1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

6

ὕδατι. Τοιαῦται τῶν φιλοσωμάτων αἱ ἀβουλίαι, τοῦτο τῶν φιλοπλούτων καὶ φιληδόνων τὸ τέλος. 1.12.1 Καὶ προσήκει τὸν συνετὸν καὶ προμηθῆ τοῦ μέλλοντος, οἷον φάρμακόν τι προφυλακτικὸν νοσήματος τὴν παραβολὴν ἡγησάμενον, φυγεῖν τῶν ὁμοίων κακῶν τὴν πεῖραν, τὸ συμπαθὲς καὶ φιλάνθρωπον ὡς αἰτίαν τῆς ζωῆς τῆς μελλούσης ἀσκήσαντα. ∆ραματικῶς γὰρ ἡμῖν ὁ λόγος τὴν νουθεσίαν ἐπὶ προσώπων ὡρισμένων ἐξέθετο, ἵνα ἐμψύχως καὶ δεικτικῶς παιδευθέντες τῆς ἀγαθῆς πολιτείας τὸν νόμον, μηδέποτε καταφρονήσωμεν τῶν τῆς Γραφῆς παραγγελμάτων ὡς ἄχρι λόγου μόνον φοβούντων, οὐ μὴν τὴν ἀπειλὴν προαγόντων εἰς τιμωρίαν. 1.12.2 Οἶδα γάρ, ὡς οἱ πολλοὶ τῶν ἀνθρώπων ταῖς τοιαύταις ὑπονοίαις δελεαζόμενοι ἀκώλυτον ἑαυτοῖς τοῦ ἁμαρτάνειν τὴν ἐξουσίαν χαρίζονται. Πᾶν δὲ τοὐναντίον παρὰ τῆς προκειμένης Γραφῆς διδασκόμεθα ὡς οὐδὲ συγγνώμη τις τῆς ἐκεῖ κρίσεως ἐπελαφρύνει τὴν κόλασιν, οὐδ' ἐλαττοῖ τὴν ὡρισμένην τιμωρίαν φιλανθρωπία, εἴ γε δεῖ ταῖς φωναῖς τοῦ πατριάρχου τεκμηριῶσαι τὸν λόγον. 1.12.3 Πολλὰ γὰρ ἱκετευθεὶς παρὰ τοῦ πλουσίου καὶ μυρίων ἐλεεινῶν ἐπακούσας φωνῶν οὔτε τοῖς ὀδυρμοῖς ἐπεκλάσθη οὔτε τῆς ὀδύνης ἐξείλετο τὸν πικρῶς μαστιζόμενον, ἀλλ' αὐστηρῷ δὲ τῷ φρονήματι τὴν δικαίαν κρίσιν ἐκύρωσεν εἰπών, ὅτι πρὸς ἀξίαν ἑκάστῳ διεκλήρωσεν ὁ Θεός· καὶ σοὶ μὲν ἐπὶ τοῦ βίου τρυφήσαντι κατὰ τῶν ἀλλο τρίων συμφορῶν δίκη τοῦ πλημμελήματος ἐπετέθη ἃ πάσχεις· τῷ δ' ἐκεῖ μοχθήσαντι καὶ πατηθέντι καὶ πικρᾶς ἀνασχομένῳ τῆς ἐνσάρκου ζωῆς γλυκεῖα τις καὶ εὐφραίνουσα ἡ ἐνθάδε ἀπενεμήθη κατάστασις. 1.12.4 Πρὸς δὲ τούτοις καὶ χάσμα μέγα εἶναι φησιν, τὸ κωλύον αὐτοὺς τὴν πρὸς ἀλλήλους ἐπιμιξίαν καὶ διεῖργον τοὺς τιμωρουμένους ἀπὸ τῶν τιμωμένων, ἵνα εὐκρινῶς διάγωσιν ἀπ' ἀλλήλων ἀμφότεροι ἀσύγχυτον ἔχοντες τῶν ἀγαθῶν καὶ τῶν κακῶν τὴν ἀπόλαυσιν. Οἶμαι δὲ τὴν αἰσθητὴν παραβολὴν νοητῆς εἶναι θεωρίας αἴνιγμα. Οὐ γὰρ δὴ τάφρον ὄντως ἐννοήσωμεν ἐκεῖ πρὸς τῶν ἀγγέλων διορυχθεῖσαν, οἷάπερ ἐν τοῖς στρατοπέδοις γίνεται τὰ τῶν πολεμίων μεταίχμια, ἀλλὰ τὸν χωρισμὸν ἡμῖν ὁ Λουκᾶς ὑπογράφων ὃν ἀπ' ἀλλήλων εἰσὶ κεχωρισμένοι, οἵ τε κατ' ἀρετὴν καὶ οἱ ἑτέρως ζήσαντες, ὑπέθετο τὴν εἰκόνα τοῦ χάσματος. 1.12.5 Ἐπισφραγίζεται δὲ τὴν διάνοιαν ἡμῶν ταύτην καὶ Ἡσαΐας οὕτω πως λέγων· Μὴ οὐκ ἰσχύει ἡ χεὶρ Κυρίου τοῦ σῶσαι ἢ ἐβάρυνε τὸ οὖς αὐτοῦ τοῦ μὴ ἀκοῦσαι; Ἀλλὰ τὰ ἁμαρτήματα ὑμῶν διιστῶσιν ἀνὰ μέσον ὑμῶν καὶ ἀνὰ μέσον τοῦ Θεοῦ.

2.t.1 Τοῦ αὐτοῦ ὁμιλία ἐκ τοῦ κατὰ Λουκᾶν εὐαγγελίου εἰς τὸν οἰκονόμον τῆς ἀδικίας

2.1.1 Πολλάκις ὑμῖν εἶπον διαλεγόμενος, ὅτι πεπλασμένη τις καὶ ψευδὴς ἔννοια τοῖς ἀνθρώποις ἐμπεσοῦσα πληθύνει τὰ ἁμαρτήματα καὶ ἐλαττοῖ τὰ ἀγαθά, ἅπερ ἕκαστος ὀφείλομεν ἐπὶ τῆς ἑαυτῶν πολιτείας ἀσκεῖν. Αὕτη δέ ἐστιν τὸ νομίζειν, ὅτι πάντα ὅσα ἔχομεν ἐν τῇ χρήσει τοῦ βίου ὡς κύριοι κεκτήμεθα καὶ δεσπόται. Καὶ ταύτης ἕνεκεν τῆς ὑπολήψεως σφοδρῶς ὑπὲρ αὐτῶν διαμαχόμεθα καὶ πολεμοῦμεν καὶ δικαζόμεθα καὶ εἰς ἄκρον αὐτῶν περιεχόμεθα ὡς ἐξαιρέτων κτημάτων. 2.1.2 Ἡ δὲ ἀλήθεια οὐχ οὕτως ἔχει, ἀλλὰ καὶ σφόδρα ἐναντίως. Πάντα γὰρ ὧν ἀπελάβομεν, οὐχ ἡμέτερα· οὔτε μὴν ἡμεῖς ὡς αὐθένται καὶ κύριοι τῷ βίῳ τούτῳ ὡς ἡμετέρᾳ οἰκίᾳ ἐνῳκίσθημεν, ἀλλ' ὡς πάροικοι καὶ ἐπήλυδες καὶ μετα νάσται ἀγόμεθα ὅπου οὐ θέλομεν καὶ ἡνίκα οὐ προσεδοκῶμεν. Ἀφαιρού μεθα δὲ τῶν ὄντων, ὅταν δόξῃ τῷ Κυρίῳ, τῆς κτήσεως. 2.1.3 ∆ιὸ καὶ εὐμετάβολον χρῆμα ἐστιν τὸ τῆς ἐπικήρου ταύτης