1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

67

ἃς οὐκ ᾠκοδόμησαν καὶ ἐλαιῶνας καὶ συκῶνας καὶ ἀμπελῶνας οὓς οὐκ 111.5 ἐφύτευσαν». πρὸς οὓς ἐρῶ· ὦ μάταιοι, εἰ μὲν ἦν θεὸς ὡς ἄνθρωπος, τὰ σήμερον λεγόμενα ἢ πραττόμενα παρήρχετο καὶ οὐδὲν ἦν αὐτῷ ἐν ἐνθυμήσει· ἐπειδὴ δὲ ὁ θεὸς «θεός ἐστι καὶ οὐκ ἄνθρωπος», τὰ εἰς αὐτὸν ἀναφερόμενα εἰς πολλὰς γενεὰς ἐκδικῶν οὐκ ἐπιλανθάνεται. εἰ γὰρ ἀγνοοῦσι τὸ πρᾶγμα τοῦτο, μαθέτωσαν. 112.1 Ἴσασι πάντες τὸν δίκαιον Νῶε λείψανον τοῦ κόσμου γεγονότα μετὰ τὸν κατακλυσμόν. ὡς οὖν παρελείφθη αὐτός τε καὶ οἱ τρεῖς αὐτοῦ υἱοί, οἷα δίκαιος ὢν καὶ τοὺς ἑαυτοῦ παῖδας εὐλαβεῖς καθιστᾶν πειρώμενος, ἵνα μὴ τοῖς αὐτοῖς ὑποπέσωσι κακοῖς ὡς καὶ οἱ ἐν τῷ κατακλυσμῷ, οὐ μόνον διὰ λόγων τούτοις τὴν εὐλάβειαν παρεδίδου, ἀλλὰ καὶ δι' ὅρκου ἀφ' ἑνὸς ἑκάστου αὐτῶν τὴν πρὸς τὸν 112.2 ἀδελφὸν εὔνοιαν ἀπῄτησε. καὶ διαμερίζει μὲν ὡς κληρονόμος τοῦ κόσμου καταστὰς ὑπὸ τοῦ θεοῦ τοῖς τρισὶν υἱοῖς αὐτοῦ τὸν πάντα κόσμον, ὑπὸ κλήρους διελὼν καὶ ἑκάστην μερίδα κατὰ κλῆρον ἑκάστῳ 112.3 ἀπονέμων· καὶ τῷ μὲν Σὴμ τῷ πρωτοτόκῳ ὑπέπεσεν ὁ κλῆρος ἀπὸ Περσίδος καὶ Βάκτρων ἕως Ἰνδικῆς τὸ μῆκος, πλάτος δὲ ἀπὸ Ἰνδικῆσἕως τῆς χώρας Ῥινοκουρούρων· κεῖται δὲ αὕτη ἡ Ῥινοκουρούρων ἀνὰ μέσον Αἰγύπτου καὶ Παλαιστίνης, ἀντικρὺ τῆς ἐρυθρᾶς θαλάσσης. 112.4 Χὰμ δὲ τῷ δευτέρῳ ἀπὸ τῆς αὐτῆς Ῥινοκουρούρων ἕως Γαδείρων τὰ πρὸς νότον. Ἰάφεθ δὲ τῷ τρίτῳ ἀπὸ Μηδίας ἕως Γαδείρων καὶ Ῥινοκουρούρων τὰ πρὸς βορρᾶν. 113.1 Τῷ οὖν Σὴμ γίνονται παῖδες καὶ παίδων παῖδες ˉκˉε ἕως ὅτε διεμερίσθησαν αἱ γλῶσσαι· καὶ εἰσὶ διεσπαρμένοι ἐν γλώσσαις καὶ 113.2 φυλαῖς καὶ βασιλείαις. τὰ δὲ ὀνόματα αὐτῶν ἐστι τάδε· Ἐλυμαῖοι Παίονες Λαζόνες Κοσσαῖοι Γασφηνοὶ Παλαιστινοὶ Ἰνδοὶ Σύροι Ἄραβες οἱ καὶ Ταϊανοὶ Ἀριανοὶ Μάρδοι Ὑρκανοὶ Μαγουσαῖοι Τρωγλοδύται Ἀσσύριοι Γερμανοὶ Λυδοὶ Μεσοποταμῖται Ἑβραῖοι Κοιληνοὶ Βακτριανοὶ Ἀδιαβηνοὶ Καμήλιοι Σαρακηνοὶ Σκύθαι † Χίονες Γυμνοσοφισταὶ Χαλδαῖοι Πάρθοι Ἐῆται Κορδυληνοὶ Μασσυνοὶ Φοίνικες Μαδιηναῖοι Κομμαγηνοὶ ∆αρδάνιοι Ἐλαμασηνοὶ Κεδρούσιοι ἘλαμῖταιἈρμένιοι Κίλικες Αἰγύπτιοι Καππάδοκες Φοίνικες Ποντικοὶ Μαρμαρίδαι † Βίονες Κᾶρες Χάλυβες Ψυλλῖται Λαζοὶ Μοσσύνοικοι Ἴβηρες Φρύγες. 113.3 Χὰμ δὲ τῷ δευτέρῳ παῖδες καὶ παίδων παῖδες τριάκοντα δύο ἕως τοῦ αὐτοῦ διαμερισμοῦ τῶν γλωσσῶν· Αἰθίοπες Τρωγλοδύται Ἀγγαῖοι Ταιηνοὶ Σαβῖνοι Ἰχθυοφάγοι Ἑλλανικοὶ Αἰγύπτιοι Φοίνικες Μαρμαρίδαι Κᾶρες Ψυλλῖται Μοσσύνοικοι Φρύγες Μάκωνες Μάκρωνες Συρτῖται Λεπτιμαγνῖται Βιθυνοὶ Νομάδες Λύκιοι Μαριανδηνοὶ Πάμφυλοι † Μοσχεσίδιοι Πισιδηνοὶ Αὐγαλαῖοι Κίλικες Μαυρούσιοι Κρῆτες Μαγάρδαι Νουμιδοὶ Ἄφροι οἱ καὶ Βιζακηνοὶ Νασαμῶνες Φασγηνοὶ Μάζικες Γάραμοι Γετοῦλοι Βλέμμυες Ἀξωμῖται· οὗτοι 113.4 κατέχουσιν ἀπὸ Αἰγύπτου ἕως Ὠκεανοῦ. καὶ νῆσοι αὐτοῖς· Κούρσουλα Λοπάδουσα Γαῦλος Ῥίδη Μελίτη Κέρκυρα Μήνη Σαρδανὶς Γόρτυνα Κρήτη Γλαῦκος Ῥίδη Θήρα Καρίανθος Ἀστυπαλαία Χίος Λέσβος Τένεδος Ἴμβρος Ἴασος Σάμος Κῶος Κνίδη Νίσσυρος Μεγίστηκαὶ Κύπρος. 113.5 Ἰάφεθ δὲ τῷ τρίτῳ παῖδες καὶ παίδων παῖδες δεκαπέντε ἕως τοῦ αὐτοῦ διαμερισμοῦ τῶν γλωσσῶν· Μῆδοι Ἀλβανοὶ Γαργιανοὶ Ἀρμένιοι Ἀρραῖοι Ἀμαζόνες Κῶλοι Κορζηνοὶ Βενεαγηνοὶ Καππάδοκες Γαλάται Παφλαγόνες Μαριανδηνοὶ Τιβαρηνοὶ Χάλυβες Μοσσύνοικοι Κόλχοι Μελαγχηνοὶ Σαυρομάται Γερμανοὶ Μαιῶται Σκύθαι Ταῦροι Θρᾷκες Βαστέρνοι Ἰλλυριοὶ Μακεδόνες Ἕλληνες Λίβυες † Φρύγες ΠαννόνιοιἼστροι Οὐέννοι ∆αυνεῖς Ἰάπυγες Καλαβροὶ Ἱππικοὶ Λατῖνοι οἱ καὶῬωμαῖοι Τυρρηνοὶ Γάλλοι οἱ καὶ Κελτοὶ