84
Τυφῶνα γὰρ καὶ Ὄσιριν καὶ ἄλλους καταχθονίους λιγυρῶς θρηνῳδοῦντες ὡς κεκηδευμένους πενθοῦσι. φησὶ γοῦν οὗτος· εἰ θεοί εἰσι, διὰ τί θρηνεῖτε 104.2 αὐτούς; εἰ δὲ τεθνήκασι, μάτην θρηνεῖτε αὐτούς. ἄλλος δέ, κωμικὸς Εὐδαίμων τοὔνομα, φησίν «εἴπερ εἰσὶ θεοί, οὐ δύναμαι περὶ αὐτῶν λέγειν οὐδ' ὁποῖοί τινές εἰσι ἰδέαν δηλῶσαι. πολλὰ γάρ εἰσι τὰ 104.3 κωλύοντά με». καὶ Ὅμηρος δέ φησιν «οὐκ ἀγαθὸν πολυκοιρανίη». ὁ δὲ Φιλήμων, ἕτερος κωμικός, φησίν «οἱ ἕνα θεὸν σέβοντες ἐλπίδας 104.4 ἔχουσι καλὰς εἰς σωτηρίαν». Ἆπις γὰρ εὐθὺς ὁ ἀχυροφάγος μόσχος ὑπὸ Κάμπυος, τοῦ τῶν Ἀσσυρίων βασιλέως, ξίφει τὸν μηρὸν πλήτ104.5 τεται, ἵν', εἰ ῥεύσει αἷμα, ἐλεγχθῇ μὴ ὢν θεός. Κρονικοὶ δὲ οὐκ ἀρνοῦνται τὸν ἴδιον αὐτῶν θεὸν ἐγκαθεῖρχθαι ἁλύσεσι σιδηραῖς, οὕτως ἡγούμενοι. εἰ δέ τις ἐν καθείρξει ὑπάρχει, οὐχ ἁπλῶς ὅτι ἑνὶ μείζονι ὑπόκειται, ἀλλὰ καὶ ὡς κακοῦργος ὁ τοιοῦτος ἐν καθείρξει ἐστίν. 104.6 εἰ δὲ καὶ περὶ * Ἴσιδός μοι ἔσται λόγος τῆς ἤδη καὶ Ἀτθίδος καὶ Ἰοῦς λεγομένης, θυγατρὸς δὲ Ἄπιδος τοῦ Καππαδόκου τοῦ καὶ Ἰνάχουκαλουμένου, αἰσχύνομαι μὲν ἴσως τὰς ἐκείνων πράξεις ἀνακηρῦξαι· 104.7 πλὴν δὲ οὐκ αἰσχυνθήσομαι λέγειν ἃ αὐτοὶ προσκυνεῖν οὐκ αἰσχύνονται. αἰσχυνέσθωσαν δὲ οἱ ταύτης προσκυνηταὶ καὶ τῆς Ἀφρογενείας τὰς ἑαυτῶν θυγατέρας τε καὶ γυναῖκας καὶ ἀδελφὰς τὰς 104.8 τῶν θεῶν αὐτῶν πράξεις μιμεῖσθαι παραινοῦντες. καὶ εὐθὺς μὲν Ὀσίρεως ἐρῶσαι τοῦ ἰδίου αὐτῶν ἀδελφοῦ Τυφῶνός τε τοῦ ἄλλου ἀδελφοῦ τοὺς ἰδίους ἀδελφοὺς κατ' ἀλλήλων στρατεύουσι. πολλὴ δὲ αἰσχύνη θεᾶς τῆς μήτε αἰδοῦς τοῦ ἰδίου ἀδελφοῦ αἰσθομένης, ἀλλ' ἐρώσης μὲν καὶ μὴ ἀρκουμένης τοῖς ἔξωθεν ἀνδράσιν, ἀλλὰ καὶ ἕως 104.9 τοῦ ἰδίου ἀδελφοῦ φθανούσης. οὐ μόνον δέ, ἀλλὰ καὶ ἀδελφοκτονίαν διὰ τὴν ἰδίαν τῆς ἐπιθυμίας ἀκορεστίαν τοῖς φιλτάτοις ὑποδείκνυσι. 104.10 καὶ Ὧρον μὲν ἕνα γεννᾷ παῖδα, ἣ οὐκ ἠδυνήθη παραστῆσαι, τίς ὁ γνήσιος ἀληθῶς ἔστιν αὐτοῦ πατήρ. εἰ γὰρ μὲν Τυφῶνα ὀνομάσῃ, διστάζει μὴ οὐκ ἔστιν αὐτοῦ γονεύς· εἰ δὲ τὸν Ὄσιριν, τίς τούτου 104.11 τὴν ἀκρίβειαν παραστήσειε; καλὸν δὲ θεὸν αὐτὸν γενέσθαι ἡ τοιαύτη μήτηρ ἐδίδασκε, παραλαβοῦσα αὐτὸν καὶ ἐν Τύρῳ πορνεύσασα 104.12 ἔτη δέκα. Σέραπιν δὲ τὸν Ἆπιν βασιλέα καλούμενον Σινωπέων παῖδες θεοποιοῦντες τυραννίδι μᾶλλον ἐδούλευσαν ἤπερ ἀληθείᾳ. 105.1 Ταῦτά ἐστι τῶν παρ' Αἰγυπτίοις τιμωμένων θεῶν τὰ ἐπίχειρα, ὧν τὸ κατὰ μέρος εἰπεῖν * πολὺς χρόνος ἀναλωθήσεται. Ἕλληνες δὲ οἱ δοκοῦντές τι εἶναι ἐν ἑαυτοῖς, λόγοις μόνον καὶ ὀξύτητι γλώσσης φιλοσοφοῦντες καὶ οὐκ ἔργοις, πλέον πάντων ἐξώκειλαν· 105.2 οἵτινες κατάγουσι Κρόνον ἀπ' Οὐρανοῦ, λέγοντες αὐτὸν ἀπὸ τοῦ Οὐρανοῦ γεγεννῆσθαι καὶ τὰ μόρια τοῦ ἰδίου πατρὸς τετμηκέναι ὢ κακῆς πράξεως, αἰσχρᾶς τε ὑπονοίας· ὃς εἰ μὴ ἐτμήθη, πολλοὶ 105.3 Κρονίωνες ἦσαν. οὗτος δὲ ὁ γεννάδας, ὁ ἕως πατρὸς πεφθακώς, οὐκ ἠρκέσθη ἐπὶ τῇ πρώτῃ ἀσεβείᾳ, ἀλλὰ νέος μὲν ὢν ἀδικεῖ τὸν 105.4 πατέρα, πρεσβύτης δὲ γεγονὼς τὰ ἴδια αὐτοῦ τέκνα, Ποσειδῶνα μὲν καταπίνων καὶ Πλούτωνα, ∆ία δὲ ἀναζητῶν καὶ ἐμπαιζόμενος ὑπὸ τῆς Ῥέας καὶ πέτραν μεγάλην ἐσπαργανωμένην ἀντὶ βρέφους κατα105.5 πίνων· ὡσεὶ θεὸς τάχα *. εὐγενῶν δὲ γονέων ὑπάρχων ἵν' οὕτως εἴπω ὁ τούτου παῖς, Ζεὺς τούτῳ ὄνομα, ἐκινδύνευε πασῶν τῶν γυναικῶν ἀνὴρ γίνεσθαι καὶ ὁ τούτου υἱὸς Ἑρμῆς. καὶ εἴθε κατὰ τοὺς νόμους ὑποπροίκιός τις ἐγένετο καὶ μὴ κλεψίγαμος πάντοτε 105.6 καὶ κακεργάτης· Πηνελόπην μὲν γὰρ φθείρει, δι' ἡδονὴν τράγος γενόμενος· τράγος δὲ οἶμαι ἐγίνετο διὰ τὸ ἀκμαῖον τῆς τοῦ γενείου 105.7 παραπλοκῆς. πρὸς ∆ανάην δὲ Ζεὺς ὁ πρῶτον ἡμῖν καλούμενος χρυσὸς ἐγίνετο, ἵνα παρθένον σώφρονα θαλαμευομένην φθείρῃ· χρυσὸς δὲ ἐκεῖνος οὐκ