1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

76

πίστιν, φημὶ δὲ τὸ τὰ σώματα συναχθῆναι, τότε προσέταξε τὰς ψυχὰς εἰσελθεῖν εἰς αὐτὰ τὰ σώματα· «καὶ ἀνέστη δέ» φησί «πολλὴ 88.6 συναγωγή». δύνασθαι τοίνυν τὸν θεὸν ποιῆσαι ἔφην καὶ σῶμα δίχα ψυχῆς ἀναβιοῦν, καθὰ προδέδεικται, ἀλλ' οὐ δύναται κριθῆναι καθ' ἑαυτὸ τὸ σῶμα. ἔχει γὰρ δικαίαν ἀπολογίαν πρὸς τὴν τοῦ 88.7 θεοῦ κρίσιν. φάσκει γὰρ καὶ αὐτὸ λέγον· ἐκ τῆς ψυχῆς ἐκείνης ἦν ἡ ἁμαρτία, οὐκ ἤμην αἴτιον ἐγώ. ἐξότου γὰρ ἐλύθην καὶ ἐκείνη ἀπ' ἐμοῦ ἀπέστη, μὴ ἐμοίχευσα μὴ ἐπόρνευσα μὴ κέκλοφα μὴ εἰδωλολάτρησα μή τι τῶν τοιούτων ἀμπλακημάτων εἰργασάμην; καὶ ἔσται κατὰ τὸν τῶν φιλονείκων λόγον ἄπρακτος ἡ τοῦ θεοῦ κρίσις. 88.8 διὰ τοῦτο ὡς ἦν τὸ σῶμα καὶ ἡ ψυχὴ σύνθετος εἷς ἄνθρωπος ἐκ θεοῦ γεγενημένος, αὖθις ὁ δίκαιος κριτὴς τὸ σῶμα ἐγείρει καὶ τὴν ψυχὴν αὐτοῦ ἐν αὐτῷ δίδωσι. καὶ οὕτως δικαία γενήσεται ἡ τοῦ θεοῦ κρίσις, ἀμφοτέρων κοινωνούντων ἢ τῆς δι' ἁμαρτίας τιμωρίας ἢ τῆς δι' ἀρετὴν † θεοσεβείας καὶ τῆς μελλούσης ἀποδίδοσθαι τοῖς ἁγίοις μισθαποδοσίας. 89.1 Ταῦτα δὲ εἰς παράστασιν τῆς ἀληθείας τῆς ἡμῶν ἐλπίδος ἱκανῶς ἔχειν νομίζοντες ὀλίγα ἀντὶ πολλῶν παρεθέμεθα. διὰ δὲ τοὺς λέγοντας ἕτερον σῶμα ἀντὶ τοῦ πίπτοντος ἐγείρεσθαι, πάλιν τῷ καμάτῳ προστιθέμεθα, ὠφελῆσαι τοὺς βουλομένους συνιέναι καὶ τὴν 89.2 αὐτῶν ζωὴν ἀπολέσαι μὴ πειρωμένους βουλόμενοι. γένοιτο γὰρ κάμνειν ἡμᾶς τοὺς ἐλαχίστους καὶ μηδαμινοὺς καὶ ἑαυτοὺς καὶ πάντας ὠφελεῖσθαι καὶ μὴ ἀρνεῖσθαι ἀνάστασιν τῆς ἡμετέρας σαρκός, ἐν ᾗπερ πᾶς ὁ θησαυρὸς καὶ κρηπὶς παντὸς σώφρονος λογισμοῦ καὶ πάσης ἀγαθοεργίας ἐλπὶς διάκειται κατὰ τὸ εἰρημένον «ἔχοντες τὸν θησαυρὸν 89.3 τοῦτον ἐν ὀστρακίνοις σκεύεσι» καὶ τὰ ἑξῆς. ἐγκρατευόμεθα γὰρ οἱ ἀσθενεῖς, ἁγνεύομεν οἱ ταπεινοί, ἐλεημοσύνας ἐπιποθοῦμεν ποιεῖν οἱ ἀδύνατοι διὰ τὴν τῶν προσδοκωμένων ἀπόληψιν, τῆς τῶν νεκρῶν 89.4 ἀναστάσεως· καὶ οὕτως ὁ κανὼν τεθεμελίωται πίστεως καὶ ἐλπίδος θεοῦ ἀγάπης καὶ μαρτυρίου ὑπὲρ ὀνόματος θεοῦ ἐν διωγμοῖς βασάνων καὶ ἄλλων ἀπανθρώπων κολάσεων ἐν τοῖς μὴ ἀρνουμένοις ἀνάστασιν τῆς ἡμῶν σαρκός, ἀλλὰ πιστεύουσιν ὅτι αὐτὸ τὸ σπειρόμενον ἐν τῇ 89.5 γῇ ἐγερθήσεται. δύο γὰρ σαφεῖς καὶ ἀληθεῖς μαρτυρίας ἔδωκαν ἡμῖν αἱ θεῖαι γραφαί, δι' ὧν δυνάμεθα τὴν τῆς ἡμῶν ἀναστάσεως ἐλπίδα γνῶναι καὶ μὴ σφαλῆναι μύθοις κενοδόξων ἀνθρώπων ἀπατηθέντων καὶ τῷ βίῳ ἀπάτην γραψάντων. ἵνα οὖν μὴ πολλαῖς μαρτυρίαις χρήσωμαι οὐ γάρ εἰσιν ὀλίγαι ἐν καινῇ τε καὶ παλαιᾷ περὶ τῆς ἡμῶν ἐλπίδος καὶ ἀναστάσεως συντόμως ἐρῶ τοῦτο· 90.1 ὅτι εἰ ἄλλο ἦν τὸ ἐγειρόμενον, καθάπερ τινὲς φάσκουσιν, οὐκ ἂν ὁ ἀπόστολος διεβεβαιοῦτο λέγων «δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο 90.2 ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν ἐνδύσασθαι ἀθανασίαν». ἐπειδὴ δὲ δεῖ καὶ περὶ δόξης τῶν ἁγίων, ὡς μέλλουσι φαιδρύνεσθαί τε καὶ ἀλλοιοῦσθαι ἐν δόξῃ μετὰ τὴν ἀνάστασιν καθάπερ λέγει «ἐγείρεται ἐν δόξῃ», ἑδραιωθῆναι ἡμᾶς ἐν τῇ ἐλπίδι, φησὶν ἡ ἁγία γραφή «ἄφρων, σὺ ὃ σπείρεις οὐ ζωογονεῖται, ἐὰν μὴ ἀποθάνῃ· καὶ οὐκ αὐτὸ τὸ γενησόμενον σῶμα σπείρεις, ἀλλ' εἰ τύχοι κόκκον σίτου ἤ τινος τῶν ἄλλων σπερμάτων καὶ ὁ θεὸς δίδωσιν αὐτῷ σῶμα ὡς ἠθέλησε». 90.3 τοῦτο εἰς δόξαν τῶν ἐγειρομένων ἐν φαιδρότητι εἶπεν· ἵνα δὲ δείξῃ αὐτὸν τὸν κόκκον προσλαμβάνοντα τὴν δόξαν, δι' ἑαυτοῦ εἶπεν ἐν τῷ εὐαγγελίῳ ὁ καὶ «ἐν Παύλῳ λαλήσας» περὶ ἀναστάσεως· «ἐὰν μὴ πεσὼν ὁ κόκκος τοῦ σίτου εἰς τὴν γῆν ἀποθάνῃ», φησί, «μόνος μένει· 90.4 ἐὰν δὲ ἀποθάνῃ, πολλοὺς κόκκους φέρει». ἄρα γοῦν ὁ ἀπόστολος κόκκον ἔφησε καὶ ὁ σωτὴρ τὸν αὐτὸν κόκκον τοῦ σώματος δι' ἑαυτοῦ ἀπέδειξε. τί οὖν ἐροῦμεν; οὐκ αὐτὸ τὸ σπαρὲν ἴδιον αὐτοῦ σῶμα τουτέστιν ὁ κόκκος ἀνέστη; ἢ ἕτερον ἦν τὸ ἐξ αὐτοῦ μετὰ τὴν τριή90.5 μερον ἀναστὰν ἐκ τοῦ μνημείου; ὡς