1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

74

αἰτίαν. 14.7.5 Θέλω δὲ ὑμῖν καὶ ἄλλο παραθέσθαι διήγημα, δεύτερον μὲν τοῦ προλεχθέντος τοῖς χρόνοις, ἰσοδυναμοῦν δὲ κατὰ τὴν πρᾶξιν. Ὁ Σαοὺλ ὁ βασιλεὺς παρετάττετο καὶ διὰ πολλῆς φροντίδος ἦγε τὸν πόλεμον· ἀπηγόρευσε τῷ λαῷ τροφῆς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ μὴ μεταλαβεῖν ὄρκῳ τὴν κρίσιν ἐπισφραγίσας καὶ θάνατος ἦν ἡ ζημία τῷ παρακούσαντι. 14.7.6 Πάσης δὲ τῆς στρατιᾶς εὐπειθῶς δεξαμένης τὸ πρόσταγμα μόνος ὁ τοῦ βασιλέως παῖς Ἰωνάθαν σμήνει περιτυχὼν καὶ τοῦ μέλιτος ἡττηθείς, ἐμπήξας τοῖς κηρίοις τὸ σκῆπτρον τοῦ γλυκάσματος ἀπεγεύσατο. Ἦλθε δὲ ἐγγὺς τοῦ κινδύνου, εἰ μὴ τὸ πλῆθος ἅπαν κοίνῃ πρὸς τὴν ὁρμὴν τοῦ πατρὸς καὶ βασιλέως ἀντέσχον ἀπαγαγεῖν τὴν ἀπειλὴν εἰς ἔργον ὁρίσαντος. 14.8.1 Πρὸς δὲ τοῖς εἰρημένοις μυρία τοιαῦτα ἔξεστιν ἀπὸ τῶν Γραφῶν συλλεξάμενον σαφῶς κατιδεῖν, ὡς ἀγαθὸν ἡ ἐγκράτεια καὶ τοὐναντίον χαλεπὸν ἡ ἀκόλαστος τῶν πότων καὶ τῶν ὄψων ἀπόλαυσις. Νηστεία τῶν ἁγίων σύντροφος, νηστεία πάσης ἀγαθῆς πράξεως ἀρχηγός. Καὶ ὥσπερ οἱ τεχνῖται χωρὶς ὀργάνων οὐκ ἐνεργοῦσι τὰς τέχνας, οὕτως οὐδὲ οἱ σπουδαῖοι καὶ ἐν πνευματικαῖς χάρισι βοηθέντες ἄνευ ἐγκρατείας ποτέ τι τῶν θαυμάτων καὶ τεραστίων εἰργάσαντο. 14.8.2 Νηστεύων Ἐλι σαῖος ἤγειρε νεκρὸν καὶ ἐψύχωσε· νηστεύων Μωϋσῆς εἶδε Θεόν· νηστεύων ∆ανιὴλ τῆς γοητείας καὶ πλάνης τῶν Ἀσσυρίων ἐκράτησε· νηστεύων καὶ ὁ Κύριος τοῦ διαβόλου τῶν πειρασμῶν ἠνέσχετο· νηστεύοντες καὶ οἱ ἀπόστολοι τὰς ὑπὲρ τῶν σπουδαίων πραγμάτων δεήσεις ἐτέλουν· νηστείᾳ Νινευΐται τὴν ἀπειλὴν ἐνίκησαν τοῦ θανάτου· 14.8.3 καὶ ὡς ἐπίπαν εἰπεῖν, αὕτη πρὸς Θεὸν παράκλητος, αἰδοῦς ἀξία, καὶ πρέσβις ἀξιόπιστος ταχέως δυσωποῦσα ὑπὲρ ὧν ἂν προσαγάγῃ τῷ Θεῷ τὴν ἱκετηρίαν. ∆ιὸ πᾶς ἀνὴρ εὐσεβὴς καὶ ὅστις φιλόθεος μᾶλλον ἢ φιλήδονος χαίρων μοι καὶ εὐθυμούμενος πρόσελθε ταῖς ἡμέραις τῆς ἐγκρατείας. Οὐδεὶς γὰρ σκυ θρωπάζων ἐν ἀρχῇ τῶν ἀγώνων γενναῖός ἐστιν ἀγωνιστής. 14.8.4 Μὴ γίνου στυγνὸς ὡς βρέφος ἐπὶ τὸ διδασκαλεῖον ἑλκομένον, μὴ καταγόγγυζε τῆς τῶν ἡμέρων καθαρότητος, μὴ ζήτει τῆς ἑβδομάδος τὸ τέλος ὡς μετὰ χειμῶνα πικρὸν παρουσίαν ἔαρος, μὴ ἐπιθύμει τοῦ σαββάτου διὰ μεθὴν ὡς Ἰουδαῖος, μὴ ἀρίθμει τὰς ἡμέρας τῆς τεσσαρακοστῆς ὡς ἀργὸς μισθωτὸς ἀναμένων τῆς ἐμμίσθου προθεσμίας τὸ τέλος, μὴ λυποῦ ὅτι σου ἀπὸ τῆς πρώτης ὥρας ἡ οἰκία οὐ καπνίζεται, οὐδὲ ὁ μάγειρος ἔστηκε πρὸς τῷ πυρί. 14.9.1 Χάρισαί τι καὶ τῇ ψυχῇ, μὴ πάντα τῷ σώματι. Τὴν μὲν ἡ ἀποχὴ τῶν σιτίων τρέφει, τὸ δὲ ἡ ἐμφόρησις. Ἀλλ' ἐπειδὴ τὰ δύο ἀλλήλοις συνέζευκται καὶ τὰ πολὺ κεχωρισμένα κατὰ τὴν φύσιν τῇ τοῦ δημιουργοῦ συνεδέθη προνοίᾳ καὶ τέχνῃ, βουλευσώμεθα ὅπως ἂν ἀμφότερα διαγένοιτο τῶν καταλλήλων ἕκαστα χρειῶν μὴ στερούμενα. Ἐκ τῶν δύο συνέστηκας, ἄνθρωπε, καὶ σιωπῶ τέως ὅτι πολὺ προτιμότερον ἐστὶν ἡ ψυχὴ καὶ προσῆκεν ἐκείνῃ νέμειν τῆς εὐνοίας τὸ πλέον. 14.9.2 ∆ίκασον δὲ ἀμφοτέροις ὡς λογικὸς καὶ εὐγνώμων. Ἀνάσχου δὲ μικρὸν καί, εἰ βουληθείης, ἐγὼ τὸν ὑπὲρ τῆς ψυχῆς λόγον ποιήσομαι ὡς γυναικὶ πιστευσάσῃ συνηγορίαν, ἐφ' οἷς ἀδικεῖσθαι λέγει καὶ καθυβρίζεσθαι. Αὕτη τοίνυν ἐστὶν ἱερὰ καὶ ἀσώματος, ἀθάνατος καὶ ἀνώλεθρος, οὐ πρὸς γῆν καὶ τὰ τῇδε ἀλλὰ πρὸς Θεὸν ἔχουσα τὴν συγγένειαν. Καθαρὰ δὲ οὖσα χαίρει τοῖς καθαροῖς καὶ ἄϋλον ἔχουσα τὴν γένεσιν φεύγει τὰς ὕλας. 14.9.3 Πλὴν ἐπειδὴ προσετάχθη τὸ ἐκ γῆς μορφωθὲν σκεῦος οἰκονομεῖν, ὡς εὐπειθὴς τοῦ ∆εσπότου δούλη τῷ πηλῷ προσεδρεύει καὶ τῆς φυλακῆς ἔχεται καὶ τῆς ἐπ' αὐτῷ προ νοίας, μέχρις ἂν ἔλθῃ πρόσταγμα τὸν χωρισμὸν ἐπιτρέπον. Ταύτην μὲν οὖν τὴν τὸ σῶμα ζωοποιοῦσαν ὀνίνησι ἡ ἀποχὴ τῶν βρωμάτων, τῷ γηΐνῳ δὲ ὀργάνῳ ἡ τῶν σιτίων ἀπόλαυσις ἀναγκαία. Οὐδὲν ζητεῖ πλέον ὡς κρείττων. 14.9.4 Μέρισόν μοι, φησί, τοῦ ἐνιαυτοῦ τὸν χρόνον, δὸς τοὺς ἓξ μῆνας εἰς ἀπόλαυσιν τῷ κυβερνωμένῳ καὶ τοὺς λειπομένους τῷ κυβερνήτῃ. ∆ικαία ἡ αἴτησις καὶ οὐδεὶς οὕτως φιλοσώματος, ἑτερορρεπὴς δικαστής, ὡς μὴ τοῖς