1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

60

πάσχουσα πρὸς τὸν ἀγῶνα δειλόν. 11.3.3 Ὡς ἔγωγε τοὺς ἄλλους τέως ἐπῄνουν ζωγράφους, ἐστ' ἂν ἐθεασάμην τῆς γυναικὸς ἐκείνης τῆς Κολχίδος τὸ δρᾶμα, ὅπως μέλλουσα τοῖς τέκνοις ἐπιφέρειν τὸ ξίφος ἐλέῳ καὶ θυμῷ μερίζει τὸ πρόσωπον καὶ θάτερος μὲν τῶν ὀφθαλμῶν τὴν ὀργὴν ἐμφανίζει, θάτερος δὲ τὴν μητέρα μηνύει φειδομένην καὶ φρίττουσαν, νῦν δὲ τὸ θαῦμα ἀπ' ἐκείνης τῆς ἐννοίας πρὸς ταύτην μετατέθεικα τὴν γραφήν· καὶ σφόδρα γε ἄγαμαι τοῦ τεχνίτου, ὅτι μᾶλλον ἔμιξε τῶν χρωμάτων τὸ ἄνθος, αἰδῶ τε ὁμοῦ καὶ ἀνδρείαν κεράσας, πάθη κατὰ φύσιν μαχόμενα. 11.4.1 Προβαινούσης δὲ εἰς τὸ πρόσω τῆς μιμήσεως, δήμιοί τινες ἐν χιτωνίσκοις γυμνοὶ ἤδη ἤρχοντο τοῦ ἔργου· καὶ ὁ μὲν δραξάμενος τῆς κεφαλῆς καὶ ἀνακλίνας εἰς τὸ κατόπιν παρεῖχε τῷ ἑτέρῳ εὐτρεπὲς εἰς τιμωρίαν τῆς παρθένου τὸ πρόσωπον· ὁ δὲ παραστὰς ἐξέκοπτε τῶν ὀδόν των τὸ μαργαρῶδες· σφῦρα δὲ καὶ τέρετρον φαίνεται τῆς τιμωρίας τὰ ὄργανα. ∆ακρύω δὲ τὸ ἐντεῦθεν καί μοι τὸ πάθος ἐπικόπτει τὸν λόγον· τὰς γὰρ τοῦ αἵματος σταγόνας οὕτως ἐναργῶς ἐπέχρωσεν ὁ γραφεὺς ὥστε εἴποις ἂν προχεῖσθαι τῶν χειλέων ἀληθῶς καὶ θρηνήσας ἀπέλθοις. 11.4.2 ∆εσμωτήριον μετὰ ταῦτα· καὶ πάλιν ἡ παρθένος σεμνὴ ἐν τοῖς φαιοῖς ἱματίοις κάθηται μόνη ἐκτείνουσα τὼ χεῖρε πρὸς οὐρανὸν καὶ καλοῦσα Θεὸν ἐπίκουρον τῶν δεινῶν· εὐχομένῃ δὲ αὐτῇ φαίνεται ὑπὲρ κεφαλῆς τὸ σημεῖον ὃ δὴ νόμος χριστιανοῖς προσκυνεῖν τε καὶ ἐπιγράφεσθαι, σύμβολον οἶμαι τοῦ πάθους ὅπερ αὐτὴν ἐξεδέχετο. 11.4.3 Εὐθὺς γοῦν καὶ μετ' ὀλίγον πῦρ ἀλλαχοῦ σφοδρὸν ὁ ζωγράφος ἀνῆψεν, ἐρυθρῷ χρώματι ἔνθεν καὶ ἔνθεν ἐπιλαμφθέντι σωματοποιήσας τὴν φλόγα. Ἵστησι δὲ μέσην αὐτήν, τὰς μὲν χεῖρας πρὸς οὐρανὸν διαπλώσασαν, ἀχθηδόνα δὲ οὐδεμίαν ἐπιφαίνουσαν τῷ προσώπῳ, ἀλλὰ τοὐναντίον γεγηθυῖαν ὅτι πρὸς τὴν ἀσώματον καὶ μακαρίαν ἐξεδήμει ζωήν. 11.4.4 Μέχρι τούτου καὶ ὁ ζωγράφος ἔστησε τὴν χεῖρα κἀγὼ τὸν λόγον· ὥρα δέ σοι καὶ αὐτήν, εἰ βούλει, τελέσαι τὴν γραφήν, ἵνα κατίδῃς ἀκριβῶς, εἰ μὴ πολὺ κατόπιν τῆς ἐξηγήσεως ἤλθομεν.

12.t.1 Ἀστερίου ἐπισκόπου Ἀμασείας ἐγκώμιον εἰς τὸν ἅγιον Στέφανον τὸν πρωτομάρτυρα

12.1.1 Ὡς ἱερὸς ἀληθῶς καὶ καλὸς τῶν εὐφραινόντων ἡμᾶς πραγμάτων ὁ κύκλος! Ἑορτὴ γὰρ ἑορτὴν διαδέχεται καὶ πανήγυρις καταλαμβάνει πανήγυριν· καλούμεθα δὲ ἀπὸ εὐχῆς εἰς εὐχὴν καὶ τοῦ Κυρίου τὰ θεο φάνεια καταλαμβάνει ἡ τοῦ δούλου τιμή. Κἄν τε δὲ πρὸς τὴν γέννησίν τις ἀπίδῃ τοῦ χθὲς τεχθέντος διὰ σαρκὸς καὶ ἀεὶ ὄντος κατὰ θεότητα, κἄν τε πρὸς τὸ ἐκείνου μαρτύριον, ὅπερ σήμερον ὁ γενναῖος ὑπέστη θεράπων, πολλὰ μὲν εὑρήσει καὶ ποικίλα τὰ πράγματα, ἕνα δὲ σκόπον, ἵνα ἡμεῖς διδαχθῶμεν εὐσέβειαν. 12.1.2 Χθὲς μὲν οὖν ἐμάθομεν διὰ τῆς ἐγκυκλίου καὶ συνήθους ἑορτῆς, ὅτι ἐγεννήθη ὁ τοῦ κόσμου Σωτὴρ καὶ ὁ ἄσαρκος τὴν σάρκα ἠμφιάσατο καὶ ὁ ἀσώματος ἐνεδύσατο σῶμα, εἶτα ὅτι καὶ πάθη ὑπὲρ ἡμῶν κατεδέξατο καὶ ὑψώθη ἐπὶ τοῦ ξύλου οὐχ ὑπὲρ ἄλλου τινὸς ἢ ὑπὲρ ἡμετέρας προνοίας. Σήμερον δὲ βλέπομεν τὸν γενναῖον ἀγωνιστὴν ὑπὲρ ἐκείνου καταλιθούμενον, ἵνα αἵματι ἀποτίσῃ τὴν ὑπὲρ αἵματος χάριν. 12.2.1 Στέφανος οὖν, ὁ τῆς πανηγύρεως ταύτης συναγωγεύς, ὁ καλέ σας ἡμᾶς ἐπὶ τὴν ὁρωμένην εὐφροσύνην, ὁ δημαγωγήσας ὡς ἕνα τὴν πόλιν, ἀνὴρ ἀπαρχὴ τῶν μαρτύρων, διδάσκαλος τῶν ὑπὲρ Χριστοῦ πόνων, κρηπὶς τῆς καλῆς ὁμολογίας. Πρὸ γὰρ Στεφάνου οὐδεὶς ὑπὲρ τοῦ εὐαγγελίου ἐξέχεεν αἷμα. 12.2.2 Ἀλλ' ὥσπερ Κάϊν ἐκεῖνος ὁ ἀδελφοκτόνος καθώς με διδάσκει ἡ τοῦ Μωϋσέως ἱστορία τὴν ἀδελφοκτονίαν