε, μνησικακία τυγχάνει. Πέψιν δὲ λύπης οἶδα μακροθυμίαν· Τὸ δὲ πρὸς ὕβριν ἤρεμον, ἀοργησίαν, Ἣν δὴ πραότητα τοῖς πάλαι καλεῖν ἔθος. Ἕξιν δὲ καλῶν, τὴν