1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

68

τραχυτέραν κατάκρισιν. Ποίησον οὖν, εἰ δοκεῖ, κοῦφον τὸ σταθμίον, εἴπερ βούλει μὴ πρὸς τὴν κατακρίνουσαν πλάστιγγα καὶ τὰς σὰς πράξεις καθελκυσθῆναι, ὅταν ὁ βίος ἡμῶν ὡς ἐν ζυγῷ τῇ κρίσει τοῦ Θεοῦ ταλαντεύηται. 13.7.3 Σῶμα περικείμενος καὶ διαζῶν ἐν σαρκὶ μήποτε ἀπελάσῃς τοῦ βίου τὴν ἀπὸ ἰατρικῆς θεραπείαν. Κἂν γὰρ ἐπὶ πλεῖστον ὅσον εὐεξίᾳ τε καὶ ὑγείᾳ συζήσῃς, ἀλλ' οὐχ οὕτως διατελέσεις ἄνοσος, ὡς ἐν χρείᾳ μὴ γενέσθαι τῆς ἐπιμελείας τοῦ θεραπεύοντος. Καὶ ψυχὴν ἔχων κατακλινομένην πρὸς τὰ γήϊνα, ἡνίκα ἂν ἑαυτῆς ἐπιλαθομένη τῶν προσπαθειῶν ἐμπλησθῇ τοῦ σώματος, μὴ ἀναίρει τὸν ἔλεον, ἵνα μὴ ἀμοιρήσῃς συγγνώμης, ὅταν αὐτῆς ἐπιδεὴς καταστῇς. 13.7.4 Ἱερεύς τίς ἐστι καὶ ἡγεμονεύειν ἔλαχε τοῦ λαοῦ· συμπαθῶν ὁράτω τῶν ὑπηκόων τὰ πτώματα, εἰδὼς ὅτι κἂν ἡ τάξις τοῦ βίου διαφορὰν ἔχῃ πρὸς τοὺς πολλούς, ἀλλὰ τῇ φύσει τῶν ποιμαινομένων οὐδὲν διενήνοχεν, κοινωνῶν δὲ αὐτῆς ἴσως ποτὲ κοινωνήσει καὶ πλημμε λήματος. 13.7.5 Ταῦτα καὶ Μωϋσῆς εἰδώςἄνθρωπος γὰρ ἦν καὶ τὴν φύσιν ἐγνώριζεντὸν μόσχον ὑπὲρ τοῦ ἱερέως ἱερουργεῖσθαι διέταξεν, ἡμαρτηκότος πάντως καὶ καθαρσίων δεομένου καὶ πλειόνων. Ὅπερ δὲ ἦν τότε ὁ ἔνσαρκος μόσχος, τοῦτο νῦν ἐστιν ἡ ἀσώματος μεταμέλεια καὶ ἡ ἀναίμακτος δέησις, ἧς ὑψηλολογούμενοι καὶ μεγαλαυχοῦντες τὴν εὐεργε σίαν μὴ λύσωμεν 13.7.6 εἰδότες ὅτι καὶ Ἀαρὼν ὁ δοκιμώτατος ἱερεὺς τῷ λαῷ ζητοῦντι θεοὺς συναπήχθη καὶ μετὰ τῆς ἀδελφῆς τῆς Μαρίας ἑάλω τῷ γογγυσμῷ καὶ εἰ μὴ ὁ γογγυσθεὶς ἱκέτευσεν, οὐκ ἂν τὴν τιμωρίαν διέφυγεν. Ἄλλος ἐστίν, οὐχ ἱερεύς, ἀλλὰ εἷς τῶν πολλῶν, φοβείσθω βαρὺν ἐπιτιθέναι ζυγόν. Εἰ γὰρ ὁ καθαίρειν τὸν λαὸν προβληθεὶς χρῄζει καθαρσίων ἐνίοτε, τί ἂν πάθοι ὁ μηδὲ τῆς χειροτονίας ἔχων τὴν δύναμιν; 13.8.1 Μιμησώμεθα τὴν ποιμαντικὴν τοῦ ∆εσπότου· ἐγκύψωμεν τοῖς εὐαγγελίοις καὶ ὥσπερ ἐν ἐσόπτρῳ τὴν ἰδέαν καταμάθωμεν τῆς ἐπιμε λείας τε καὶ χρηστότητος. Βλέπω γὰρ ἐκεῖ ἐν παραβολαῖς καὶ τοῖς ἐπεσκιασμένοις τῶν λόγων ἄνδρα ποιμένα ἑκατὸν προβάτων· ὃς ἑνὸς θρέμματος ἀποσχισθέντος τῆς ἀγέλης καὶ πλανωμένου οὐ τοῖς ἐν τάξει καὶ ἀπλανῶς νενομένοις παρέμεινεν, 13.8.2 ἀλλ' ὁρμήσας ἐπὶ τὴν ζήτησιν πολλὰς μὲν διώδευσε κοιλότητας τε καὶ φάραγγας, μεγάλων δὲ καὶ ὑψηλῶν ὑπερηνέχθη σκοπέλων καὶ ταῖς ἐρημίαις καρτερῶς ἐνεμόχθησε, μέχρις ἀνίχνευσε τὸ πλανώμενον. Εὑρὼν δὲ οὐκ ἔπληξεν, οὐ μὴν οὐδὲ ἤλασεν σφοδρῶς ἐπείγων πρὸς τὴν ἀγέλην, ἀλλ' ἐπιθεὶς τῷ αὐχένι καὶ κομίσας μετὰ φειδοῦς τοῖς συννόμοις ἀποκατέστησεν χαίρων ἐπ' ἐκείνῳ πλέον ἢ τῷ πλήθει τῶν ἄλλων. 13.8.3 Νοήσωμεν τοίνυν τὸ πρᾶγμα τὸ τοῖς αἰνίγμασιν ἐγκρυπτόμενον. Τὸ γὰρ πρόβατον οὐκ ὄντως πρόβατον καὶ ὁ ποιμὴν δὲ πάντως ἄλλο τι, οὐ μὴν ὁ τῶν ἀλόγων νομεύς, ἀλλ' ἔστιν ὑποδείγματα ταῦτα τῶν ἱερέων παιδευτικά, ἵνα τῶν ἀνθρώπων μήτε προχείρως ἀπελπίζωμεν μήτε καταρρᾳθυμῶμεν κινδυνευόντων. Ζητῶμεν δὲ τὸν ἐμπαθῆ καὶ ἐπανάγωμεν εἰς τάξιν καὶ χαίρωμεν τοῖς ἐπιστρέφουσιν καὶ τῷ πληρώματι τῶν ὀρθῶς βιούντων ἀναμιγνύωμεν. 13.8.4 Ἐπὶ τοσοῦτον δὲ τὸν ἱερέα προσῆκεν ἀντὶ τῆς ἀποτομίας τὴν φιλανθρωπίαν ἀσκεῖν, ὥστε κἂν ὁ ∆εσπότης ἐκκόπτειν κελεύῃ τινὰ ὡς φυτὸν ἄχρηστον, αὐτὸν ὡς φυτοκόμον αἰτεῖν δεῖ τὴν φειδὼ καὶ ὑπέρθεσιν. Τοῦτον γὰρ ἡμῖν παρίστησι τὸν νοῦν τῆς ἀκάρπου συκῆς ὁ λόγος, ἣν ἐκτεμεῖν θέλοντος τοῦ Κυρίου διὰ τὴν ἀκαρπίαν, ὁ γεωργὸς ἱκετεύει καὶ ἀναβολὴν αἰτεῖ καὶ ὑπέρθεσιν ἐλπίδας αὐτῷ χρηστὰς ὑπο τείνων διὰ τῆς οἰκείας ἐπιμελείας. 13.8.5 Μὴ τοίνυν κόπτε προχείρως, ὁ τὴν τομὴν παρὰ τοῦ Κυρίου ἐπαγομένην κωλύειν ὀφείλων, μηδὲ καταγίνωσκε ταχέως τὴν ἀχρηστίαν, ἀλλ' ἐκπόνει τὴν ἐπιμέλειαν. Σκάπτε τοῖς ἐλέγχοις, θάλπε ὡς κόπρῳ ταῖς παρακλήσεσιν, πότιζε τῇ ἐπιρροίᾳ τῶν μαθημάτων, περίφρασσε τοῖς προφυλακτικοῖς τῶν παραγγελμάτων ὡς χαρακώματι. Σὸν ἔστω τὸ παραιτεῖσθαι, τοῦ κριτοῦ τὸ δικάζειν. 13.8.6 Ἐκεῖνο κληθῆναι σπουδάσωμεν, ὃ λέγεται καὶ ὁ Κύριος· παράκλητος γὰρ