1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

13

ἣν Αἴγυπτος κατεδικάσθη διὰ τὴν πλεονεξίαν τοῦ ἄρχοντος. 3.3.6 Ἀλλαχοῦ πάλιν τέλος τῆς ἁμαρτίας κατέμαθον λέπραν ἀθρόον τῷ πλεονέκτῃ περιχεθεῖσαν. Καί μοι συνδιαμνημόνευσον, εἴ τις φιλοΐστωρ καὶ τῶν κατορθωμάτων Ἐλισσαίου φιλήκοος, ὅπως μὲν ὁ Σύρος Νεαιμὰν ἐκαθαρίσθη τῆς λέπρας ἐν τῷ Ἰορδάνῃ λουσάμενος, ὅπως δὲ μετῆλθεν τὸ πάθος εἰς Γιεζεῖ τὸ παιδάριον, νεάνισκον πλεονέκτην καὶ ἀφιλόσοφον, πνευματικὸν πωλήσαντα χάρισμα καὶ τὴν ἄμισθον ἰατρείαν τοῦ διδασκάλου. 3.3.7 Πόθεν ὁ Ἀβεσσαλὼμ πατραλοίας ἐγένετο, ὁ τοῦ πράου πατρὸς φλεγμαίνων καὶ θρασὺς νεάνισκος; οὐ πρὸ καιροῦ ζητήσας τὴν κληρονομίαν τῆς βασιλείας, ἐπιπηδήσας δὲ ἀλλοτρίοις ὡς ἅρπαξ; Τὸν Ἰούδα δὲ πάλιν, τί τοῦ καταλόγου τῶν μαθητῶν ἐξέβαλεν, ἐποίησεν δὲ προδότην ἀντ' ἀποστόλου; οὐ τὸ γαζοφυλάκιον πρῶτον ῥᾳδιουργούμενον, εἶτα ἡ κτῆσις τῆς ἀτίμου τιμῆς; Ἀνανίαν καὶ Σάπφειραν διὰ τί τραγῳδοῦσιν τῶν ἀποστόλων αἱ Πράξεις; οὐκ ἐπειδὴ τῶν ἰδίων ἐγένοντο κλέπται καὶ τῶν οἰκείων ἀναθημάτων ἱερόσυλοι; 3.3.8 Ἐπιλείψει με τάχα καὶ ἡ ἡμέρα τοὺς τῆς πλεονεξίας ὑπηρέτας ἀπαριθμούμενον. Ἀφέντες δὲ τὴν παλαιὰν ἱστορίαν τὴν πεῖραν ἐξετάσωμεν τὴν παρακο λουθοῦσαν τῷ βίῳ· οἷον οἶδεν θηρίον τὴν πλεονεξίαν καὶ ὧν ἂν λάβηται δυσαπάλλακτον, ἀκμάζον ἀεὶ καὶ οὐ μαραινόμενον, συγγηράσκον δὲ τοῖς ἁλοῦσι καὶ εἰς τέλος συνόν. 3.4.1 Ὁ λάγνος καὶ σωμάτων ἐραστής, κἂν ἐπὶ πολὺ ταῖς ἐπιθυμίαις λυσσήσῃ, ἢ αὐτὸς εἰς πρεσβυτικὴν ἡλικίαν ἐλθὼν ἢ τὸ ποθούμενον ἑωρακὼς παλαιωθὲν καὶ τὸ ἄνθος ἀποβαλόν, στάσιν εὑρίσκει τῆς νόσου. Ὁ γαστρί μαργος ἀναχωρεῖ καὶ αὐτὸς τῆς φιληδονίας, ἢ τοῦ κόρου πληρώσαντος ἢ τῶν πεπτικῶν μορίων ἀσθενησάντων καὶ παυσάντων τὴν ἐπιτεταμένην ὄρεξιν. Ὁ φιλοδόξος πολλαῖς ἐγκομπάσας περιφανείαις τοῦ φανητιᾶν ἀπολήγει. 3.4.2 Ἡ δὲ τῆς πλεονεξίας νόσος κακόν ἐστιν δυσαπάλλακτον· καὶ ὥσπερ ὁ κίσσος οὗτος, τὸ εὐθαλὲς φυτὸν καὶ ἀείφυλλον, ἐπὶ τὰ παραπε φυκότα τῶν δένδρων ἀνέρπον ἰσχυρῶς περιελίττεται τοῖς ξύλοις ὧνπερ ἂν δράξηται, καὶ οὔτε πεπονθότων οὔτε ξηρανθέντων ἀναχωρεῖ, εἰ μή τις αὐτοῦ σιδήρῳ καθάπερ δράκοντος διατέμει τοὺς ἑλιγμούς, οὕτως οὐδὲ τοιούτου ψυχὴν ἐλευθερῶσαι ῥᾴδιον, εἴτε νεάζοντος τοῦ σώματος εἴτε καὶ ὑπομαρανθέντος, ἐὰν μή τις νηφάλαιος λογισμὸς ἐπελθὼν ὡς μάχαιρα διακόψῃ τὴν νόσον. 3.5.1 Τοῖς οἰκείοις ὁ πλεονέκτης ἐστὶν ἀηδής, οἰκέταις βαρύς, φίλοις ἄχρηστος, ξένοις δυσέντευκτος, γείτοσιν ὀχληρός, γυναικὶ μοχθηρὸς σύνοικος, παιδῶν φειδωλὸς καὶ μικρολόγος τροφεύς, ἑαυτοῦ κακὸς ἐπιστάτης, νύκτωρ φροντίζων, μεθ' ἡμέραν πεπυκνωμένος, διαλεγόμενος ἑαυτῷ κατὰ τοὺς ἐξεστηκότας ἢ παραφέροντας· πάντων εὐθηνούμενος καὶ στένων ὡς ἐνδεής, τῶν παρόντων οὐκ ἀπολαύων καὶ τὰ ἀπόντα ζητῶν, τοῖς ἰδίοις οὐ κεχρήμενος, ἐποφθαλμιῶν δὲ τοῖς ἀλλοτρίοις. 3.5.2 Πολύαρνον τοῦ τοιούτου τὸ ποίμνιον στενοῦν τοὺς σηκοὺς ἐφ' ὧν κατακλείεται, καλύπτον πεδιάδας ἐν αἷς νέμεται· κἂν εὔσαρκον ὀφθῇ τοῦ προσοίκου πρόβατον, ἀφεὶς τὴν ἰδίαν ἀγέλην τῷ ἑνὶ καὶ ἀλλοτρίῳ τῇ ἐπιθυμίᾳ προσκάθηται. Τὸ αὐτὸ ἐπὶ τῶν βοῶν, ὁμοίως ἐπὶ τῶν ἵππων, οὐκ ἄλλως ἐπὶ τῆς γῆς. Πάντα στενοχωρεῖ τὴν οἰκίαν καὶ οὐδὲν ἐν τῇ χρήσει· οὐδὲ γὰρ ἀπολαυστικὸν οἷον τε εἶναι τὸν ἄπληστον, ἀλλ' ἔστιν αὐτοῦ ἡ οἰκία τάφου παραπλησία. Ἰδοὺ γὰρ καὶ οἱ τάφοι γέμουσι πολλάκις ἀργύρου καὶ χρυσοῦ, ἀλλ' αἱ ὕλαι τοὺς χρωμένους οὐκ ἔχουσιν. Τὸ σῶμα οὐ τρέφεται, ψυχῆς οὐκ εὑρίσκεται κέρδος· οὐκ εὐθηνεῖ γὰρ ἐκ τῆς δεξίας ἐλεημοσύνη. 3.5.3 Τί τὸ τέλος τοῦ μόχθου, διδαξάτω μέ τις τῶν ταύτῃ προειλημμένων τῇ νόσῳ. Οἶδα δὲ πολλοὺς ἐγώ, γνωρίσας ἐπὶ τῆς πείρας, ὡς καὶ ἐν νόσοις μᾶλλον τῆς ὑγιείας ἀγαπῶσι τὰ χρήματα· κἂν μὲν ὁ ἰατρὸς διά τινος ὕλης εὐώνου τὸν τῆς θεραπείας εἰσηγήσηται τρόπον, οἷον διὰ σελίνου ἢ θύμου ἢ ἀνήθου, ὧν ἡ εὐπορία ἀδάπανος, εὐπειθῶς τῆς συμβουλῆς ὑπακούοντας· ἂν δέ τινος φαρμάκου γένηται μνήμη τῶν οἷα τὰ ποικίλα