1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

82

σωμάτων τῶν ἁγίων, ἀλλὰ σώματα τῶν ἁγίων· καί «ἐνεφανίσθησαν πολλοῖς», οὐκ ἄλλοι ὄντες παρὰ τοὺς τετελευτηκότας, ἀλλ' ἐπιγινωσκόμενοι 100.4 παρὰ τῶν ἰδίων, ὅτι οὐ πρὸ χρόνων ἦσαν τετελευτηκότες. καὶ ἄλλοις δεῖξαι δὲ βουλόμενος ὁ κύριος ἡμῶν τὸ θαῦμα, τὰ δὴ δυσχερῆ ἐκεῖνα εὐχερῆ δεικνὺς ἐπετέλει. καὶ ὅτε μὲν ἔρχεται πρὸς τὴν προσφάτως τελευτήσασαν κόρην, τὴν θυγατέρα τοῦ ἀρχισυναγώγου, ἐπειδὴ αὐτῇ τῇ ὥρᾳ τετελεύτηκε, κατηξίωσεν αὐτῇ εἰπεῖν· «ἀνάστηθι ἡ παῖς»· τῷ δὴ ἀνάστηθι ἰσχυροποιῶν τὸ ἤδη λελυμένον, ἐπειδὴ ἔτι ἐν τῇ 100.5 κλίνῃ ἦν. τὸν δὲ υἱὸν τῆς χήρας τῆς ἐν τῇ Ναΐν, ἐπειδὴ ἤδη ἐν τῇ σορῷ ἐξεφέρετο, εὐχερέστερον ἤγειρεν· «ἥψατο γὰρ τῆς σοροῦ» καὶ οὐκ εἶπέ τι τῷ παιδί, ἀλλὰ μόνον ἥψατο τῆς σοροῦ καὶ ἀνέστη. 100.6 τὸ δὲ ἔτι βαθύτατον καὶ παρ' ἐλπίδα ἀνθρώπων πολλῷ μακρότερον, ὅτε ἦλθεν ἐπὶ τὸν τετραήμερον Λάζαρον, οὐδὲ εἶπεν ἀνάστηθι, οὐδὲ ἥψατο τῇ χειρὶ τοῦ μνήματος, ἀλλ' οὕτως ἐν ἑτοίμῳ καλεῖ ἐν τῇ 100.7 ἰδίᾳ ἐξουσίᾳ, «Λάζαρε, δεῦρο ἔξω». πολὺ δὲ εὐχερέστερόν ἐστι καὶ ἑτοιμότερον τό «δεῦρο ἔξω» παρὰ τὸ ἅψασθαι, τὸ δὲ ἅψασθαι πάλιν εὐχερέστερόν ἐστι πολὺ τοῦ καλέσαι «ἡ παῖς ἀνάστηθι». ὧδε δὲ πάντα ποιεῖ ὁ ἅγιος τοῦ θεοῦ Λόγος, ἵνα ἡμῖν τὴν ἐλπίδα ὑποδείξῃ τῆς ἀναστάσεως. 101.1 Εἰ δὲ βουληθείην τὰς πάσας μαρτυρίας ἐκ πασῶν τῶν γραφῶν ἐκλέξασθαι, μικρὸς μὲν ὁ ἡμέτερος νοῦς βραχύς τε καὶ ἰδιώτης, ὅμως διὰ τὸ πλῆθος δέδια μὴ εἰς πολὺ πλάτος ἐπεκτείνω τὸν λόγον· συνελὼν δὲ ἐρῶ ὅτι ἡ ἡμῶν σωτηρία σύντομός ἐστιν, ἐν πᾶσι δὲ 101.2 ὁμοία, μιᾶς ἐλπίδος τῆς ἀναστάσεως ἡμῖν κεκηρυγμένης. ταῦτα δὲ ἀπιστοῦσιν ἄπιστοι, παραφθείρουσι κακόδοξοι, οὐ δέχονται φιλόνεικοι, ἀπωθοῦνται κενόδοξοι. τοῖς δὲ πᾶσιν ὁ θεὸς τὸ ἔλεος παράσχῃ καὶ 101.3 διαυγάσῃ τὰ ζεζοφωμένα τῶν διανοημάτων. Ἕλληνες μὲν γὰρ μὴ λαβόντες πνεῦμα ἅγιον ἐλεγχθήσονται ὑπὸ τῆς ἀληθείας καὶ πασῶν τῶν προλεχθεισῶν μαρτυριῶν, μάλιστα δὲ ὑφ' ὑμῶν τῶν υἱῶν τῆς 101.4 ἁγίας τοῦ θεοῦ ἐκκλησίας καὶ ὀρθοδόξου πίστεως. διδάσκετε γάρ, λαβόντες πνεῦμα ἅγιον καταξιωθέντες τε λόγου εὐθέτου «ἐν ἀνοίξει τοῦ στόματος», πρῶτον μέν, ὅτι μαθηταὶ τοῦ Χριστοῦ καταξιωθέντες εἶναι τοῦ «ἀρχιποίμενος» καὶ «προστάτου τῶν ἡμετέρων ψυχῶν» *, ὡς τὰ τρόφιμα τοῖς τοῦ Χριστοῦ ποιμνίοις τοῖς ἑαυτῶν λαοῖς συναγαγόντες μεριμνῶντές τε ὅπως ἑαυτούς τε καὶ τὰ τοῦ θεοῦ θρέμματα, φημὶ δὲ τὸν βουλόμενον πάντως ὠφελεῖσθαι, ἐκ τῆς ἁγίας γῆς 101.5 τῆς παρὰ Μωυσῇ αἰνιττομένης θρέψητε. τίς δὲ τῶν εὖ φρονούντων εἰς ὑμᾶς τοὺς εὐλαβεῖς καὶ πιστοὺς σκοπῶν, ὦ ὀρθόδοξοι καὶ υἱοὶ τῆς ἐκκλησίας ἐνίους γὰρ λέγων πάντας τοὺς υἱοὺς τῆς ἀληθείας 101.6 λέγω, κατὰ τὸ γεγραμμένον, τίς περὶ τούτων ἀμφιβάλοι; σοφῆς γὰρ ὄντες καὶ ἀνδρειοτάτης υἱοὶ γυναικός, ἧς τὸ κλέος παρὰ Σολομῶντι λέγοντι «γυναῖκα ἀνδρείαν τίς εὑρήσει;» ὡς σπανίας οὔσης, μᾶλλον 101.7 δὲ μιᾶς, τὸ κρεῖττον ἐκλέξεσθε καὶ τὸ ὠφέλιμον ἀγαπήσετε. ἀνδρείαν δὲ γυναῖκα νοεῖτέ μοι τὴν ἐκκλησίαν τοῦ θεοῦ, τὴν ὑμῶν μητέρα, ἧς οὐδὲν ἀνδρειότερον, θνῃσκούσης καθ' ἕκαστον ἐπεγειρόμενον διωγμὸν ὑπὲρ τοῦ ὀνόματος τοῦ ἰδίου ἀνδρός. 102.1 Αὕτη οὖν ἡ ἐπιεικεστάτη τὸν ἴδιον νυμφίον ἀκριβῶς ἐρωτᾷ ἐν τῇ βίβλῳ τῶν ᾀσμάτων «ποῦ ποιμαίνεις; ποῦ κοιτάζεις ἐν μεσημβρίᾳ;» ποιμαίνει δὲ Χριστὸς ἐν ἁγίᾳ γῇ τῇ προειρημένῃ καὶ οὐ μόνον ποιμαίνει, ἀλλὰ καὶ προστάσσει λύειν τὸ ὑπόδημα τῶν ποδῶν τῶν 102.2 ποιμένων, ὡς Μωυσῇ πρῶτον λέγει· παρ' οὗ τὴν παράδοσιν παρειληφότες καὶ αὐτοὶ τοὺς εἰς τὴν ἁγίαν ἐπιστήμην εἰσαγομένους ἀσφαλῶς χειραγωγεῖτε πρῶτον, τὰ ὑποδήματα ἑκάστου ἐπιλύεσθαι ἐπιμελό102.3 μενοι.