70
ἄγνωστοι νεκροὶ καὶ ἄπιστοι. 117.1 Ἵνα δὲ μὴ «διὰ μέλανος καὶ χάρτου» τὰς κατὰ τούτων μαρτυρίας διὰ πολλοῦ ποιησώμεθα, εἰς τὸ μὴ περικακεῖν τοὺς ἀναγινώσκοντας, ἀρκέσουσιν αὐτοῖς Σαβελλιανοῖς μὲν μετὰ τῶν ἄλλων μαρτυ117.2 ριῶν ἡ μαρτυρία τοῦ Ἰορδάνου, ὡς ἤδη εἶπον. υἱὸς γὰρ ἐν Ἰορδάνῃ ἀληθῶς παραγίνεται, θεὸς ἄνθρωπος γεγονώς, οὐ τροπὴν ὑποστὰς ἀλλὰ σάρκα λαβών, οὐ διὰ σπέρματος ἀνδρὸς ἀλλ' ἀπὸ τῆς ἁγίας παρθένου σῶμα ἀνειληφὼς δι' ἁγίου πνεύματος συλληφθέν, σῶμα 117.3 τέλειον τουτέστιν ἄνθρωπον τέλειον ψυχῇ καὶ σώματι. γέγονεν οὖν ὁ θεὸς καὶ ἄνθρωπος πρὸς Ἰωάννην ἐν τῷ Ἰορδάνῃ, εἷς ὢν ὁ αὐτὸς υἱὸς καὶ Χριστὸς καὶ κύριος· πατὴρ δὲ ἄνωθεν βοᾷ, μαρτυρῶν τῷ υἱῷ τῷ ἐν τῷ Ἰορδάνῃ γεγονότι «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός»· 117.4 τὸ δὲ ἅγιον πνεῦμα ἐν εἴδει περιστερᾶς κατέβαινεν ἐπ' αὐτὸν εἰς τὰ ὕδατα κατεληλυθότα, ἵνα καθαρὰ αὐτὰ ἀποδείξῃ ἕνεκεν τῶν μελλόντων εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος βαπτίζεσθαι. 117.5 τοῖς δὲ Ἀρειανοῖς μετὰ τῶν προλεχθεισῶν ἀρκέσει τὸ εἰπεῖν τὸν υἱόν «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί»· ἰσότητα γὰρ ἐνταῦθα 117.6 υἱοῦ πρὸς πατέρα ἀπέδειξε καὶ γνησιότητα. τοῖς δὲ ἐκγόνοις τῶν Ἀρειανῶν τοῖς τὸ ἅγιον πνεῦμα βλασφημοῦσιν ἀρκέσουσι δύο μαρτυρίαι αἱ ἤδη προτεταγμέναι μετὰ τῶν ἄλλων μαρτυριῶν, μία μὲν 117.7 ἀπὸ τοῦ ∆ανιὴλ οὕτως ἔχουσα· ἐν τῇ καμίνῳ τοῦ πυρὸς Σεδρὰχ Μισὰκ Ἀβδεναγὼ αἰνοῦντες τὸν θεὸν συμπεριλαμβάνουσι μεθ' ἑαυτῶν τὴν πᾶσαν τοῦ θεοῦ κτίσιν καὶ λέγουσιν «εὐλογεῖτε πάντα τὰ ἔργα κυρίου τὸν κύριον»· καὶ ἠρίθμησαν οὐρανοὺς καὶ ἀγγέλους καὶ σελήνην καὶ ἥλιον καὶ δυνάμεις, γῆν τε καὶ θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς, καὶ οὐδαμοῦ υἱὸν καὶ ἅγιον πνεῦμα συνηρίθμησαν ταῖς κτίσεσι. τὰ Σεραφὶμ δὲ ἁγιάζει τριάδα ἴσως, οὐχ ἅπαξ οὐ δὶς οὐ τέταρτον, ἀλλὰ τρὶς τὸ ἅγιος λέγοντα. 118.1 ἐλεγξάτω δὲ πάλιν τούτους 118.1 Πέτρος, ἐπιτιμῶν τοῖς περὶ Ἀνανίαν καὶ λέγων «ἐπειράσατε τὸ 118.2 ἅγιον πνεῦμα»· καί φησιν «οὐκ ἐψεύσασθε ἀνθρώπῳ, ἀλλὰ τῷ θεῷ». ὁ δὲ ἀπόστολος οἶδεν, ὡς καὶ πολλάκις εἴπομεν, τὸ πνεῦμα μὴ ἀλλότριον εἶναι τοῦ θεοῦ λέγων «ἐρευνᾷ καὶ τὰ βάθη τοῦ θεοῦ»· τὸ δὲ μὴ ὂν ἐκ τῆς οὐσίας τοῦ θεοῦ ἀδύνατόν ἐστι τὰ βάθη τοῦ 118.3 θεοῦ ἐρευνᾶν. ἡμεῖς δὲ οἴδαμεν πατέρα πατέρα, υἱὸν υἱόν, ἅγιον πνεῦμα ἅγιον πνεῦμα, τριάδα ἐν ἑνότητι. μία γὰρ ἑνότης ἐστὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, μία οὐσία μία κυριότης ἓν 118.4 θέλημα μία ἐκκλησία ἓν βάπτισμα μία πίστις. καὶ παυσάσθωσαν οἱ κατὰ τῆς ἁγίας παρθένου τοῦ Χριστοῦ καὶ νύμφης ἁγνῆς, τουτέστι 118.5 τῆς μητρὸς ἡμῶν τῆς ἁγίας ἐκκλησίας *. παρέλαβον γὰρ οἱ ταύτης παῖδες παρὰ ἁγίων πατέρων τουτέστι τῶν ἁγίων ἀποστόλων πίστιν φυλάττειν, ἅμα δὲ καὶ τοῖς ἑαυτῶν τέκνοις παραδιδόναι τε καὶ ἀπαγ118.6 γέλλειν. ἐξ ὧν καὶ αὐτοὶ υἱοὶ ὑπάρχετε, τιμιώτατοι ἀδελφοί, καὶ τοῖς ἑαυτῶν τέκνοις ταύτην τὴν διδασκαλίαν παραδιδόατε. 118.7 Ταῦτα οὕτως λέγοντες καὶ τὰ τούτοις ὅμοια ἀπὸ τῶν θείων γραφῶν * βεβαιῶσαι αὑτούς τε καὶ τοὺς ἀκούοντας ὑμῶν, διδάσκοντες ὁδοποιοῦντες κατηχοῦντες μὴ διαλείπητε οἱ πιστοὶ καὶ ὀρθόδοξοι ταύτην τὴν ἁγίαν πίστιν τῆς καθολικῆς ἐκκλησίας, ὡς παρέλαβεν ἡ ἁγία καὶ μόνη παρθένος τοῦ θεοῦ ἀπὸ τῶν ἁγίων 118.8 ἀποστόλων τοῦ κυρίου, φυλάττειν. καὶ οὕτως ἕκαστον τῶν κατηχουμένων τῶν μελλόντων τῷ ἁγίῳ λουτρῷ προσιέναι οὐ μόνον ἀπαγγέλλειν ὀφείλετε † τὸ πιστεύειν τοῖς ἑαυτῶν υἱοῖς ἐν κυρίῳ, ἀλλὰ καὶ διδάσκειν ῥητῶς, ὡς πάντων ἡ αὐτὴ μήτηρ ὑμῶν τε καὶ ἡμῶν, τὸ λέγειν· 118.9 Πιστεύομεν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ τε 118.10 καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων. καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ, τὸν ἐκ