1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

69

ὀνομάζεται ὑπὲρ τοῦ γένους τῶν ἀνθρώπων τὸν Πατέρα ἐξιλεούμενος· ὁμοίως δὲ καὶ τὸ Πνεῦμα τῆς ἀληθείας τὴν ὑπὲρ ἡμῶν σπουδὴν ἔλαβεν ὄνομα. Παράκλητος γὰρ κἀκεῖνο λέγεται· πρεσβεία δὲ καὶ παράκλησις ὑπὲρ τῶν ἡμαρτηκότων πάντως σπουδάζεται, οὐ μὴν τῶν ἀνευθύνων καὶ ἀνεγκλήτων. 13.8.7 Ζήλωσον, ὁ ἱερεύς, τὸ κηδεμονικὸν τοῦ Μωσέως· μίμησαι τὴν ἐκείνου περὶ τοὺς ἀρχομένους διάθεσιν, ὃς παρα καλῶν τὸν Θεόν, ἵνα μὴ δυσμενῇ τῷ λαῷ πλημμελήσαντι, ἐπειδὴ μικρὸν ᾔσθετο παρελκομένης τῆς χάριτος, τοῦτο γοῦν ἱκέτευε προαπελθεῖν τοῦ λαοῦ, ὡς μήτε θεάσηται τῶν ποιμαινομένων τὸν ὄλεθρον. 13.8.8 Οὐδὲν δὲ οἷον αὐτῆς ἀπομνημονεῦσαι τῆς λέξεως· ∆έομαι, ἡμάρτηκεν ὁ λαὸς ἁμαρτίαν μεγάλην καὶ ἐποίησαν ἑαυτοῖς θεοὺς χρυσοῦς. Καὶ νῦν εἰ μὲν ἀφίῃς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μή, ἐξάλειψόν με ἐκ τῆς βίβλου ἧς ἔγραψας. Ὁρᾷς ὅπως τὴν τοῦ πλήθους σωτήριαν τῆς οἰκείας προτίθησιν καὶ ἐξαλειφθῆναι ζητεῖ, εἰ μὴ κατορθοῖ τῷ κοινῷ τὴν συγγνώμην; Οἱ δὲ νῦν πρὸς τοὺς ἁμαρτάνοντας πικραινόμενοι προσιόντας ἐλαύνουσιν, ὑποπίπτοντας παρατρέχουσιν, θεραπευθῆναι ζητούντων ὑπερορῶσιν, δακρυόντων οὐκ ἐπικλῶσι τὸ πρόσωπον. 13.9.1 Τί οὖν ὁ Λουκᾶς, μᾶλλον δὲ τὸ Πνεῦμα τὸ ἅγιον, ἀνέγραψέ μοι τὸν υἱὸν τὸν ἄσωτον, ὃς καθύβρισε μὲν τῇ ἀναχωρήσει πρώτῃ τὸν γεννη σάμενον, εἶτα πρὸς ἡδονὰς καὶ μέθας ἐκβακχευθεὶς καὶ φιλογύνης γενόμενος πάντα τὸν πατρικὸν πλοῦτον ἐκένωσεν; Ἐπειδὴ δὲ χρόνοις ὕστερον ἱκανῶς ἐνταλαιπωρήσας τοῖς μόχθοις, ὡς καὶ συβώτης γενέσθαι μισθωτὸς καὶ τῆς αὐτῆς μετασχεῖν τοῖς χοίροις τροφῆς, ἐπανῆλθε πρὸς τὴν πατρικὴν ἑστίαν σωφρονισθείς, οὐκ ἀπεστράφη ὁ πατὴρ οὐδὲ ἐπέθηκεν αὐτῷ τὰς θύρας ἐπανελθόντι, 13.9.2 ἀλλὰ πᾶν τοὐναντίον προσέδραμεν ἐγγίζοντι καὶ ἐπεκλίθη τῷ τραχήλῳ καὶ δάκρυον ἐπέσταξε συμπαθῶς τῷ αὐχένι, ἐποίησε δὲ πάλιν ἀντὶ ἀθλίου μακαριστὸν ἐλευθερίῳ ἀμφιέσας ἐσθῆτι καὶ δακτύλιον τῇ χειρὶ περιθεὶς καὶ ἑορτὴν ἄγων τὴν ἡμέραν καὶ εὐτρεπίσας εὐωχίαν λαμπράν. Ταῦτα δὲ πάντα λόγος ἐστὶ παραβολικὸς ὑπανοίγων τοῖς μετανοοῦσιν ὡς πατρικὴν ἑστίαν τὴν ἐκκλησίαν καὶ δεχόμενος φιλοφρόνως, ἵνα μὴ ὦσιν ὁμοδίαιτοι τοῖς χοίροις, τοῖς δαί μοσιν, γεννῶνται δὲ πάλιν ἐξ ἀλλοτρίων υἱοί, ἵνα τῷ βουλήματι τοῦ Θεοῦ συζῶσιν ὡς γνώμῃ πατρὸς καὶ τοῖς ἁγίοις ἀνδράσιν ὡς ἀδελφοῖς. 13.9.3 Σὺ δὲ μὴ ζήλου τὴν γνώμην τοῦ ἀδελφοῦ τοῦ πρεσβυτέρου, μηδὲ καταγόγγυζε τῆς τοῦ πατρὸς φιλανθρωπίας, ὅτι καὶ τὸν ἄσωτον καὶ ὑβριστὴν εἰσῳκίσατο. Θαύμαζε δὲ μᾶλλον τὴν ἀγαθότητα καὶ μιμοῦ τοῦ Θεοῦ τὴν εὐμένειαν καὶ τοὺς ἐκ τῆς πλάνης ὑποστρέφοντας ἐναγκαλίζου καὶ περιπτύσσου· οὕτως γὰρ ἔσῃ τυφλῶν ὁδηγὸς καὶ πλανωμένων διδάσκαλος. 13.10.1 Πρὸς μὲν οὖν τοὺς τραχυτέρους τὴν γνώμην καὶ τὴν ἀποτομίαν πρὸ τῆς συμπαθείας ἀσκοῦντας ἱκανῶς ἡμῖν εἴρηται καὶ οὐδὲν δεῖ μακροτέρων· ἄκουε δὲ λοιπὸν καὶ ὁ τῆς ἐπιστροφῆς δεόμενος, ὅπως σε προσῆκεν ἐπιστυγνάζειν τοῖς ἁμαρτήμασιν καὶ τὰ παραπτώματα τῆς καρδίας ἀποθρηνεῖν· μᾶλλον δέ, εἰ δοκεῖ, σκόπησον τὴν ἁμαρτωλὸν γυναῖκα τὴν παρὰ τῷ Λουκᾷ ἐπὶ τοῦ παρόντος ἀναγνωσθεῖσαν ἡμῖν. Κἀκείνης τὸ ταπεινὸν καὶ εὐσύνετον ζήλωσον καὶ λάβε κανόνα μετανοίας ἠκριβω μένης. 13.10.2 Ἐλθοῦσα γὰρ ἐπὶ τὸν οἶκον τοῦ Φαρισαίου οὔτε τὸ πλῆθος τῶν ἑστιωμένων ἠρυθρίασεν, οὔτε τὸν καιρὸν τῆς εὐωχίας ὡς ἄκαιρον εἰς ἐξομολόγησιν ἔφυγεν, ἀλλὰ τῇ λύπῃ συνεχομένη καὶ σφοδρὸν ἔχουσα τῶν πλημμελημάτων τὸ πένθος οὐδὲ τὸ βραχύτατον ἠφίει τὸν τῶν ἁμαρτιῶν ἰατρόν. Οὐ μὴν οὐδὲ εἰς τὸ πρόσωπον κατ' ὄψιν ἐρχομένη ἱκέτευεν, ἀλλὰ τὸ ἀνάξιον ἑαυτῆς καὶ ἀπαρρησίαστον διὰ τοῦ σχήματος ἑρμηνεύουσα, τὴν κατὰ νώτου χώραν καταλαβοῦσα καὶ οὐδὲ ἑστῶσα ἁπλῶς, 13.10.3 ἀλλὰ κατόπιν τῶν ποδῶν λαβομένη, λύσασα δὲ τὰς κόμας καὶ τοῖς πράγμασι δημοσιεύουσα τὴν πενθοῦσαν ψυχὴν καὶ τοῖς ποσὶν τοῦ Ἰησοῦ τὸ δάκρυον ἐπιρρέουσα μετὰ πολλῆς τῆς