1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

65

τοῦ λέγοντος δύναμιν αὐτάρκως· ὅτι τῷ Θεῷ ἡμῶν ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

13.t.1 Ἀστερίου ἐπισκόπου Ἀμασείας προτρεπτικὸς περὶ μετανοίας 13.1.1 Ἀνὴρ Φαρισαῖος, ὡς ἀρτίως ἠκούσαμεν τοῦ Λουκᾶ λέγοντος, προτρέπει τὸν Κύριον εἰς ἑστίασιν καὶ ὑπωρόφιον ἄγει καὶ κοινὴν παρα τίθεται τράπεζαν. Ὁ δὲ οὔτε τὴν κλῆσιν ἀπαναίνεται οὔτε φεύγει τὸν ἄνθρωπον, μήτε μαθητὴν ὄντα μήτε πιστεύσαντα, τῷ γράμματι δὲ προσδεδεμένον τοῦ νόμου καὶ οὐδέπω πρὸς τὴν ἐπίγνωσιν τῆς ἀληθείας τοὺς ὀφθαλμοὺς ἀνοίξαντα, χαλεπῶς δὲ πρὸς τὰς ἐπαγγελίας ἀμβλυω ποῦντα τῶν προφητῶν. 13.1.2 Τί οὖν ἡμῖν τοῦτο τὸ κεφάλαιον ἀνέγραψεν ὁ Λουκᾶς; Πότερον ἵνα τὴν γνῶσιν ἔχωμεν ὧν ὁ Ἰησοῦς κατειργάσατο πολιτευόμενος ἐν τῷ σώματι, καὶ γνῶσιν ἱστορίας ἐπωφελοῦς παραλάβωμεν; ἢ νοῦ τινος ἐπωφελοῦς καὶ παιδευτικοῦ γέμει τὰ γράμματα τὸν ἡμέτερον βίον πρὸς τὸ ὀρθὸν καὶ ἀδιάστροφον κανονίζοντα; Οὕτως δὲ ἔχειν ἔγωγε ἡγοῦμαι καὶ ὑμᾶς προσῆκον πείθεσθαι. 13.1.3 Πολλοὶ γάρ εἰσι τῶν ἑαυτοὺς δικαιούντων φίλαυτοι καὶ αὐτάρεσκοι ἐν ὑπολήψει διὰ κενοῦ φρονήματος ὠγκωμένοι, ἁμαρτωλοὺς καλοῦντες τοὺς ἐγγίζοντας καὶ πρὶν ἐλθεῖν τὸ ἀληθινὸν κριτήριον ἑαυτοὺς ὡς ἄρνας ἀπὸ τῶν ἐρίφων χωρίζοντες καὶ πρὸς τὴν θύραν τῆς βασιλείας βλέποντες ὡς ἀναπε πταμένην αὐτοῖς, οὐ στέγης, οὐκ ἐδεσμάτων ἀξιοῦντες τοῖς πολλοῖς κοινωνεῖν, βδελυσσόμενοι δὲ πάντας τοὺς μὴ τὴν ἄκραν, ἀλλὰ τὴν μέσην ἐπὶ τοῦ βίου πορευομένους ὁδόν. 13.2.1 Ὁ τοίνυν Λουκᾶς, ὁ πλέον τῶν ψυχῶν ἢ τῶν σωμάτων ἰατρός, ἔγραψε τὸ ἐν χερσὶ διήγημα οὐ λόγον ἁπλῶς, ἀλλὰ φάρμακον τῶν νοσούντων αὐθάδειαν, αὐτὸν ἡμῶν τὸν Θεὸν καὶ Σωτῆρα δεικνύς, τὸν ἀσυγκρίτως καθαρὸν καὶ μόνον δίκαιον, συγγνωμονικῶς λίαν τοῖς κατεγνωσμένοις συναναστρεφόμενον καὶ τοῖς οὐδέπω κεκαθαρμένοις συνδιαιτώμενον, οὐχ ἵνα τι προσλάβῃ τῆς ἐκείνων κακίας, ἀλλ' ἵνα μεταδῷ τῆς οἰκείας δικαιοσύνης κατὰ τὴν ἡλιακὴν ταύτην τὴν φαινομένην ἐνέργειαν ὅσον ἀπὸ τοῦ κτίσματος παραστῆσαι τοῦ κτίστου τὴν πρόνοιαν. 13.2.2 Ἴσμεν μὲν γὰρ ὅτι καὶ ὁ ἥλιος οὐ τὰς ἡπλωμένας μόνον ἐπιλάμπει χώρας, ἀλλὰ καὶ ὅσαι κοιλότεραι καὶ τῆς ἀντρώδους ἔλαχον θέσεως. Παυσώμεθα τοίνυν, εἴ τινες οὕτως φρονοῦμεν ὡς ὁ λόγος φησίν· μιμησώμεθα δὲ τοῦ ∆εσπότου τὸ ἵλεων καὶ φιλάνθρωπον τοῖς ταπεινοῖς διὰ τοῦτο συγκαταβαίνοντες, οὐχ ἵνα ἑαυτοὺς τοῖς κειμένοις συνταπεινώσωμεν, ἀλλ' ἵνα κἀκείνους ὑψώσωμεν, οἷον κολυμβηταί τινες ἔφυδροι τοὺς πνιγομένους πρὸς τὸν ζωτικὸν ἀέρα τοῦτον ἀνέλκοντες. 13.3.1 Ἐπειδὴ δὲ πρὸς ἀρίστην νόησιν τὸ εὐαγγελικὸν γράμμα χειραγωγεῖ, φέρε πρὸς τὸν ἐμπεσόντα σκοπὸν ἑαυτοὺς ἀποτείνωμεν. Θαυμάζω σφόδρα τοὺς τὴν ἐμπαθῆ ταύτην καὶ φιλήδονον περικειμένους σάρκα, ἡττωμένους δὲ καθ' ἡμέραν ὕπνου καὶ γαστρός, οὐ μὴν οὐδὲ τῶν ἄλλων ἐρεθισμῶν ἀπείρως ἔχοντας τῶν ὅσοι γνώριμοι πᾶσιν ἡμῖν τοῖς τῆς μίας καὶ τῆς αὐτῆς κοινωνοῦσι φύσεως, ὅπως εἰσὶ σκληροὶ δικασταὶ τῶν ἁμαρτανόντων καὶ ἑαυτῶν συγγνώμονες· 13.3.2 ἀσθενεῖς ἀγωνισταὶ καὶ ἀπαραίτητοι νομοθέται, ὡς καὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἀναιρεῖν τὴν ἐλπίδα καὶ ἀποφράττειν, ὡς νομίζουσι, τὴν ἄφθονον τοῦ ἐλέους πηγὴν καὶ μετὰ πολλῆς δὲ τῆς αὐθεντίας ἀποκλείειν τοῖς πλανηθεῖσιν τῆς βασιλείας τὴν εἴσοδον. Τοῦτο δὲ οὐδὲν [ἄλλως] οἰκονομικόν, ἀπόγνωσιν ἐμποιεῖν ψυχαῖς ἰατρείαν ζητούσαις. Ὁ γὰρ τῆς θεραπείας ἀπελπίσας δοῦλος γίνεται καθάπαξ τῆς νόσου καὶ πρός γε πάσης τῆς τῶν ἡμετέρων Γραφῶν ἐπαγγελίας ἀλλότριος, οὐδὲ γὰρ ἐκεῖ τῷ συνετῶς ἐξετάζοντι