1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

55

τοὺς ἐν καιρῷ πειρασμῶν καλῶς σεβασθέντας Θεόν. Ἐν θήκαις φιλοκάλοις ἀποτιθέμεθα καὶ οἴκους τῆς ἀναπαύσεως αὐτῶν ἐγείρομεν ταῖς κατασκευαῖς μεγαλοπρεπεῖς, ἵνα ζηλώσωμεν τὰς τῶν καλῶς τελευτησάντων τιμάς· οὐκ ἄμισθον δὲ τὴν εἰς αὐτοὺς σπουδὴν ἐπιδεικνύμεθα, ἀλλὰ τῆς προστασίας αὐτῶν τῆς πρὸς Θεὸν ἀπολαύομεν. 10.8.2 Ἐπειδὴ γὰρ οὐκ ἀρκεῖ ἡ ἡμετέρα εὐχὴ δυσωπῆσαι Θεὸν ἐν καιρῷ ἀνάγκης ἢ συμ φορᾶςἡ γὰρ δέησις ἡμῶν οὐ παράκλησίς ἐστιν, ἀλλὰ ἁμαρτημάτων ὑπόμνησις, διὰ τοῦτο τοῖς ἀγαπωμένοις παρὰ τοῦ ∆εσπότου ὁμοδούλοις προσφεύγομεν, ἵν' ἐκεῖνοι ἐν τοῖς ἰδίοις κατορθώμασι τὰ ἡμέτερα θεραπεύσωσι πλημμελήματα. Ποῖον οὖν ἔγκλημα, ὅτι τιμῶντες μάρτυρας καὶ αὐτοὶ σπουδάζομεν ἀρέσκειν Θεῷ; Τίς κατηγορία προστάταις προσφεύγειν; Ἐξετάσωμεν λοιπὸν καὶ τὰ σά, εἰ τοῦ ἐγκλήματος ὁ κατήγορος καθαρεύεις. Καὶ πῶς, ὅς γε μυρίους τῶν τεθνεώτων ἀνθρώπων οὐ τιμᾷς, ἀλλ' ὡς θεοὺς προσκυνεῖς; 10.9.1 Οὐ σὺ ∆ήμητραν καὶ Κόρην ὑπὸ τῆς ἀνοίας σαυτοῦ ἐθέωσας, ἐδείμω δὲ δύο γυναίους ναοὺς καὶ θυσίαις ταύτας τιμᾷς καὶ παντοίαις προσκυνεῖς θεραπείαις; Οὐ κεφάλαιον τῆς σῆς θρησκείας τὰ ἐν Ἐλευσῖνι μυστήρια, καὶ δῆμος Ἀττικὸς καὶ ἡ Ἑλλὰς πᾶσα συρρεῖ, ἵνα τελέσῃ ματαιότητα; Οὐκ ἐκεῖ τὸ καταβάσιον τὸ σκοτεινὸν καὶ αἱ σεμναὶ τοῦ ἱεροφάντου πρὸς τὴν ἱέρειαν συντυχίαι, μόνου πρὸς μόνην; Οὐχ αἱ λαμπάδες σβέννυνται καὶ ὁ πολὺς καὶ ἀναρίθμητος δῆμος τὴν σωτηρίαν αὐτῶν εἶναι νομίζουσι τὰ ἐν τῷ σκότῳ παρὰ τῶν δύο πραττόμενα; 10.9.2 Οὐ σὺ ὁ τὸν Θηβαῖον ∆ιόνυσον ὡς θεὸν προσκυνῶνλέγω γὰρ τὴν πατρίδα, ἵνα γνωρίσῃς τὸν ἄνθρωπον, ἄνδρα γεωργὸν ἀμπέλων καὶ φίλοινον, κωμαστὴν πάροινον, δῆμον ἐπισυρόμενον ἀσχημονοῦντα τῇ μέθῃ, ἐκεῖνα ποιοῦντα ἃ τοὺς ἀσώτους νέους στηλιτεύει ἀκολασταίνοντας, μεθύοντα δὲ μετὰ τοῦ γέροντος τοῦ Σιληνοῦ καὶ τοῖς φιλοσκιρτηταῖς Σατύροις συνδιαιτώμενον καὶ ἱστορίαν μέθης ὄντα τῷ βίῳ; Οὐ σὺ ὁ τῷ ἀνδρὶ Ἡρακλεῖ ὡς θεῷ τὰς θυσίας προσάγων, ἀνθρώπῳ ῥωμαλαίῳ, σῶμα λαχόντι δυνατὸν καὶ ἀνδρεῖον, καὶ σέβεις ἐκεῖνον, ἐπειδὴ ἐν πολλοῖς ἠρίστευσεν καὶ θηρίων περιεγένετο; 10.9.3 Τί δὲ πάλιν τὸν Ἀσκληπιὸν τὸν ἐν τῷ νάρθηκι πολλὰ καὶ τῇ σιδηροθήκῃ περινοστήσαντα οὐ σέβεις καὶ τέθηπας; Καὶ οὐκ ἂν ἀρνηθείης ὡς οὐ τοῦτο ποιεῖς. Οἱ γὰρ πανταχοῦ τῆς οἰκουμένης ἀνεστῶτες ναοί, τὰ Ἀσκληπιεῖα λέγω καὶ τὰ Ἡράκλεια καὶ τὰ ∆ιονύσια, ἔλεγχοι ἑστᾶσιν ὑψηλοὶ τῆς σῆς ματαιότητος· καὶ οὕτως ἐγὼ μὲν ἀθῷος ἀπελεύσομαι τοῦ ἐγκλήματος, οὐ γὰρ προσκύνω μάρτυρας οὐδὲ νομίζω θέους· σὺ δὲ πέφηνας ἐνεχόμενος τοῖς ἐγκλήμασιν, καὶ ταῦτα κατηγορῶν ἑτέρων, ὥσπερ οἱ διὰ κακὸν συνειδὸς προκατηγοροῦντες τῶν ἀνευθύνων. Ἀνθρώπους γὰρ ὡς θεοὺς προσκυνῶν ἐπιδέ δειξαι. Ταῦτα πρὸς τὸν ἐθνικὸν ἐκ πολλῶν ὀλίγα. 10.10.1 Οἱ δὲ τῆς νέας στάσεως Ἰουδαῖοι, τί θαυμαστὸν εἰ μάρτυρας ἀτιμάζετε Χριστὸν ἀθετοῦντες καὶ τῆς ὁμοιότητος τῆς πρὸς τὸν Πατέρα ἐν τοῖς ἰδίοις λόγοις χωρίζοντες, φυλαττόμενοι δὲ τοὺς τόπους ὡς βεβήλους, ἐν οἷς σώματα ἅγια ἀναπέπαυται; Ἀλλ' οἳ μὴ εἰς ἔννοιαν ἔλθετε τοῦ γινομένου, φοβήθητε χριστιανοὶ λεγόμενοι, μετὰ δὲ Ἑλλήνων μισοῦντες μάρτυρας. Οὐκ ἴστε, ὡς ἀρχιμάρτυς Χριστὸς πρῶτος παθὼν καὶ τοῖς δούλοις τὸν ζῆλον ἀφείς; 10.10.2 Εἶτα μετ' ἐκεῖνον Στέφανος, ὁ φερώνυμος τῆς κατὰ Θεὸν εὐδοξίας ἀγωνιστής· πάντες οἱ ἑξῆς μαθηταὶ καὶ ἀπόστολοι. Καὶ ἐπίσκεψαι διὰ μιᾶς ὕβρεως ὅσους ἀτιμάζεις· Ἰωάννην τὸν βαπτιστήν, Ἰάκωβον τὸν ἀδελφὸν λεγόμενον τοῦ Κυρίου, Πέτρον, Παῦλον, Θωμᾶν τούτους ὡς πρωτοστάτας ὀνομάζω τῶν μαρτύρων, ἔπειτα τὸ ἄπειρον πλῆθος τῶν ἀποθανόντων ὑπὲρ τῆς ζωῆς. Μὴ μικρόν σοι τούτοις προσκρούειν; Μὴ ὀλίγος τῆς ἔχθρας ὁ κίνδυνος; 10.10.3 Τούτων ἕκαστος τὸν διάβολον μετὰ τῆς φρατρίας τῶν δαιμόνων ἐνίκησεν, ἀγγέλοις δὲ ἐνεγράφη καὶ τηρεῖται ὡς εὐδόκιμος ἀθλητὴς τῇ ἀναρρήσει τῆς ἀναστάσεως, παραστήσεται δὲ τῇ ἐπιφανείᾳ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν