1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

66

τοιοῦτον, ὃ μὴ χάρις δωρεῖται καὶ θεραπεύει συγγνώμη. 13.3.3 Καὶ τίς οὕτως ὑπόκωφος καὶ ἀνήκοος τῶν λόγων τοῦ Ἰὼβ διαρρήδην πρὸς πάντας ἐκβοῶντος ὅτι Οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου, οὐδ' ἂν μία ἡμέρα ἡ ζωὴ αὐτοῦ; Τίς δ' ἂν σωφρονῶν τοιοῦτον φρονήσειεν, ὡς ὑποκείμενος εὐθύναις καὶ ταύταις ἐν δικαστηρίῳ Θεοῦ περιττὸν οἴεσθαι συγγνώμην καὶ ἀχρεῖον τὸν ἔλεον; 13.4.1 Εἰ δὲ καὶ πρὸς τὸ ἀκρότατον δικαιοσύνης καὶ ἀκριβείας ἦσαν ἐληλακότες, πατήσαντες δὲ ἀληθῶς κατὰ τὸ γεγραμμένον ἐπάνω ὄφεων καὶ σκορπίων, νικηταὶ δὲ καὶ στεφανῖται κατὰ τῆς ἁμαρτίας ἀνηγορεύθησαν, οὐδ' οὕτως ἐχρῆν πρὸς τὴν οἰκείαν ἀνδρείαν καὶ τῶν ἄλλων ἁπάντων κανονίζειν τὸν βίον, ἀλλὰ τῆς μὲν ἰδίας εὐδοκιμήσεως τῷ δεδώκοτι Θεῷ τὴν χάριν ὁμολογεῖν, ὅτι καὶ φύσιν ἡγεμονικῶς ἡνιόχησαν καὶ πειρασμῶν σατανικῶν οὐκ ἐγένοντο χείρους, τοῖς δὲ ἀσθενήσασιν ὀρέγειν φιλαδελφίας δεξίαν καὶ ἀνεγείρειν ἐκ τοῦ πηλοῦ καὶ καθαίρειν ἐκ τῶν μολυσμάτων. 13.4.2 ∆ιπλοῦν γὰρ ἂν οὕτως τὸν ἔπαινον ἤραντο τῆς τε ἰδίας ἀνδραγαθίας ὁμοῦ καὶ τῆς φιλαδέλφου καὶ χρηστῆς συμπαθείας τὰ γέρα λαμβάνοντες. Νυνὶ δὲ ἄνθρωποί τε ὄντες τῶν χαμαὶ ἐρχομένων καὶ ζῶντες βίον οὐ τὸν ἀγγελικὸν καὶ ἐγγὺς τῶν ἀσωμάτων, ἀλλὰ τοιοῦτον οἷον ἄν τις καὶ ὑπ' εὐθύνας ἀγάγοι καὶ σκώψειεν, δικάζουσιν αὐστηρῶς καὶ μετὰ πολλῆς τῆς αὐθεντίας τὴν κατακρίνουσαν φέρουσι ψῆφον, ὡς ἐμὲ πολλάκις ὑπὸ τοῦ τύφου καὶ τῆς ἀλαζονείας ἀποπνιγόμενον εἰπεῖν ἐπ' αὐτοῖς τὰς εὐαγγελικὰς ῥήσεις, ὅτι τὰς δοκοὺς ἐν τοῖς ἰδίοις ὀφθαλμοῖς μὴ βλέποντες τῶν ἀλλοτρίων ὄψεων ἀποφυσᾶτε τὰ κάρφη. 13.4.3 Καὶ τὰ βαρύτατα φορτία τοῖς ἄλλοις δεσμεύοντες περινοστεῖτε βαρεῖς κριταὶ καὶ ἀσθενεῖς ἀχθοφόροι τὸ βῆμα τοῦ Χριστοῦ προλαμβάνοντες καὶ τοῦ κριτοῦ τὴν ἀπόφασιν προαρπάζοντες, δοῦλοι καταφρονηταὶ καὶ ἀπαραίτητοι τῶν ὁμοδούλων κριταί. 13.5.1 Εἰ ζηλοῦτε Θεὸν ὡς κατ' εἰκόνα κτισθέντες, μιμήσασθε ὑμῶν τὸν ἀρχέτυπον· ὦ χριστιανοί, τὸ φιλάνθρωπον ὄνομα, ζηλώσατε τοῦ Χριστοῦ τὴν ἀγάπην, ἀποβλέψατε πρὸς τὸν πλοῦτον τῆς ἐκείνου φιλαν θρωπίας. Μέλλων γὰρ ἀνθρώποις ἐπιφαίνεσθαι δι' ἀνθρώπου προκαθῆκε τὸν Ἰωάννην, μετανοίας κήρυκα, μεταμελείας εἰσηγητὴν καὶ πάντας πρὸ Ἰωάννου προφήτας ἐπιστροφῆς διδασκάλους. 13.5.2 Εἶτα καὶ αὐτὸς μετ' ὀλίγον ἐπιφανεὶς οἰκείᾳ φωνῇ βοᾷ αὐτοπροσώπως· ∆εῦτε πρὸς μέ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Τοὺς δὲ τῇ κλήσει πεισθέντας πῶς ὑπεδέξατο; Ἄπονον ἔδωκεν τῶν ἁμαρτημάτων τὴν ἄφεσιν, ἀκαριαίαν καὶ σύντομον τὴν τῶν λυπούντων ἀπαλλαγήν· Λόγος ἡγίασεν, Πνεῦμα ἐσφράγισεν· ὁ παλαιὸς ἄνθρωπος ἐνετάφη τῷ ὕδατι, ὁ νέος ἐτέχθη ἀνηβήσας τῇ χάριτι. 13.5.3 Τί τὰ ἑξῆς; Ὁ ἄνθρωπος οἰκεῖος ἀντ' ἀλλοτρίου, υἱὸς ἀντὶ ξένου, μύστης ἐκ βεβήλου, ἅγιος ἐξ ἀσεβῶν. Ὁ τοίνυν ταῖς οὕτως μεγαλοπρεπέσι καὶ ἀνυπερβλήτοις δωρεαῖς πλουτισθείς, ἁμαρτὼν εἰς τὸν φιλότιμον καὶ ἀγαθὸν εὐεργέτην, παρὰ μὲν ὑμῖν τοῖς δυσκόλοις καὶ ἀμειλίκτοις δικασταῖς εὐθὺς μήτε λόγου μεταλαβών, πάντως ἂν ἐπὶ τὸν ὄλεθρον ἤχθη καὶ τῆς ἐνθάδε ζωῆς ἀποκοπεὶς καὶ τὴν ἐκεῖ κολαζόμενος. 13.5.4 Ἐπεὶ δὲ ἄλλος ἐστὶν ὁ τῆς ψήφου Κύριος, ὁ ποιῶν τὸ ἔλεος εἰς χιλιάδας καὶ μυριάδας καὶ μὴ θέλων τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ἀναμένων δὲ τὴν ἐπιστροφήν, οὐδ' οὕτως οἱ τὴν πρώην χάριν ὑβρίσαντες ἐτιμωρήθησαν, ἀλλὰ πάλιν δεύτερος ἔλεος ἀκολουθεῖ τῷ προτέρῳ καὶ ἀμνηστείᾳ συγγνώμη συν άπτεται καὶ δάκρυον στάζον ἰσοδυναμεῖ τῷ λουτρῷ καὶ στεναγμὸς ἐπί μοχθος ἐπανάγει τὴν χάριν πρὸς ὀλίγον ἀναχωρήσασαν. 13.5.5 Εἰ ἀπιστεῖς τῷ λόγῳ, Πέτρον ἐρώτησον ἐν τῇ οἰκίᾳ τοῦ ἀρχιερέως καθήμενον, καὶ λέξει σοι, ὅπως τὸ παράπτωμα τῆς ἀρνήσεως πικρῶς ὀδυράμενος ἐκαθάρθη καὶ οὐκ ἀνέλυσεν εἰς τὸν Σίμωνα, ἀλλὰ Πέτρος διέμεινεν ὁ ἀπόστολος. 13.6.1 Ἐγὼ δὲ νομίζω, ὅτι καὶ Ἰούδας ὁ Ἰσκαριώτης, εἰ μὴ ταχέως αὐτὸς ἑαυτοῦ ἐγένετο δήμιος ἀσύγγνωστον κρίνας τὴν ἁμαρτίαν, προσ πεσὼν δὲ τὸν ἔλεον