66
110.1 Ἄν τε εἴπωσιν ὅτι καλὸς ὁ θεὸς τοῦ νόμου, ὁ τοὺς μὲν Αἰγυπτίους πλεονεκτήσας καὶ σκυλεῦσαι διδάξας τοὺς ἰδίους αὐτοῦ ἀνθρώπους ἐν τῷ ἐξέρχεσθαι αὐτοὺς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδασιν οἱ μάταιοι ὅτι παρὰ θεῷ οὐδὲν ἀπόλλυται καὶ ὅτι δικαιοκρισία ἐστὶ 110.2 καὶ «θεὸς οὐ μυκτηρίζεται». τί γὰρ ἐνόμιζον Αἰγύπτιοι ὅτι ἐζήτουν ταῦτα ἀμισθὶ ἐργάζεσθαι τοὺς Ἰουδαίους καὶ οὐ τὰ τυχόντα ἔτη, ἀλλὰ διακόσια δεκαπέντε σὺν † τοῖς διακοσίοις δεκαπέντε ἔτεσι τοῦ 110.3 Ἰωσήφ; τετρακοσίων γὰρ καὶ τριάκοντα ἐτῶν παροικίας ὁρισθείσης τῷ Ἀβραὰμ καὶ τῷ αὐτοῦ σπέρματι, ὡς λέγει «πάροικον ἔσται τὸ σπέρμα 110.4 σου ἐν γῇ ἀλλοτρίᾳ», τότε τὸ ὁρισθὲν ἐτελειοῦτο. τῇ οὖν ἑαυτοῦ εὐσπλαγχνίᾳ ὁ θεὸς τὰ ἔτη τῆς αὐτοῦ παροικίας διεμέρισε. καὶ εὐθὺς μὲν διὰ ˉσ δεκαπέντε ἐτῶν ἔτι ὄντων ἐν τῇ Χανανίτιδι ἀντελάβετο αὐτῶν καὶ τὰ ἄλλα ˉσ πεντεκαίδεκα διεῖλε τοῖς εἰς Αἴγυπτον μετελ110.5 θοῦσιν. ὁ γὰρ ἀριθμὸς τούτων τῶν ἐτῶν οὕτως ἀναλογεῖται· ἦν τότε ἑβδομηκοστὸν πέμπτον ἔτος τοῦ Ἀβραάμ. γίνονται τοίνυν ἀπὸ ἑβδομηκοστοῦ πέμπτου ἔτους Ἀβραὰμ ἕως γεννήσεως Ἰσαὰκ ἔτη ˉκˉε· Ἰσαὰκ γεννᾷ τὸν Ἰακὼβ κατάγων ἔτος ἑξηκοστὸν καὶ γέγονεν ἔτη ˉπˉε· Ἰακὼβ δὲ γενόμενος ἐτῶν ˉπˉθ γεννᾷ τὸν Λευὶ καὶ γίνονται ἔτη ˉρˉοˉδ· Λευὶ ἐτῶν γενόμενος ˉμ τεσσάρων γεννᾷ τὸν Καάθ· ἐν δὲ τῷ τεσσαρακοστῷ ἔτει καὶ ἑβδόμῳ Λευὶ κάτεισιν Ἰακὼβ εἰς Αἴγυπτον καὶ γίνονται ἔτη διακόσια ἕνδεκα. καὶ μετὰ τὴν εἴσοδον αὐτῶν τὴν εἰς Αἴγυπτον ἕτερα τέσσαρα ἔτη καὶ πληροῦνται τὰ διακόσια δεκαπέντε. 110.6 ἐντεῦθέν μοι πάλιν ἀριθμεῖται τὰ λοιπὰ διακόσια πεντεκαίδεκα ἔτη τῆς τῶν Ἰσραηλιτῶν παροικίας. Καὰθ δὲ μετὰ τὴν εἰς Αἴγυπτον κάθοδον ἐν τῷ ἑξηκοστῷ πέμπτῳ ἔτει αὐτοῦ γεννᾷ τὸν πατέρα Μωυσέως Ἀβραάμ· γίνονται τοίνυν ἀπὸ τοῦ πρώτου Ἀβραάμ, τοῦἑβδομηκοστοῦ αὐτοῦ πέμπτου ἔτους ἕως τῆς γεννήσεως τοῦ ἐσχάτου 110.7 Ἀβραὰμ ἔτη ˉσˉπ, ἀπὸ δὲ τῆς εἰς Αἴγυπτον καταγωγῆς ἔτη ˉξˉε. Ἀβραὰμ δὲ ἐτῶν ἑβδομήκοντα ὢν γεννᾷ τὸν Μωυσέα, καὶ γίνονται ἀπὸ μὲν τοῦ πρώτου Ἀβραὰμ ἔτη ˉτˉν, ἀπὸ δὲ τῆς εἰς Αἴγυπτον καταγωγῆς 110.8 ἔτη ˉρˉλˉε. ὁ δὲ Μωυσῆς ἐν τῷ ˉλ αὐτοῦ ἔτει πατεῖ τὴν ἐρυθρὰν θάλασσαν, ἅμα Ἰσραηλίταις ἐξ Αἰγύπτου ἐξιών. καὶ γίνονται ἀπὸ μὲν τοῦ μεγάλου Ἀβραὰμ ἔτη ˉτˉπ, ἀπὸ δὲ τῆς εἰς Αἴγυπτον καθόδου ἔτη 110.9 ˉρˉξˉε. τὰ δὲ λοιπὰ πεντήκοντα ἔτη κατηνάλωσαν μετὰ τὴν διαπεραίωσιν 110.9 τῆς ἐρυθρᾶς θαλάσσης μέχρι τῆς εἰς Παλαιστίνην ἀπαντήσεως, οὐ διὰ τὸ μῆκος τῆς ὁδοῦ, ἀλλὰ διὰ τὸ μάχεσθαι καὶ ἐμποδίζεσθαι παρὰ 110.10 τῶν καθ' ὁδὸν αὐτῶν εὑρισκομένων ἐθνῶν. γίνονται οὖν ἀπὸ μὲν τοῦ ἑβδομηκοστοῦ πέμπτου ἔτους τοῦ μεγάλου Ἀβραάμ, ἀφ' οὗ ἡ πρόρρησις αὕτη ἐδόθη αὐτῷ παρὰ τοῦ θεοῦ, μέχρι Μωυσέως καὶ τῆς εἰς τὴν Παλαιστίνην ἀφίξεως τῶν υἱῶν Ἰσραὴλ ἔτη ˉυˉλ, ἀπὸ δὲ τῆς καθόδου τῆς εἰς Αἴγυπτον καὶ μέχρι τῆς εἰς Παλαιστίνην αὐτῶν ἀφίξεως ἔτη ˉσˉιˉε. 111.1 Τοσούτοις οὖν ἔτεσιν ἐργασαμένοις τοῖς Ἰουδαίοις ἀμισθὶ οὐκ ἦν δίκαιον καὶ παρὰ θεῷ καὶ ἀνθρώποις δοθῆναι αὐτοῖς τὸν μισθὸν αὐτῶν κἂν ἐπὶ τέλει; οὐκ ἄδικος τοίνυν ὁ θεὸς μετὰ σκύλων 111.2 ἐκεῖθεν ἐκβαλὼν τοὺς οἰκείους. εἰ δέ τις ἀμφιβάλλοι μὴ οὕτως ἐξαριθμεῖσθαι τὰ ἔτη, ἀκουέτω Μωυσέως λέγοντος «ἡ δὲ κατοίκησις 111.3 τῶν υἱῶν Ἰσραὴλ ἐν γῇ Χαναὰν καὶ ἐν γῇ Αἰγύπτῳ ἔτη ˉυˉλ». τοῦ οὖν δικαιοτάτου μισθοῦ τοῦ κυρίου ἐπιμελομένου, ποία τις ἔτι ὑπολείπεται μάταιος ἀντιλογία τοῖς βουλομένοις κατὰ τοῦ ἁγίου θεοῦ καταφέρειν ψόγον; θεὸν δὲ ἀληθινὸν οὐκ ἄν ποτέ τις ψέξειεν, ἀλλ' οἱ ψέγοντες ἑαυτοὺς ψέγουσιν. 111.4 Ἑτέρα δέ τις παρ' αὐτῶν μάταιος καταγγέλλεται ἀντιλογία ὁμοία τῇ πρώτῃ, ὅτι καλὸς ὁ θεὸς τοῦ νόμου ὃς ἐπλεονέκτησε τοὺς Χαναναίους, ἵνα δῷ τοῖς Ἰσραηλίταις τὸν αὐτῶν τόπον, «οἰκίας