1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

62

ὁρμήσωσιν. Ὡς δὲ τὸ πλῆθος ἐθεάσατο τῶν ἐπ' αὐτὸν συρρεόντων, ἐν ἀπόρῳ μὲν εἶχε θέσθαι τὸ παρόν· ὅμως δὲ τέχνην εὗρεν εὐμήχανον λόγον ἐμμελῆ καὶ πρᾶον. Οὐδὲν γὰρ φάρμακον τοιοῦτον εἰς θεραπείαν θυμοῦ καὶ κινήσεως, οἷον παραίνεσις προσηνὴς καὶ εὐάρμοστος. 12.5.3 Καὶ εἴπατέ μοι, φησί, τὴν αἰτίαν τοῦ μίσους, ἀνθ' ὅτου δὲ τὰς χεῖρας ἐπανατείνεσθε καὶ προδηλοί ἐστε ὡς σπαράξοντες. Εἰπόντων δὲ ὅτι Ἐπειδὴ καταλύεις τοὺς πατρῴους νόμους καὶ ξένων εἶ δογμάτων εἰσηγητής, στὰς εἰς μέσον ὁ μακάριος, ἄτεχνος καὶ αὐτοσχέδιος ῥήτωροὐ γὰρ ἔλεγεν ἅπερ ἐκ τέχνης ἔμαθεν, ἀλλ' ἅπερ ἐνεπνεῖτο ὑπὸ τοῦ Πνεύματος, Ἄνδρες, φησίν, ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε. 12.6.1 Σοφὸν τὸ προοίμιον, ἀρίστη πρὸς δῆμον θερμαινόμενον ἡ τῆς δημηγορίας ἀρχή. Τὰ γὰρ μειλίχια καὶ προσηνῆ τῶν ῥημάτων οἷον μέλιτός τινος μετέχοντα ἢ ἐλαίῳ ἁπαλῷ παραπλήσια τὴν φλεγμονὴν τῶν θηρίων κατέστελλεν. Ἔπειτα ἄνεισι τῇ μνήμῃ πρὸς τὸν Ἀβραάμ, ἵνα καὶ παλαιῶν ἀρξάμενος χρόνων καὶ μακρὸν ἀποτείνων λόγον ἐν πολλῷ τῷ μέσῳ λάθῃ δαπανήσας τὸν θυμὸν ἐκλυόμενον. Καὶ τὴν πολλὴν ἐκείνην ῥῆσιν ἐξεργασάμενος δείκνυσιν, ὅτι καὶ Μωϋσῆς προεφήτευσε τὸν Χριστόν, ἵνα διὰ τῆς ἀξιοπιστίας τοῦ νομοθέτου εὐφυῶς, ὥσπερ κλέπτων, παρεισαγάγῃ τὸν τῆς πίστεως λόγον. Πάντα δὲ εἴρηκεν ἐπιστημόνως, ὅσα πρὸς ὠφέλειαν συνετέλει τῶν ἀκουόντων. Ἐπεὶ δὲ τὴν κακίαν εἶδεν ἀνένδοτον καὶ τὴν γνώμην ἀμάλακτον, τότε λοιπὸν παρρησίας πλησ θεὶς καὶ ἀπαγορεύσας πρὸς τὴν ἐνθάδε ζωὴν πᾶσαν δὲ καταλιπὼν τέχνην τὴν κολακεύουσαν ἀπαρακαλύπτως αὐτοὺς προσηγόρευσε σκληροτραχήλους, ἀπεριτμήτους τῇ καρδίᾳ, τῷ νόμῳ μαχομένους, πολεμοῦντας τῷ Πνεύματι. Καὶ τίνα τὰ ἐντεῦθεν; Περιέστησαν αὐτόν, ὡς ∆εσπότην, κύνες πολλοὶ καὶ ταῦροι πίονες, κατὰ τὴν ψαλμῳδίαν περιέσχον τὸν δίκαιον. Εἱστήκει δὲ μόνος πανταχόθεν τῷ δήμῳ τῶν φονευτῶν κεκυκλωμένος. Οὐδεὶς δὲ ἦν κατ' ἐκείνην τὴν ὥραν ἐγγύς, οὐ φίλος, οὐκ οἰκεῖος, οὐ συγγενής. Φέρει γάρ πως παραμυθίαν τοῖς κινδυνεύουσι τὸ βλέπειν ἐκ τοῦ σύνεγγύς τινα τῶν γνωρίμων. Ὁ δὲ τοῦ μεγάλου ἀγωνίσματος ὑψηλὸς ἀγωνοθέτης καταμαθὼν ὡς χρεία τῷ ἀνδρὶ παραστάτουεἰ γὰρ καὶ σφόδρα γενναῖος ἦν, πάντως ἔπασχε τὰ ἀνθρώπινα ἀθρόον αὐτῷ φαίνεται πρὸς τὸν οὐρανὸν ἀτενίσαντι, δείκνυσιν δὲ καὶ τὸν Υἱὸν ἐκ δεξιῶν ἑστῶτα ἐν τῷ τῆς ἀνθρωπήσεως σχήματι. Ὢ τῆς φιλανθρωπίας! Ὢ τῆς ἀγαθοσύνης! Ἐπεφάνησαν τῷἀθλητῇ ὑπὲρ ὧν ἠγωνίζετο καὶ μόνον οὐκ ἀφῆκε τοιαύτην φωνὴν πρὸς αὐτὸν ὁ τῶν ὅλων Θεός· 12.7.2 Μηδὲν ἀγεννὲς πάθῃς, ὦ Στέφανε· οὐδένα ἔχεις ἀνθρώπων σύμμαχον, οὐδείς σοι παρέστηκε τῶν φίλων ἐν καιρῷ τῶν δεινῶν, ἀλλ' ἐγὼ μετὰ τοῦ Ἀγαπητοῦ ἐποπτεύω τὰ δρώμενα. Ἑτοίμη ἡ ἀνάπαυσις, ἀναπεπταμέναι τοῦ παραδείσου αἱ πύλαι. Μικρὸν καρτερίσας κατάλιπε βίον πρόσκαιρον καὶ σπεῦσον πρὸς ζωὴν τὴν ἀΐδιον καὶ ἀτέλεστον. Ἔτι τυγχάνων ἐν τῇ σαρκὶ βλέπεις Θεόν, πρᾶγμα πάσης ἐγκοσμίου φύσεως μεῖζον. 12.7.3 Ἐμυσταγωγήθης παρὰ τῶν πρεσ βυτέρων ἀποστόλων, ὅτι ὁ Πατὴρ ἔχει Υἱὸν γνήσιον ἀγαπητόν. Ἰδοὺ ἐγὼ μέν σοι ἑαυτὸν ἐμφανίζω ὡς δύνασαι φέρειν. Παρέστηκε δέ μοι καὶ ὁ Υἱὸς ἐκ δεξιῶν, ἵνα τῇ σχέσει τοῦ τόπου γνῷς τὴν τιμήν. Ἐσκανδάλιζε τότε τοὺς πολλούς, εἰ Θεὸς ἐν γῇ σάρκα περιεβάλετο· ἀλλ' ὅρα νῦν αὐτὸν ἐν τῷ ὕψει μετ' ἐμοῦ οὐράνιον καὶ ὑπερουράνιον φέροντα τοῦ ἀνθρώπου μορφὴν εἰς βεβαίωσιν τῆς τελεσθείσης οἰκονομίας. Ὑπὲρ τούτου καταλιθούμενος μὴ ὀκλάσῃς, μὴ ἀτονήσῃς. 12.7.4 Βλέπων δὲ τὸν ἀγωνοθέτην μὴ φοβηθῇς τὸν ἀγῶνα. Ἄφες τὸ σῶμα καταφρονῶν ὡς δεσμὸν γήϊνον, ὡς οἶκον σαθρόν, ὡς σκεῦος κεραμέως φθαρτόν. Ἀνάδραμε πρὸς τὴν ἐνθάδε λῆξιν ἐλεύθερος, ἕτοιμος γάρ σοι τῆς ἀνδραγαθίας ὁ στέφανος. Μετάστηθι πρὸς τὸν οὐρανὸν ἐκ τῆς γῆς. Ἄφες τὸ σῶμα τοῖς μιαιφόνοις ὡς βρῶμα κυσί. Κατάλιπε λυσσῶντα δῆμον καὶ ἐλθὲ πρὸς χορὸν ἀγγέλων. 12.8.1 Μετὰ ταύτης τῆς γνώμης ὁ Θεὸς ἐπεφάνη τῷ καρτερῷ, ἵνα μή τι