1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

24

κοινωνεῖ· ἂν δὲ κωλυθῇ καὶ τοῦτο, ταῖς θύραις τοῦ δεσμωτηρίου, ὡς κυνίδιον τῷ δεσπότῃ σύνηθες, παραμένει. 5.6.1 Ἔγνων ἐγὼ γυναῖκα καὶ τὴν κόμην κείρασαν καὶ ἀνδρικὴν περιθεμένην ἐσθῆτα καὶ ταύτην ἀνθεινήν, ἵνα ἀνδρὸς φεύγοντος καὶ κρυπτομένου μὴ χωρισθῇ. ∆οῦλος δὲ εἶναι δοκοῦσα, ἀληθῶς δουλεύει τῷ πόθῳ· καὶ τοῦτον τὸν βίον ἐν πολλοῖς ἔτεσιν διετέλεσεν, τόπον ἐκ τόπου καὶ ἐρημίαν ἐξ ἐρημίας ἀμείβουσα. 5.6.2 Τοιαύτην δὲ καὶ τοῦ καρτερωτάτου Ἰὼβ εὑρίσκομεν τὴν γυναῖκα. Κατέλιπον γὰρ κἀκεῖνον οἱ πάντες καὶ οἱ κόλακες τῷ πλούτῳ συναπερρύησαν καὶ οἱ φίλοι τῷ καιρῷ τῆς εὐπραγίας τὴν φιλίαν ἐμέτρησαν. Εἰ δέ που καὶ παρεγένοντο, ὄνειδος ἦν ἡ παρουσία καὶ οὐκ ἐπίσκεψις· ἐπιθήκη τῆς συμφορᾶς, οὐ παραμυθία. ∆ιὸ δὴ καὶ οἱ παρακλήτορες κακῶν πάντες πρὸς ἐκεῖνον ἀπεσχετλίασαν. 5.6.3 Μόνη δὲ ἡ ποτὲ περιφανὴς ἐπὶ τῆς κοπρίας τῷ ἀνδρὶ συνεκάθητο ἀποξέουσα τὸν ἰχῶρα καὶ τοὺς σκώληκας τῶν τραυμάτων ἐξέλκουσα. Οὕτως τοῦ βίου κοινωνός, οὐ τῆς εὐπραγίας σύνοικος· ἀχώριστος φίλος, οὐ κόλαξ τῶν ἡδονῶν· πάσης εὐκληρίας καὶ πάντων φιλτάτων καὶ συγ γενῶν μόνον ἀγαθὸν λείψανον. 5.6.4 ∆ιόπερ ἐκ τῆς ἄκρας καὶ καθ' ὑπερβολὴν φιλανδρίας καὶ πρὸς τὴν ἁμαρτίαν τῆς βλασφημίας ἐξέπεσεν, ἵνα μὴ μακρὰ κολάζηται ὁ ἀνήρ, μηδὲ βλέπῃ αὐτὸν ἐν ταῖς ἀληκτοῖς ὀδύναις, εἰπεῖν τι ῥῆμα βλάσφημον εἰς Θεὸν συμβουλεύουσα καὶ ταχεῖαν τὴν τελευτὴν ὑπελθεῖν. 5.6.5 Τὴν γὰρ ἰδίαν λοιπὸν συμφορὰν τὴν τῆς χηρείας οὐκ ἐλογίζετο· ἓν δὲ μόνον ἐμερίμνα, ὅπως τὴν ἀβίωτον ζωὴν ὁ ἀνὴρ διαφύγοι. Ταῦτα μετὰ τῆς νέας πείρας καὶ ἡ μνήμη τῶν παλαιῶν παιδεύει τὸν τῶν γάμων ὑβριστήν. 5.7.1 Τί δ' ἂν εἴποι πρὸς ταῦτα ὁ τῆς κατηγορίας ὑπεύθυνος; Ποίαν δὲ εὐπρόσωπον ἀπολογίαν τῆς ἑαυτοῦ εὐκολίας προβάλοιτο; Φαῦλον, φησίν, καὶ μίσους ἄξιον τὸ ἦθος τῆς γυναικὸς καὶ ἡ γλῶσσα προπετὴς καὶ ὁ τρόπος οὐκ οἰκουρὸς καὶ ἀνοικονόμητος ἡ διοίκησις. Ἔστω· δεδόσθω. Πείθομαι τέως καὶ δέχομαι, ὡς οἱ μὴ σφόδρα τὴν ἀκοὴν ἀκριβεῖς δικασταί, εὐκόλως δὲ ταῖς καταδρομαῖς τῶν κατηγόρων παρα συρόμενοι. 5.7.2 Σὺ δὲ εἰπέ· Τὴν ἀρχὴν ἀγόμενος οὐκ ἐγίνωσκες ὡς ἀνθρώπῳ συνάπτῃ; Ἀνθρώπου δέ τις ἀκούσας οὐκ εὐθὺς ὁρᾷ τὴν γοῦν μικρὰν ἁμαρτίαν ἀκολουθοῦσαν; Θεοῦ γὰρ μόνου τὸ ἀνεπίληπτον. Αὐτὸς δὲ ἆρα οὐχ ἁμαρτάνεις; Οὐ παρέχεις δὲ λύπας ἐκ τοῦ τρόπου τῇ γυναικί; Ἀθῶος δὲ εἶ πάσης πλημμελείας καὶ τῇ συνοικήσει τὸν θεσμὸν τηρεῖς ἀδιάφθορον; 5.7.3 Ὦ πόσας σου τυχὸν παροινίας ἤνεγκεν ἡ γυνή! Πόσων δὲ προχείρων ὕβρεων καὶ λόγων ἀσέμνων ἠνέσχετο! Ὅσα δέ σου ἐλαττώ ματα σιγᾶται, ἐπειδὴ οὐκ ἐδημοσίευσεν ἡ γυνή! Ἠνέσχετό σου καὶ μάτην ὀργιζομένου καὶ τῷ θυμῷ ὑπερζέοντος· καὶ ἡ ἐλευθέρα καὶ ὁμότιμος ἐσιώπησεν ὡς δούλη τῶν ἐκ πωλητηρίου. 5.7.4 Καὶ τὰ ἀναγκαῖα μὴ χορηγοῦντι πρὸς τὴν τοῦ βίου διαγωγὴν διὰ πενίαν ἢ φειδωλίαν οὐκ ὠνείδισεν λυπουμένη· οὐ μὴν οὐδὲ ἐκ συμποσίου ἐλθόντα ποτὲ καὶ οἰνωμένον καὶ ἔκφρονα ἀπέρριψε τῆς μέθης μισήσασα, ἀλλὰ ὑπεδέξατο μετὰ συγγνώμης ἀνθρωπικῆς καὶ ἐχειραγώγησέ σε τὸν κολάζοντα καὶ τὴν κεφαλὴν ἐθεράπευσεν τοῖς ἀτμοῖς περιδονουμένην τοῦ οἴνου· ὡδήγησεν δὲ ἐπὶ τὴν κοίτην τὴν γαμικὴν μόνη συμπαθοῦσα, τῶν οἰκετῶν γελώντων καὶ ἐπιχλευαζόντων τὴν ἐκ τῆς μέθης παραφοράν. 5.7.5 Σὺ δὲ τὰ ἄμφοδα περινοστεῖς ἐπὶ ψυχραῖς αἰτίαις ἐκτραγῳδῶν τὴν γυναῖκα, ἵνα σαυτῷ τὴν συγγνώμην παρασκευάσῃς τῆς προχείρου διαιρέσεως. Σκληρὰ τῶν τοιούτων ἀνδρῶν ἡ γνώμη, θηριώδης καὶ ἀμείλικτος, ἐκ δρυὸς ἢ ἐκ πέτρας, κατὰ τὸ λεγόμενον, τὴν γέννησιν ἔχουσα. Πάντων γὰρ ὁμοῦ τὴν μνήμην ἐξαλείψαντες ἀπαθῶς διατέμνονται. 5.7.6 Τίς δὲ μέλος νοσῆσαν ἀντὶ τοῦ θεραπεύειν ἐκκόπτει, καὶ ταῦτα οὐκ ἐπικινδύνου πάθους ἐνσκήψαντος, ἀλλὰ πολλὴν ἔχοντος καὶ ῥᾳδίαν τῆς ἰάσεως τὴν ἐλπίδα; Ἐπεγένετο φλύκταινα τῇ χειρί, ἐπιμελῶς αὐτὴν θεραπεύσωμεν· φλεγμονὴ τὸν πόδα διώχλησεν, φαρμάκῳ τὴν ἐξοίδησιν