1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

83

ὑποδήματα δὲ ἑκάστου ἡμῶν ἔχει διαφοράν. τῇ γὰρ ἰδίᾳ ἑαυτοῦ πράξει ἕκαστος ὑπεδήσατο. καὶ λοιπὸν ὑμῶν τῶν μαθητῶν καὶ καλῶν ποιμένων ὑπακούων ἕκαστος, ὃς μὲν ὑπεδήσατο εἰδωλολατρείαν, ὑπελύσατο τῇ ὑμῶν νουθεσίᾳ, ἄλλος δὲ μοιχείαν ὑπελύσατο, 102.4 ἕτερος πορνείαν, ἄλλος κλοπήν, ὃς δὲ πλεονεξίαν. οὐ μόνον δέ, ἀλλὰ καὶ λόγοις στυγητοῖς καὶ αἰσχροῖς ῥήμασιν ἀποτασσόμενοι μακαρίαις ἐλπίσιν «ὑπὸ χεῖρα κραταιὰν» τοῦ ἀγαθοῦ ποιμένος δι' ὑμῶν τῶν καλῶν, τῶν μαθητῶν ἕκαστος βουκολεῖσθαι παραδίδωσιν ἑαυτόν· ἀφέξεται 102.5 γὰρ ἕκαστος πάντως τῆς πλάνης. καὶ πρὸ ὀφθαλμῶν παρατίθεσθε τὴν ἀλήθειαν, εἴδωλα μὲν παραχαράττοντες καὶ ἀναφανδὸν τὴν περὶ αὐτῶν πλάνην ἀνακηρύττοντες οὔτε γὰρ νεκροὺς τούτους ἡγεῖσθε, ἐπεὶ μήποτε ἔζησαν, κενὰ δὲ καὶ μάταια καὶ οὐκ ὄντα εἰκότως πάντας 102.6 πάντοτε διδάσκοντες. οὐ γὰρ ἦσάν ποτε, ἵνα τι ὦσιν ἐκεῖνοι· εἰσὶ δὲ κακοδαίμονες, ἀνθρωπίνης διανοίας παράθεσις, ἡδονῶν ἀφορμὰς ἐπιρρώσασα· καὶ ἔνθεν ὑπὸ ἑκάστου τὸ ἴδιον πάθος εἰς σέβασμα 102.7 κυρωθὲν τετόλμηται. πρῶτον γὰρ εὐθὺς ὅτε τοῦτο τοῖς ἀνθρώποις ἐκαινοτόμητο διὰ δαιμόνων κακουργίας, «πρώτη» αὕτη «πορνεία» ἀπεφθέγγετο καὶ σκιογραφίαις τὰ εἴδωλα προετυποῦτο. ἔπειτα τέχνην τὴν ἰδίαν, ἣν μετὰ χεῖρας εἶχεν ἕκαστος, δι' ἧς τὴν εὐπορίαν ἔσχεν, εἰς σέβασμα τοῖς ἰδίοις παρεδίδου τέκνοις καὶ διὰ τῆς ὕλης τῆς ἰδίας τεχνουργίας θεοὺς ἀνεπλάσαντο, καὶ κεραμεὺς μὲν ἐκ πηλοῦ, τέκτων ἐκ ξύλου, χρυσοχόος ἐκ χρυσίου καὶ ἀργυροκόπος ὡσαύτως. 103.1 ἔτι δὲ πάλιν ἕκαστος τὸ ἴδιον πάθος εἰς μορφοεμφερείας πρὸ τῶν ἰδίων ὀφθαλμῶν διέγραφεν, ὁ μὲν αἱμοβόρος τις ἀνὴρ Ἄρεα φάσκων, μοιχὸς δὲ ἢ μοιχὰς τὴν πολύκοινον Ἀφροδίτην, τύ103.2 ραννος δὲ Νίκην ἀναπτερώσας. αὐχμώδης γὰρ καὶ περὶ τὰ βιωτικὰ κεχηνὼς Κρόνου τὸν τύπον ἔγραφε, θηλυνόμενος δὲ Κυβέλην καὶ Ῥέαν διὰ τὸ ῥευστόν, οἶμαι, τῆς ἀπὸ τῶν σωμάτων πολυμιξίας. 103.3 ἄλλος τε ῥεμβὸς ἢ ῥεμβὰς Ἄρτεμιν κυνηγέτριαν προετύπου καὶ μέθυσον ∆ιόνυσον καὶ πολύμοχθον Ἡρακλέα, πολύμιξ δέ τις ∆ία καὶ 103.4 Ἀπόλλωνα. καὶ τί μοι τὰ πλήθη λέγειν μυρίων παθῶν ἐν ἀνθρώποις ὑπαρχόντων; πλέον δὲ πάντων Αἰγύπτιοι πλανηθέντες οὐ μόνον τὰ ἴδια πάθη ἐσεβάσθησαν, ἀλλὰ πτηνὰ καὶ τετράποδα, χερσαῖά τε καὶ ἔνυδρα καὶ ἀτίθασσά τινα θηρία καὶ τὰ εἰς δοῦλα αὐτοῖς 103.5 ὑπὸ τοῦ ἁγίου θεοῦ παραδοθέντα τῇ τάξει «μετήλλαξαν»· καὶ ὡς ὄντες τῇ διανοίᾳ κτηνώδεις ὑπερασεβοῦσι, τὰ ζῷα τὰ παρ' αὐτοῖς θεοποιοῦντες καὶ οὐκ αἰσχυνόμενοι, κύνα τὸ ὑλακτικόν, αἴλουρον τὸ ἑρπετοφάγον, τράγον τὸ ἀκόλαστον, πρόβατον τὸ βληχρόν, κροκόδειλον τὸ πολυσχιδὲς καὶ ἀμειδέστατον, ἶβιν τὴν ἰοβόρον καὶ ἰκτῖνα καὶ ἱέρακα καὶ κόρακα τὰ δουλοπρεπέστατα, ὄφιν δὲ τὸ σκολιὸν καὶ 103.6 ἀηδέστατον. καὶ ἁπαξαπλῶς ὢ τῆς μεγάλης αἰσχύνης τῶν μήτε ὄψει τὸν ἑαυτῶν ἔλεγχον κατανοούντων καὶ μήτε ἀκοαῖς τὴν αἴσθησιν παραλαμβανόντων μήτε διανοίᾳ * τῶν παρ' αὐτοῖς ματαίως γινο103.7 μένων συνιέντων. κακῷ γοῦν μόρῳ πεπληγμένοι εἰσὶ μηδὲ τοῖς ἰδίοις φιλοσόφοις ἐγκαταυγαζόμενοι μηδὲ τοῖς τῆς ἀληθείας ἐγκυκλη103.8 ταῖς συνθεαταὶ γινόμενοι. οὐκ ἀκούουσι γὰρ ∆ιαγόρου τοῦ τὸν ἴδιον Ἡρακλέα ξύλινον ὄντα δι' ἀπορίαν ξύλων ὑποκαύσαντος καὶ ἐπισκωμματικῶς αὐτῷ λέγοντος· «ἄγε δή, Ἥρακλες, τὸν τρισκαιδέκατον ἆθλον ἐκτελῶν πάρελθε, τὸ ὄψον ἡμῖν ἑψήσων»· ὃν δὴ λαβὼν καὶ σχιδακίσας, καταγελῶν τοῦ ἰδίου θεοῦ ὡς οὐκ ὄντος, τῷ παρατεθέντι αὐτῷ ἀρίστῳ γελοιάζων ἐτρέφετο. 104.1 ἄλλος δὲ Ἡράκλειτος Αἰγυπτίοις φησίν· εἰ θεοί εἰσι, διὰ τί θρηνεῖτε αὐτούς;