1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

73

ἐπίβουλος, εἰ μὴ πρόφασις ἡδονῆς τὴν ἁμαρτίαν εἰσήγαγεν. 14.4.2 Οὐκ ἦν ἀρότρου χρεία καὶ βοῶν ἀροτήρων καὶ τεμνομένης αὔλακος, οὐδὲ μὴν σπερμάτων καὶ ὕδατος ἄρδοντος καὶ περιόδου καιρῶν καὶ χειμῶνος πυκνοῦντος καὶ θέρους λύοντος καὶ πάσης ταύτης τῆς ἐγκυκλίου ταλαιπωρίας, εἰ μὴ διὰ πρόχειρον προπάτορος ἀπόλαυσιν ταύτην κατε ψηφίσθημεν τὴν τῶν πόνων περίοδον· ἀλλ' ἐμέλλομεν ἑτέραν τινὰ παρὰ τὴν ὁρωμένην διάγειν τοῦ βίου κατάστασιν, ἧς πάλιν ἐλπίζομεν ἐπιτυχεῖν ὅταν τὴν ἐμπαθῆ ζωὴν διὰ τῆς ἀναστάσεως ἀποσκευασώμεθα. 14.4.3 Αὕτη γὰρ ἡ εὐεργεσία τῆς τοῦ Θεοῦ πρὸς ἡμᾶς συγκαταβάσεως, ἵνα πρὸς τὴν παλαιὰν ἀποκαταστῶμεν ἀξίαν· ἧς φιλανθρώπως μεταλαβόντες εὐαισθή τως τὴν χάριν οὐκ ἐφυλάξαμεν. Φαιδρυνθῶμεν τοίνυν ἐπὶ τῇ μελλούσῃ νηστείᾳ· νηστεία τῆς μελλούσης ζωῆς εἰκών, τῆς ἀφθάρτου διαγωγῆς μίμημα. Ἐκεῖ οὐκ εἰσὶ πότοι οὐδὲ ἀπολαύσεις. 14.5.1 Ἔασον τὸν πρῶτον ἄνθρωπον, ὁδῷ καὶ ἑξῆς τοὺς μετ' ἐκεῖνον ἀπαρίθμησαι. Τί τὸν δίκαιον Νῶε ἀσχημονεῖν ἐποίησεν ἐν ἀναισθησίᾳ γυμνωθέντα τῶν μελῶν ἃ σκέπεσθαι νόμος, καὶ τὸν προπετῆ Χᾶμ ἐπιγελάσαι τῇ μέθῃ τοῦ πατρὸς παρεσκεύασεν, ἵνα γένηται δύο κακὰ δι' ἑνὸς πλημμελήματος; Μία γὰρ μέθη καὶ τὸν πατέρα τῆς εὐπρεποῦς σκέπης καὶ τὸν υἱὸν τῆς ἐλευθερίας ἐγύμνωσεν. 14.5.2 Ὅταν δὲ πάλιν πρὸς τοὺς παῖδας ἀπίδω Ἠλὶ τοῦ ἱερέως καὶ πρὸς ἐκείνην τὴν ἱστορίαν ἀσχολήσω τὸν νοῦν, ὁρμαθὸν εὑρίσκω συμφορῶν ἀλλήλαις συνδεδεμένων ἀπὸ μίας ἀρχῆς, τῆς διὰ γαστέρα καὶ κόρον. Κἀκεῖνοι γὰρ τὴν τοῦ πατρὸς ἱερωσύνην ἀφορμὴν θέμενοι ἡδυπαθείας καὶ ἀπολαύσεως τὰς θυσίας ἐβεβήλουν καὶ τῇ γαστρὶ πρὸ τοῦ Θεοῦ τῶν ἱερείων ἀπήρχοντο. Ἠκολούθει δὲ καὶ ἡ πορνεία, ἀδελφὴ τῆς τρυφῆς ἁμαρτία, καὶ τούτοις πᾶσιν ἡ παρὰ Θεοῦ κρίσις αὐστηρὰν καὶ ἀπότομον τὴν δίκην ἐπάγουσα. 14.5.3 Ἔθνος γὰρ πολέμιον δι' ἐκείνους κατὰ τῶν Ἱεροσολύμων ἐστράτευσεν. Καὶ ἵνα πλῆθος σκυθρωπῶν διηγημάτων ὁ λόγος συντέμῃ, οἱ μὲν ἀκόλαστοι νεανίσκοι ἐπὶ τῆς παρατάξεως ἔπεσον καὶ ἡ πατρὶς τοῖς ἁμαρτοῦσι συνεκινδύνευσε καὶ ἡ τοῦ Θεοῦ κιβωτὸς αἰχμάλωτος παρὰ τῶν πολεμίων ἀπήχθη καὶ ὁ γέρων ἱερεὺς ταῖς ἀγγελίαις τῶν κακῶν ἐπαπέθανε καὶ τοσοῦτος ἐσμὸς κακῶν διὰ φάρυγγος ἡδονὴν ἐπηνέχθη τῇ πόλει. 14.6.1 Πάντες μὲν οὖν νηστεύσωμεν· οἱ δὲ τῶν ἱερέων οἰκεῖοι καὶ μᾶλλον ὡς σύνοικον ἔχοντες τὸ διδασκάλιον τῆς ἐγκρατείας καὶ ἀφ' ἑστίας τὰ φιλόσοφα παραγγέλματα. Ἄτοπον γὰρ τοὺς μὲν παῖδας τῶν τραπεζιτῶν ἀργυρογνώμονας εἶναι καὶ τοὺς οἰκείους τῶν χαλκέων περὶ τὸ πῦρ στρέ φεσθαι καὶ τὸν ἄκμονα, τοὺς δὲ τῶν ἱερέων ἐγγὺς εἴτε συγγενεῖς εἴτε ἄλλως οἰκείους ἀφηνιάζειν τοῦ σκόπου, ὃν ζῆν ἔλαχεν ὁ τῆς ἑστίας ἡγεμὼν καὶ δεσπότης. Ἐβλάβη διὰ γαστέρα μέγιστα καὶ ὁ παῖς τοῦ Ἰσαὰκ ὁ πρεσβύτερος. Ἐπειδὴ γὰρ θηρευτὴς ὑπάρχων τὸ ἐπιτήδευμα καί ποτε μετὰ δρόμον πολὺν ἐπὶ τὴν οἰκίαν ὑποστρέψας ἀσχέτῳ πείνῃ τῷ προφανέντι βρώματι περιέχανεν, ἀπέδοτο μὲν τῷ ἀδελφῷ τοῦ φακοῦ τὰ πρωτοτόκια· 14.7.2 ἐκεῖθεν δὲ λοιπὸν καὶ τὴν πατρικὴν εὐλογίαν ἐκλάπη καὶ οὕτως κατὰ μικρὸν ἀλλοτριωθεὶς ἀρετῆς καὶ Θεοῦ τὴν πατριαρχικὴν δόξαν ἀπώλεσε καὶ τοῦ Ἰσραὴλ κατὰ τὴν οἰκείωσιν χωρισθεὶς αὐτός τε βάρβαρος ἐγένετο καὶ ἀλλόφυλος καὶ τοιοῦτον τὸν ἐξ αὐτοῦ λαὸν ἀπεγέννησεν. 14.7.3 Αὕτη ἡ νόσος καὶ τὸν τῆς παλαιᾶς ∆ιαθηκῆς λαὸν εἰς παράβασιν τῶν θείων καὶ ἱερῶν νόμων ἐξήγαγεν. Ἐπειδὴ γὰρ Μωϋσέως τῇ ἐπαγ γελίᾳ τῆς δόσεως τοῦ νόμου σχολάζοντος ἐκδιαιτηθέντες οἱ ἄνθρωποι πρὸς τρυφὴν καὶ χορείας ἐτράπησαν, κατὰ μέρος αὐτοὺς ὀλισθαίνοντας καὶ πατοῦντας τὴν εὐνομίαν τοῦ βίου πρὸς ἀσέβειαν ὁ διάβολος ἐφειλκύσατο. 14.7.4 Κἀκεῖθεν λοιπὸν μοσχοποιΐας ἐπιτήδευσις δαιμονῶσα καὶ Ἀαρὼν κοινωνῶν τοῦ μιάσματος καὶ τοῦ νόμου διαφθορὰ καὶ τῶν πλακῶν συντριμμὸς καὶ Μωϋσέως δεύτερος δρόμος ἐπὶ τὸ ὄρος καὶ πάντα ταῦτα, ὅσα ἡ ἱστορία σχετλιάζουσα ὀλοφύρεται, ἀπὸ βρώσεως ἀμέτρου τὴν ἀρχὴν ἔσχε καὶ τὴν