1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

63

πάθῃ δειλὸν καὶ τὴν πολλὴν ἐκλύσῃ προθυμίαν τῷ μεγέθει τοῦ φόβου. ∆ιὸ οὔτε ἄγγελον αὐτῷ ἔπεμψε βοηθὸν ὡς τοῖς ἀποστόλους ὕστερον ἐν τῷ δεσμωτηρίῳ, οὔτε τινὰ δύναμιν λειτουργικὴν καὶ ὁμοδοῦλον, ἀλλ' αὐτὸς ἑαυτὸν ἐνεφάνισεν. 12.8.2 Ἀπαρχὴ γὰρ ἐγένετο τότε τοῦ μαρτυρίου καὶ ἔδει τὸ πρῶτον ἔργον τελειωθῆναι, ἵνα οἱ ἑξῆς ἐποικοδομούμενοι μάρτυρες ἰσχυρὰν λάβωσι τοῦ ζήλου τὴν ὑποβάθραν καὶ μὴ δειλίας γένωνται μιμηταί, ὅπερ δὴ καὶ ἐπὶ τῶν κοινῶν γίνεται πολέμων. Εἷς γὰρ στρατιώτης πρόμαχος, ὁ τοῦ ἔργου παρασχὼν τὸ ἐνδόσιμον, νικήσας μὲν καὶ ἀνδρισάμενος πάντας τοὺς ἰδίους ἐπέρρωσε καὶ τοὺς ὑπεναντίους κατέ πληξεν, ἀσθενὲς δέ τι παθὼν εὐθὺς κατακλᾷ καὶ δειλίας πληροῖ τὰς τῶν ὁμοφύλων ψυχὰς καὶ φυγῆς γίνεται σύνθημα. ∆ιὰ τοῦτο μὲν ὁ Θεὸς οὐρανόθεν ἐφάνη. 12.9.1 Ὁ δὲ τῆς μεγάλης ὀπτασίας ἀξιωθεὶς οἵας οὐκ ἄλλος, οὐ κατέσχε σιωπῇ ἅπερ εἶδεν, ἀλλ' εὐθὺς ἐξεβόησεν· Ἰδοὺ θεωρῶ τοὺς οὐρα νοὺς ἀνεῳγμένους καὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ Θεοῦ. Ἐνόμισε γὰρ τὸ ἐξαγορεῦσαι τὴν ὁπτασίαν τοὺς ἀπίστους ἑλκύσειν εἰς συγκατάθεσιν. Οἱ δὲ τὸ λεχθὲν πλείονος ὀργῆς καὶ μανίας ἀφορμὴν ποιησάμενοι ἐπιφραξάμενοί τε τὰς ἀκοὰς πρὸς τὸν λόγον ὡς βλάσφημον εἴχοντο παραχρῆμα τοῦ φόνου. Ἑλκύσαντες δὲ ἔξω τῆς πόλεως τὸν χριστοφόρον ἄνθρωπον, βαστάζοντα τὴν ὑπομονὴν ὡς ὁ Κύριος τὸν σταυρόν, κακῷ τὸ κακὸν ἰῶνται καὶ φόνῳ ὑπὲρ τοῦ φόνου ἀπολογοῦνται καὶ τῷ σταυρῷ τοὺς λίθους συνάπτουσι. 12.9.2 Στήσαντες δὲ τὸν τρισμακάριον ἐπί τινος ἰσοπέδου χωρίου, τὸ μακρὸν ἐκεῖνο σῶμα καὶ ὑψηλὸν τῶν μαρτύρων τρόπαιον, καὶ κύκλῳ περισχόντες αὐτὸν ὁ τῶν αἱμάτων καὶ τῆς ὀργῆς δῆμος, καὶ τὴν καλουμένην ἐν τοῖς πολέμοις μιμησάμενοι σαγηνείαν ἔβαλλον λίθοις τὸν τοῦ ἀκρογωνιαίου λίθου διάκονον καὶ πᾶσα χεὶρ Ἑβραϊκὴ τὸν φόνον ἐνήργει· σκοπὸς δὲ ἦν τῶν ἀφιέντων ὁ μάρτυς ἑστὼς κατὰ μέσον ὡς σημεῖον τοξότου. 12.9.3 Ὡς δὲ πάντοθεν τὸ σῶμα περιθραυσθὲν καὶ λελουμένον τῷ αἵματι ὤκλαζε λοιπὸν πρὸς τὴν ὄρθιον στάσιν, κατεσείετο δὲ καὶ ἠπείλει τὴν πτῶσιν ὥσπερ τις ὑψηλὴ πλάτανος παρὰ πολλῶν κατεργασθεῖσα τεκτό νων· οὐ δὲ τὴν πτῶσιν ἔπαθε κατὰ τοὺς πολλοὺς ἀπρεπῶς. Οὐ γὰρ πρηνὴς ἐξετάθη οὐδὲ ἐπὶ πλάγιον κατηνέχθη οὐδὲ εἰς τὸ ὕπτιον ἀνεκλίθη σχῆμα, ἀλλὰ θεὶς τὰ γόνατα ἐν τῷ εὐπρεπεῖ σχήματι τοῦ εὐχομένου κατέλυσεν ἐπιταχύνων τῇ ψυχῇ διὰ τῆς προσευχῆς τὸν τῆς σαρκὸς χωρισμὸν καὶ κράζων πρὸς τὸν ὁρώμενον Κύριον· Κύριε Ἰησοῦ Χριστέ, δέξαι τὸ πνεῦμα μου. 12.9.4 Ἔσπευδε γὰρ ὡς ἐπί τινα μετοικίαν, ὡς ἐξ ἀλλοδαπῆς ἐπὶ πατρίδα, ὡς εἰς πόλιν λαμπρὰν ἀπὸ γῆς ἐρήμου καὶ αὐχμηρᾶς. Προσετίθει δὲ τῇ δεήσει καὶ τὴν ὑπὲρ τῶν λιθαζόντων εὐχήν. Εὐεργέτουν γὰρ ἄκοντες καὶ λιθάζοντες ἔσωζον καὶ φονεύοντες ἐζωοποίουν καὶ τοῦ πηλοῦ χωρίζοντες τῇ βασιλείᾳ παρέ πεμπον. 12.10.1 Θεωρήσωμεν οὖν καὶ τὸ ῥῆμα τῆς προσευχῆς, πρὸς οἷον φέρει σκόπον τὸ Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν. Οὐ γάρ, ὡς οἴονταί τινες κακῶς λογιζόμενοι, ἀτιμώρητον καὶ ἀνεύθυνον εὔχεται γενέσθαι τῶν ἐχθρῶν τὸ ἁμάρτημα. Τοῦτο γὰρ ἦν φανερῶς τῇ τοῦ Θεοῦ διατυπώσει ἀνθίστασθαι καὶ τὴν τοῦ δικαίου κρίσιν καὶ νομοθεσίαν ἐπανορθοῦν τὴν τοῖς ἀνδροφόνοις τὰ πρὸς ἀξίαν ἀποκληρώσασαν. 12.10.2 Ἀλλὰ τί φησι; Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν, τουτέστι· ∆ὸς φόβον κατανύξεως, ἄγαγε πρὸς μεταμέλειαν τῶν νῦν τετολμημένων, μὴ συγχωρήσῃς ἐναποθανεῖν τῇ περιτομῇ, ἕλκυσον διὰ μετανοίας πρὸς τὴν σὴν ἐπίγνωσιν, ἄναψον ἐν ταῖς καρδίαις τὴν φλόγα τοῦ Πνεύματος. Ἂν γὰρ οὕτως βελτιωθῶσι, πρόδηλον ὡς οὐ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν, ἀλλὰ τῷ λουτρῷ τῆς χάριτος καὶ τὸ σὸν καὶ τὸ ἐμὸν αἷμα νιψάμενοι ἐλεύθεροι τῶν ἐγκλημάτων γενήσονται. 12.10.3 Ταῦτα ἐγένετο καὶ ἐτελέσθη τὸ δρᾶμα. Καὶ στρατιαὶ μὲν τῶν ἀγγέλων εὐφραίνοντο τὸν ἀγῶνα θαυ μάζουσαι καὶ μετὰ πολλῆς δορυφορίας τὸν Στέφανον εἰς τὸν ἴδιον ἀνάγουσαι κλῆρον· ὁ δὲ διάβολος ἀπεστράφη κενός,