1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

66

ἐμμέσῳ Θεῷ. Τούτου δὲ τήρησίς τις ἡ εὐορκία. Θρησκείαν οἶδα καὶ τὸ δαιμόνων σέβας. Ἡ δ' εὐσέβεια, προσκύνησις τῆς Τριάδος. Ἄρνησίς ἐστιν, ἕν τι τῶν τριῶν κάτω Βαλεῖν, Θεοῦ τε μὴ σέβειν συμφυΐαν. Πίστις δὲ διττή· ἡ μὲν ἐκ λόγου βίας, Ἣ καὶ δικαία· ἡ δ' ἕτοιμος συνδρομή. Λόγος γάρ ἐστιν ὁ πρόεδρος τοῦ λόγου. Ἐλπὶς δ' ἀπόντος πράγματος συνουσία. 957 Λύσιν δὲ ταύτης, τὴν ἀπόγνωσιν λέγω. Συμψυχίαν δὲ τὴν ἀγάπην ὁρίζομαι, Τὴν πρὸς Θεὸν δὲ, καὶ ὁδὸν θεώσεως. Μῖσος δ' ἀποστροφή τις, ἔχθρας ἐργάτις. Ὑπόκρισις δὲ, λανθάνουσα πικρία. Τιμὴ δὲ τοῦ Πλάσαντος, ἄνθρωπον φιλεῖν· Τοῦ πτωχίσαντος δ' αὑτὸν, ἡ πτωχῶν σχέσις. Φιλόξενος δ' ὃς οἶδεν αὐτὸς ὢν ξένος. Βίου γαλήνη δ' ἔστιν, εἰρήνη φίλη· Ψυχῆς δὲ καὶ μάλιστα, λώφησις παθῶν. Ἡ δ' ἔχθρα μοι δύσνοια καὶ διάστασις· Ἔχθρα δὲ καὶ πόλεμος, εὑρέτης κακῶν. Ἁγνισμός ἐστιν ἡ Θεοῦ συνουσία. 958 Βέβηλον οἴου καὶ βδέλυγμ' ἁμαρτίαν. Κάθαρσίς ἐστιν ἔκπλυσις μολυσμάτων. Μολυσμὸν οἶδα καὶ τύπωσιν τῶν κακῶν. Γάμος μέν ἐστιν ἔννομος σαρκῶν δέσις· Ἡ παρθενεία δ' ἔκβασις τοῦ σώματος. Οὗτος μοναστὴς, ὃς Θεῷ ζῇ καὶ μόνῳ. Μονὴ δέ μοι, σύνταγμα πρὸς σωτηρίαν. Ἁμαρτί' ἐστὶ τοῦ καλοῦ παρεκτροπὴ, Ὃ μὴ φύσις τε καὶ νόμος χαρίζεται. Νόμος μέν ἐστιν ἔνδικος πρακτῶν ὅρος. Ἡ δ' ἐντολή μοι δεσπότου παρεγγυή. Παρανομί' ἐστὶν ἐν νόμῳ πονηρία· Ἀνομίαν οἶδα τὴν νόμων ἐλευθέραν. 959 Ἰουδαϊσμός ἐστιν, ὁ πρῶτος νόμος· Ὁ δεύτερος δὲ, τοῦ πάθους μυστήριον. Ὁ μὲν σκιώδης, δαιμόνων ἀναιρέτης· Ὁ δὲ τρανός τε καὶ λύτης αἰνιγμάτων. Χριστοῦ δ' ἐνανθρώπησις, ἄλλη μου πλάσις, Θεοῦ παθόντος σαρκικῶς ἐμῷ πάθει, Ὃς πάντα πᾶσιν ἀντέδωκε τοῖς ἐμοῖς. Ἐκ μὲν γυναικὸς ἦλθεν, εἰς Εὔας χάριν· Ἐκ Παρθένου δέ· καὶ γὰρ ἐκ Πατρὸς μόνου Τὸ πρῶτον, ἄζυξ ἀζύγων. Ἡ δ' ἀπογραφὴ Τῆς θείας αὖθις ἐγγραφῆς εἶχε τύπον. Ἡ σπαργάνωσις, ἀντὶ τῆς γυμνώσεως. Φόνος δὲ παίδων, νηπίων ἄρσις τύπων. Ἀστὴρ τρέχων δὲ, προσκύνησις κτίσεως. Μάγοι δὲ προστρέχοντες, ἐθνῶν εἴσοδος. 960 Τὸ λοῦτρον ἦν κάθαρσις ὑδάτων ἐμῶν. Τὸ Πνεῦμα συγγένεια μαρτυρουμένη. Ἄλειψις ἡ νηστεία πρὸς ἐχθροῦ πάλην. Ἡ πεῖρα δ' ἦν ἔρευνα τῆς Θεοῦ πλοκῆς. Στέφος δ' ἀκανθῶν, ἔνδυσις τε πορφύρας, Ἐχθροῦ κράτους σύλησις ἐκ παλαισμάτων. Τρόπαιον ὁ σταυρὸς δὲ τοῦ ξύλου ξύλον. Ἧλοι δὲ πῆξις τῆς ἐμῆς ἁμαρτίας. Εἴσω δὲ πάντα ταῖν χεροῖν ἁπλουμέναιν. Γεύσει δὲ γεῦσις ἡ χολῆς ἀντίστατος. Λῃστῶν δ' ὁ μὲν σέσωστο πιστεύσας, Ἀδάμ· Ὁ δ' ἦν πονηρὸς, καίπερ ἐσταυρωμένος. Πένθος δὲ τοῦ παθόντος ἑκταῖον σκότος· Πετρῶν δὲ ῥῆξις, τῶν πετρῶν ὑπέρμαχος· Νεκρῶν δ' ἔγερσις, εἴσοδός τε εἰς πόλιν, 961 Ἡ τῶν θανόντων εἰς ἄνω μετάστασις. Πλευρᾶς δὲ ῥεῦσαν αἷμα καὶ ὕδωρ ἅμα, Τὸ δισσὸν ἦν βάπτισμα, λούτρου καὶ πάθους, Ὅταν διώκτης κίνδυνον καιρὸς φέρῃ. Ἡ νεκρότης δὲ, τῆς ἐμῆς ἀναίρεσις. Ἡ δ' ἐκ νεκρῶν ἔγερσις, ἐξ ᾅδου λύσις. Ἡ δ' εἰς ἄνω πορεία καί μ' ἄνω φέρει. Καὶ τἀπὶ τούτοις, δεῦρό μοι, σκεψώμεθα. Λαὸς μέν ἐστι σύνταγμ' εἰς Θεοῦ σέβας. Ναὸς δὲ λαοῦ σεπτὸν ἁγνευτήριον. Θεῷ δὲ δῶρον, θυσίαι καθάρσιοι. ∆ώρων δοχεῖον ἁγνὸν, ἡ θεηδόχος 962 Τράπεζ'. Ἱερωσύνη δὲ ἁγνισμὸς φρενῶν, Θεῷ φέρων ἄνθρωπον, ἀνθρώπῳ Θεόν· Μυστήριον μέν ἐστιν ἄῤῥητον σέβας. Χάρισμα δ' οἶδα Πνεύματος θείαν δόσιν. Κήρυγμ' ἀδήλων, τὴν προφητείαν λέγω· Εὐαγγέλιον δὲ, τῆς νέας σωτηρίας· Ἀποστολὴν δὲ, συμμαχίαν κηρύγματος· Λόγου δὲ γνῶσιν, τὴν κατήχησιν, νέοις· Τὴν δὲ μετάνοιαν, πρὸς τὰ κρείσσονα στροφήν· Ἐξόρκισιν δὲ, δαιμόνων ἐξαίρεσιν. Τὸ λοῦτρόν ἐστι δευτέρου βίου σφραγίς. Αἱ προσφοραὶ δὲ, τῆς Θεοῦ σαρκώσεως, 963 Παθημάτων τε τῶν Θεοῦ κοινωνία. Σημεῖόν ἐστι θαῦμά γ' οὐκ εἰθισμένον. Πυρὸς δὲ γλῶσσαι, Πνεύματος ἐνδημία. Ὁ ψυχικὸς δ' ἄνθρωπος, οὐδέπω καλός· Ὁ σαρκικὸς δὲ, καὶ λίαν πάθους φίλος· Ὁ πνευματικὸς δ', οὐ μακρὰν τοῦ πνεύματος. Τίς δ' Ἀντίχριστος; πλῆρες ἰοῦ θηρίον, Ἀνὴρ δυνάστης. Ἡ ἀπόστασις δὲ τίς; Ὁ παγκάκιστος ἀρτίως ἀποστάτης, Ἥ τε κρατοῦσα νῦν Θεοῦ διαίρεσις· Μεθ' ἣν ὁ