1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

53

τῷ εὐαγγελικῷ γράμματι προσέχοντες τὸν νοῦν, ἐν ᾧ προτρέπων τοὺς ἱεροὺς ἀθλήτας καὶ φιλοθέους ὁ Κύριος λέγει· Ἐάν τις ὁμολογήσῃ με ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω αὐτὸν ἔμπροσθεν τοῦ πατρός μου, ὑπὲρ ταύτης τῆς ὁμολογίας ἤνεγκαν ἀτρέπτοις τοῖς λογισμοῖς σίδηρον τεθηγμένον καὶ πυρκαϊᾶς ἐπέβησαν καὶ θηρίων στόμασιν ἔκδοτον τὸ σῶμα παρέσχον καὶ τὸν νῶτον ἕκαστος ὑπέθηκαν μάστιξι καὶ ταῖς ἀκμαῖς τῶν ὀνύχων τὰς πλευρὰς ἐσπαράχθησαν καὶ δεσμῶν τῶν διὰ σιδήρου ἠνέσχοντο καὶ δεσμωτηρίων ἤνεγκαν σκοτεινὰ καταγώγια· 10.3.3 ἐπιέσθησαν δὲ λιμῷ καὶ δίψει κατεξηράνθησαν, παρέθηκαν δὲ ὡς λίθους τὰ πρόσωπα τοῖς ῥαπίζουσιν, ἤκουσαν τῶν ὕβρεων ὡς κώφοι, ἐσιώπησαν πρὸς τοὺς ὀνειδίζοντας καὶ λοιδορουμένους ὡς ἄλαλοι, δήμοις καὶ θεάτροις ἐπομπεύθησαν, περιήχθησαν ἀγορὰς καὶ ἄμφοδα ἐν ὁλογύμνοις τοῖς σώμασιν, οὐκ ἄνδρες μόνον, ἀλλὰ καὶ γυναῖκες, τὸ σχετλιώτατον. Ἄλλοι πυρὶ κατεφλέχθησαν, ἕτεροι διὰ χειμῶνος ἐπάγησαν· ποικίλοις τρόποις τὰς ἀριστείας ἡμῖν κατεμερίσαντο, ἵνα πεσόντες νικήσωσιν. 10.4.1 ∆ιὰ τοῦτο τὰ εὐσεβῆ σώματα σεμνῶς περιστείλαντες, τὰ σκεύη τῆς ἐκλογῆς, τὰ τῶν μακαρίων ψυχῶν ὄργανα, τὰς οἰκίας τῶν φιλοσόφων ἐνοίκων, ὡς κειμήλια πολυτίμητα τῷ παντὶ βίῳ φυλάσσομεν, φρουροῦμεν δὲ αὐτοῖς ὡς ἡμετέροις πλεονεκτήμασιν καὶ τοῖς μάρτυσιν ἡ ἐκκλησία τετείχισται ὡς πόλις ὁπλίταις γενναίοις καὶ πάνδημοι πανηγύρεις ἀθροίζονται καὶ τῆς θυμηδίας τῶν ἑορτῶν ἀπολαύομεν. 10.4.2 Οἱ δὲ ταῖς ἀνθρωπικαῖς περιστάσεσιν ἢ συμφοραῖς πιεζόμενοι ὡς ἐπί τι κρησφύγετον τὰς ἀναπαύσεις τῶν τρισμακαρίων σπεύδουσιν πρεσβευτὰς αὐτοὺς τῶν εὐχῶν καὶ αἰτημάτων διὰ τὸ ὑπερβάλλον τῆς παρρησίας ποιούμενοι. Ἐντεῦθεν πενίαι λύονται καὶ ἰατρεύονται νόσοι καὶ ἀρχόντων ἀπειλαὶ κοιμίζονται· πασῶν δὲ τῶν ταραχῶν καὶ χειμώνων τοῦ βίου λιμένες εἰσὶν εὔδιοι οἱ ἱεροὶ τῶν μαρτύρων σηκοί. 10.4.3 Οὕτως πατὴρ ἢ μήτηρ ἀραμένη τὸν ἄρρωστον παῖδα καὶ περιστείλασα ταῖς ἀγκάλαις παρατρέχει μὲν ἰατρεῖα καὶ ἰατρούς, ἐπὶ δὲ ἄτεχνον καταφεύγει βοήθειαν· καὶ πρὸς ἕνα τῶν μαρτύρων ἐλθοῦσα δι' ἐκείνου τῷ ∆εσπότῃ προσάγει τὴν αἴτησιν τοιαύταις κεχρημένη πρὸς τὸν μεσίτην φωναῖς· «Παθὼν διὰ Χριστὸν πρέσβευσον ὑπὲρ πάθους καὶ νόσου. Ἔχων παρρησίαν χρῆσον λόγον τοῖς ὁμοδούλοις. Εἰ καὶ τὸν ἡμέτερον βίον ἀπέλιπες, ἀλλὰ γοῦν οἶδας τὰ πάθη τῆς ἀνθρωπότητος· παρεκάλεσας καὶ σύ ποτε μάρτυρας πρὶν γενέσθαι μάρτυς. Τότε ζητῶν ἐλάμβανες, νῦν ἔχων χάρισαι. Εἰς τὸ γέρας τὸ σὸν αἴτησον τὸ κέρδος ἡμῖν. Ἰαθείημεν τῷ σῷ μώλωπι ὡς τῷ τοῦ Χριστοῦ ὁ κόσμος». 10.4.4 Ἄλλος ἐπὶ γάμον σπεύδων προοίμιον ποιεῖται τῶν θαλάμων τὴν ἐν μαρτυρίοις εὐχήν· καί τις εἰς πλοῦν ἐπειγόμενος οὐ πρότερον τῆς νεὼς λύει τὰ πείσματα, πρὶν ἂν τὸν τῆς θαλάσσης ∆εσπότην διὰ τῶν μαρτύρων ἐπικαλέσηται· πτωχῶν δὲ φῦλα καὶ πενήτων ἐσμοὶ κοινὴν ἑστίαν καὶ τροφὴν κέκτηνται τὴν τῶν μαρτύρων ἀνάπαυσιν· ᾄδονται δὲ πανταχοῦ γῆς καὶ θαλάττης οἱ μάρτυρες. Εἰκότως καὶ πρὸς ἀξίαν. 10.4.5 Οὐ γὰρ ὡς πολλοὶ τὴν δικαιοσύνην καθόρθωσαν, αὐτῷ δὲ σώματι τὸν σταυρὸν ἐβάστασαν· οὐ χρήματα ἐσκόρπισαν, ἀλλ' αἷμα ἐξέχεαν· οὐ πένητα ᾤκτειραν, ἀλλ' ἑαυτοὺς οὐκ ἠλέησαν· οὐκ ἐν δεσμωτηρίῳ τὸν κεκακωμένον ἐπεσκέψαντο, ἀλλ' αὐτοὶ τὰς ἁλύσεις ἐφόρεσαν. ∆ιὰ τοῦτο τῆς ὑπομονῆς καὶ τῆς κακώσεως ἀντίρροπον τὴν δόξαν καὶ τὴν τιμὴν ἐκαρπώσαντο. 10.5.1 Οἱ μὲν οὖν μάρτυρες οὕτως· οἱ δὲ τούτων τύραννοι καὶ φονεῖς ποῦ, οἱ τὰ ὑψηλὰ φρονήσαντες καὶ τὰ ὑπερήφανα ἀπειλήσαντες, οἱ ἐπὶ θρόνων μετεώρων καθήμενοι καὶ τὸν ἑαυτῶν ἄρχοντα μὴ γνωρίσαντες; Ἐβρυ χήσαντο ὑπὲρ τοὺς λέοντας, ἔδραμον ὑπὲρ τὰς παρδάλεις, ἐσπάραξαν ὑπὲρ τὰς ἄρκτους, ἐξέχεαν αἵματα κατὰ τοὺς λύκους, ἐκακούργησαν ὡς αἱ ἀλώπεκες. Κεῖνται τῶν ὄνων τῶν νεκρῶν μυσαρώτεροι, λήθη ἐκάλυψεν τὴν ζωὴν αὐτῶν· ἔχουσι δὲ τάφον τὸν ᾅδην καὶ στήλην τὴν ἀσέβειαν καὶ μνήμην τὴν ἀτιμίαν·