79
παῖδα «νενεκρωμένου ἤδη τοῦ σώματος» καὶ ἐκ νεκρῶν ὁ θεὸς τὴν ἐλπίδα κεχάρισται, νεκρωθείσης μάλιστα «τῆς μήτρας Σάρρας·» καὶ τὸ «πεπαλαιωμένον καὶ ἐγγὺς ἀφανισμοῦ γεγονός», τῆς κατ' ἐθισμὸν γυναικὸς ἀκολουθίας ἡ ξηρανθεῖσα πηγή, αὖθις δύναμιν λαμβάνει εἰς καταβολὴν σπέρματος καὶ ἡ γηραλέα ὡς νεωτέρα 94.6 κυΐσκει. καὶ Ἰσαὰκ ἀπὸ θανάτου ζῶν τῷ πατρὶ παρεδόθη· ὁ γὰρ θεὸς ἐκ νεκρῶν τῷ πατρὶ τὸν παῖδα παραδιδοὺς ζῶντα ἀναστάσεως 94.7 ἐλπίδα ἐκήρυττεν. Ἰακὼβ δείκνυσι τὴν πραγματείαν, μὴ ἐν δευτέρῳ τιθέμενος τὴν τῶν ὀστέων ἐλπίδα· ἐπεμελεῖτο γὰρ τῶν τοιούτων οὐχ ὡς ἀπολλυμένων, ἀλλ' ὡς μελλόντων αὖθις ἀναβιοῦν καὶ ἐνετέλλετο ἀνακομισθῆναι ἐκ τῆς τῶν Αἰγυπτίων χώρας οὐ παρέργως. 94.8 καὶ ὁ Ἰωσὴφ τοῦτο ἐσήμανε «συνανοίσετέ μου τὰ ὀστᾶ» φάσκων· «ἐπισκοπῇ γὰρ ἐπισκέψεται ὑμᾶς ὁ κύριος». εἰ μὴ ἐλπὶς ἦν ἀναστάσεως, τίς ὀστέων ἡ ἐπιμέλεια ἐν τῷ περὶ τῶν φθειρομένων ὀστέων 94.9 ἐντέλλεσθαι τοὺς δικαίους; πρώτη φωνὴ τῷ Μωυσῇ ἡ τοῦ θεοῦ μαρτυρία· «ἐγὼ ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ»,τῶν ἐν κόσμῳ μὲν κοιμωμένων παρ' ἐμοὶ δὲ ζώντων. ἓν πνεῦμα καὶ τὸ αὐτὸ τὸ λαλῆσαν ἐν νόμῳ καὶ ἐν εὐαγγελίῳ διδάσκον. τοῦτο γὰρ καὶ Σαδδουκαίοις ὁ σωτὴρ ἐσήμαινεν «ὁ λαλῶν ἐν τοῖς προφήταις ἰδοὺ πάρειμι». 95.1 Ὑποδείξῃ δὲ καὶ ἡ ῥάβδος τοῦ Ἀαρὼν ξηρὰ οὖσα διὰ πολλῶν τάχα ἐτῶν καὶ ἐν σκηνῇ ἀφ' ἑσπέρας καὶ ἄχρι τῆς ἕω καταλειφθεῖσα. αὐτοῖς γὰρ μετὰ καμάτων τὰ ζῶντα δένδρα διὰ δεκαδύο μηνῶν κατὰ περίοδον ἐνιαυτοῦ πληρουμένου καρποὺς γεννᾷ, ἡλίου τε θάλποντος ὑετῶν ἀρδευόντων δρόσων πεταννυουσῶν νυκτός τε καὶ 95.2 ἡμέρας τρεφουσῶν, ὑπὸ μίαν δὲ νύκτα τὸ δυσχερὲς εὐχερὲς ὁ θεὸς εἰργάσατο. ἐβλάστησε γὰρ ἡ ξηρὰ ῥάβδος καὶ φύλλα ἐκβάλλει καὶ καρποὺς πεπείρους. τὰ ὅμοια γὰρ ὑπέδειξεν ὁ θεὸς τῆς μελλούσης 95.3 ὑπ' αὐτοῦ ἔσεσθαι ἀναστάσεως. συλλαμβανομένων δὲ τῶν παίδων κατὰ τὸν σεμνὸν γάμον, ὃν ὁ κύριος ὑπέδειξε, πρῶτον καταβάλλεται σπέρμα τῆς ἀκολουθίας, ὡς κατέδειξεν ὁ κύριος, κατὰ τὰς γεννητικὰς μήτρας· χρόνων δὲ ἀνακυλιομένων τὸ καταβληθὲν ἐν τῇ γαστρὶ τελεσφορεῖται διὰ χρόνου ἐνναμηνιαίου· φημὶ δὲ ὑπὸ ἐννέα μηνῶν τὸν 95.4 ἀριθμὸν τελεσιουργεῖται τὸ κυϊσκόμενον καὶ γεννᾶται. ἐν δὲ τῇ ἀναστάσει οὐχ οὕτως· ὑπὸ θῆξιν γὰρ τὸ ἔργον. «σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι». ὡς ἔδειξεν ὁ κύριος ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ὅτι τὰ κάρυα τὰ ἐν τοῖς ζῶσι δένδροις διὰ δεκαδύο μηνῶν ἐγκυμονούμενα ἐν τῷ ξηρῷ ξύλῳ πυκάζονται καὶ βλαστοὶ 95.5 γίνονται καὶ ὑπὸ μίαν νύκτα, οὐ μόνον δὲ ἀλλ' ὑπὸ θῆξιν μιᾶς ὥρας ἐτελεσιούργησε τὸ διὰ δεκαδύο μηνῶν ὡς εἴρηται γινόμενον· καὶ ὡσαύτως τὸ δι' ἐννέα μηνῶν ἐν τῇ κοιλίᾳ γενόμενον βρέφος, ὃ διὰ πολλοῦ τοῦ χρόνου συναχθὲν τελειοῦται, ἐν δὲ τῇ ἀναστάσει ὑπὸ θῆξιν πληρωθὲν ἀνίσταται. 96.1 Πεισάτω τοὺς ἀπίστους ἡ δύναμις τοῦ κυρίου, οὗ οὐδεὶς «ἀνθίσταται τῷ βουλήματι». ἀκουσάτω Μωυσῆς καὶ ἐπιδεικνύτω. «τί ἐν τῇ χειρί σου;» φησὶν ὁ κύριος· ὁ δὲ εἶπε «ῥάβδος». ἡ δὲ ῥάβδος ξυλίνη ἦν αὕτη, ξηρὰ δὲ πάντως. καί φησι «ῥῖψον αὐτὴν ἐπὶ τῆς 96.2 γῆς. καὶ ἔρριψε» τὴν ξηρὰν ῥάβδον. καὶ τὸ ξηρὸν ὁ θεὸς ὑγρὸν ἐπετέλει καὶ οὐ μόνον ὑγρόν, ἀλλὰ καὶ ἔμψυχον, ἀλλὰ καὶ τῇ φύσει 96.3 παρηλλαγμένον καὶ τῇ οὐσίᾳ ἑτέρως ἐσχηματισμένον. οὐκ ἦν φάντασμα τὸ ἔργον· ἀλήθεια γὰρ θεοῦ προστάγματι ἐργάζεται καὶ οὐ φαντασία. ἐν ἅπασι γὰρ διορθουμένην τὴν ἡμῶν διάνοιαν παρέστησε 96.4 διὰ Μωυσέως πρὸς τὴν ἀλήθειαν. ἔγνω γὰρ ὁ προφήτης ὅτι τὸ γινόμενον οὐκ ἦν δοκήσει, ἀλλ' ἀληθείᾳ ἐν τῷ ἀποδρᾶσαι· εἰ γὰρ φαντασίαν ᾔδει τὸ γινόμενον, οὐκ ἀπεδίδρασκεν ἀπὸ προσώπου τοῦ 96.5 ὄφεως. ἀλλὰ μὴ πάλιν τοῦτο εἰς