1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

39

οὐ τὸν δοῦλον τῷ ∆εσπότῃ συγκρίνω. Ἄπαγε! Μαινομένου τὸ νόημα· ἀλλ' ὅτι διὰ τῶν ἑαυτοῦ θεραπόντων ὁ Θεὸς τὴν ἑαυτοῦ δύναμιν ἐνδεικνύμενος οὐδένα τῶν μαθητῶν ὡς Πέτρον ταῖς ἰδίαις δωρεαῖς κατεπλούτησεν, ἀλλὰ καὶ πάντων αὐτὸν προὔθηκεν ὑψώσας ταῖς ἄνωθεν δωρεαῖς· καὶ ὥσπερ πρῶτος μαθητὴς κατὰ τὴν τάξιν τῶν χρόνων ἐγένετο, οὕτω καὶ μείζων τῶν ἀδελφῶν ἐπὶ τῆς πείρας τῶν πραγμάτων ἐδείχθη τῇ δυνάμει τοῦ Πνεύματος. 8.8.5 Πρῶτος ἐκλήθη καὶ ταχέως ὑπήκουσε· πρὸς τοῖς αἰγια λοῖς εὑρεθεὶς ἐν τῷ ταραχώδει τοῦ κόσμου χωρίῳ ὁ τοῖς κύμασιν ἀεὶ τῆς ἀνθρωπικῆς ζάλης περιψοφούμενος, ἀδιάλειπτον ἔχει τὴν βοῶσαν περὶ τὰς ἠϊόνας ἠχήν. Πρῶτος ἐν χριστιανοῖς τῶν κοσμικῶν ὑλῶν κατε φρόνησε καὶ τῶν ἐν ποσὶ πάντων ὑπεριδὼν πρὸς τὰ νοητὰ καὶ ὑπερ κόσμια μετετάξατο. 8.9.1 Καὶ τυχὸν ἐρεῖ τις τῶν πένητα καὶ ἀφανῆ τὸν τρισμακάριον ἐκεῖνον ἀποκαλούντων· Τί γὰρ ἀπέθετο; Τί δὲ ἀπεκτήσατο; Πάντα ὅσα εἶχεν, ὦ ἄνθρωπε· ἑκάστῳ δὲ ὃ κέκτηται μέγα· κἀκεῖνο πλοῦτος, ὃ ἔχει ἀκτήμων. Ὅμοιος παρὰ τῷ Θεῷ φαίνεται καὶ ὁ τὰ ἅρματα ἀποθέμενος καὶ ὁ καταφρονήσας τοῦ ὄνου. Ὅπερ γάρ ἐστι τῷ πλουσίῳ τὸ τέθριππον, τοῦτο τῷ πένητι ὁ εὐτελὴς κανθήλιος. 8.9.2 Φιλόσοφος δέ ἐστιν ὁμοίως καὶ ὁ τὴν ἀργυρᾶν καταλιπὼν τράπεζαν τήν τε ἱστορίαις κεκοσμημένην καὶ ὁ τὴν ξυλίνην τὴν εὔωνον· ὁμοίως ὁ τὴν κώμην τὴν πολυάνθρωπον καὶ ὁ τὸ μικρὸν κηπίον, ὁ τὴν ἐσθῆτα τὴν χρυσόπαστον καὶ ὁ τὸν πεπαλαιωμένον χιτῶνα. Οὐ γὰρ ἐν τῷ πλήθει καὶ τῇ ποιότητι τῶν διδομένων ὁ Θεὸς τὸν μεταδοτικὸν καὶ φιλάνθρωπον κρίνει, ἀλλὰ τὴν προαίρεσιν ἀποδέχεται τοῦ διδόντος. 8.9.3 ∆ιὸ καὶ τὴν χήραν ἐκείνην ὡς εὐγνώμονα κηρύσσει τὸ εὐαγγέλιον, τὴν τὸν ὀβολὸν ἐπιδοῦσαν, ἐπειδὴ μηδὲν παρακατέσχεν ὧν εἶχεν. Καὶ ὁ τὸ ποτήριον δὲ ὀρέξας τοῦ ψυχροῦ ὕδατος λαμβάνει μισθὸν τῆς οὕτως εὐκόλου δεξιώσεως τὴν βασιλείαν· ᾧ γὰρ εἶχεν ἐθεράπευσε τοῦ διψῶντος τὴν χρείαν, εἰ καὶ μὴ παρῆν αὐτῷ οἶνος ἀνθοσμίας διὰ πενίαν. 8.9.4 Ταῦτα δὲ λέγω κατὰ συγχώρησιν, ἐπεὶ οὐ πάντως, εἴ τις ἁλιεύς, οὗτος καὶ πένης. Οὐκ οἶδας ὡς ἁλιεὺς μαργαριτῶν ἐστι θηρευτής; Μαργαρῖται δὲ ἄνθος εἰσὶ τοῦ γαύρου καὶ ὑψαύχενος πλούτου, οἷς βασιλεῖς κοσμοῦνται, οἷς γυναῖκες φιλόπλουτοι καὶ φιλόκοσμοι ἐπαγάλλονται. Ἁλιεὺς βάπτει τὴν ἁλουργίδα τὴν πολυθρύλητον καὶ ἀφιερωμένην τῇ βασιλείᾳ· ἁλιεῖς βάπτουσι τὰ ὑπόχρυσα τῶν ἐρίων τὴν ξανθὴν πίνναν θηρεύοντες. 8.9.5 Οὐ τοίνυν δεῖ προσέχειν τοῖς ὀργάνοις τῆς τέχνης αὐτῶν ὡς εὐώνοις καὶ εὐκαταφρονήτοις, τῷ δικτύῳ, φημί, καὶ τοῖς ἀγκίστροις· οὐ γὰρ ἐκ εὐτελείας τῶν ὀργάνων παρ' ἑκάστοις, ἀλλ' ἐκ τῆς τελουμένης ἐργασίας αἱ εὐπορίαι καταμανθάνονται· ἐπεὶ τοί γε κατ' ἐκεῖνον τὸν λόγον οὐδὲν πενέστερον εὕρῃς πρώτης τῆς γεωργίας, εἰ ἀπὸ τῆς δικέλλης καὶ τῆς σκαπάνης ὁ πλοῦτος αὐτῆς δοκιμάζοιτο. Ἄποροι δὲ παντελῶς καὶ οἱ τὸν χρυσὸν ὀρύττοντες, τὸν βασιλέα τοῦ πλούτου. Μία γὰρ αὐτοῖς ἀξίνη συνεργεῖ· ξύλινος πίναξ, ὁ τῆς γῆς τὸν χρυσὸν ἀποκρίνων. 8.9.6 Σιγά τωσαν τοίνυν ἐθνικοὶ καὶ Ἑβραῖοι, οἱ Πέτρῳ πενίαν ὀνειδίζοντες καὶ ἀπὸ τοῦ ἁλιέως σμικρύνειν τὸν μέγαν πειρώμενοι· καὶ καταλιπόντες τὰ τοιαῦτα κομψεύεσθαι λεγέτωσάν μοι πυνθανομένῳ· Τίς ἁλιέων ἢ τῶν πάντων ἀνθρώπων ἐπέζευσε θαλάτταν; Τίς ἔστησε πόδα κατὰ λίμνης ἑστώσης, ὡς ἐκεῖνος κατὰ κυμάτων τοῖς ἀνέμοις τινασσομένων; 8.9.7 Τοῦ γὰρ Θεοῦ ἡμῶν τοῦ ἀγαθοῦ πολλὰ θαύματα διὰ τῶν ἰδίων δούλων τελέσαντος ἐπί τε τῆς πολιτείας τοῦ Ἰσραὴλ τὸ ἀρχαῖον κἀν τοῖς ὕστερον χρόνοις, ἐν οἷς ἡ φιλάνθρωπος οἰκονομία τοῦ Σωτῆρος ἡμῶν ἐπεφάνη τῷ κόσμῳ, οὐδεὶς τῶν ἐξ ἀρχῆς εἰς τέλος ἁγίων τοιαύτην διὰ πίστεως ἰδίας καὶ τῆς ἄνωθεν χάριτος πρᾶξιν ἐπιτελέσας φαίνεται. 8.10.1 Θαυμαστὸς ὁ Μωϋσῆς πέλαγος ἄνευ πλοίων περαιωθείς· ἀλλὰ γῆν ἐπέζευσεν, ἣν νόμος ἀνθρώποις, ἔνθεν καὶ ἔνθεν τοῦ ὕδατος ἀνασταλέντος πρὸς ἑαυτό. Μέγας καὶ Ἰησοῦς ὁ τούτου διάδοχος, ὅτι τὸν Ἰορδάνην ἐπεραιώθη ὑπὲρ τὰς ὄχθας