1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

51

κατὰ τὴν βασιλεύουσαν πόλιν, τὴν κορυφὴν Ἰταλίας καὶ βασιλίδα τοῦ κόσμου, ἔστιν αὐτῷ πολλὴ δορυφορία τε καὶ τιμὴ καὶ οἶκος περιφανής, ἠσκημένος εἰς κάλλος. Οὐχ ἧττον δὲ Ῥωμαῖοι τὸν Φωκᾶν θεραπεύουσιν ἢ Πέτρον καὶ Παῦλον. Καί, ὡς ὁ λόγος δι δάσκει, τὴν κεφαλὴν τοῦ μάρτυρος ἐσπουδασμένως ἐκτήσαντο ἀντί στροφον τῆς μιαρᾶς Ἡρωδιάδος προελόμενοι γνώμην. Ἡ μὲν γὰρ αἵματος διψῶσα δικαίου κεφαλὴν εἰς ὕβριν ἐζήτησεν· οἱ δὲ εἰς τιμὴν καὶ ὠφέλειαν ἑαυτῶν περιεποιήσαντο. Ναῦται δὲ καὶ πλωτῆρες οἱ πανταχοῦ, οὐχ οἱ τὸν Εὔξεινον μόνον διαπλέοντες πόντον, ἀλλ' οἱ τὸν Ἀδρίαν τέμνοντες καὶ ὑπὲρ Αἰγαίου φερόμενοι καὶ ὅσοι τὸν ὠκεανὸν πλέουσι τὸν ἑσπέριον καὶ τοῖς ἐῴοις κόλποις ἐνθαλαττεύουσι, τὰ συνήθη κελεύσματα οἷς τὸν τοῦ πλοῦ πόνον προσαναπαύουσιν, εἰς καινὴν ὑπόθεσιν δι' εὐφημίας τοῦ γενναίου μετέ βαλον· καὶ διὰ γλώττης ἐστὶν αὐτοῖς ὁ τρισμακάριος, ἐπειδὴ καὶ ἐναργεῖς παρέχει τῆς βοηθείας τὰς πείρας. 9.11.2 Πολλάκις γ' οὖν ὤφθη νύκτωρ προσδοκωμένου χειμῶνος διεγείρων τὸν κυβερνήτην τῷ πηδαλίῳ ἐπι νυστάξαντα· καὶ ἄλλοτε πάλιν κάλω διατείνων καὶ τῆς ὀθόνης ἐπιμε λόμενος καὶ ἀπὸ τῆς πρώρας προοπτεύων τὰ βράχη. Νόμος γ' οὖν ἐγένετο ναύταις Φωκᾶν ἔχειν συνεστιάτορα. Καὶ ἐπειδὴ τὸν νῦν ἀσώματον τοῦ βίου κοινωνὸν ἔχειν ἀμήχανον, μάθετε ὅπως εὐσεβεῖ λογισμῷ ἐσοφίσαντο τὸ ἀδύνατον. Καθ' ἑκάστην ἡμέραν τῶν ὄψων τὴν μερίδα πρὸς ἰσομοιρίαν τῶν ἐσθιόντων ἀποκληροῦσι τῷ μάρτυρι. 9.11.3 Ταύτην δὲ εἷς τῶν δαιτυμόνων ἐξωνούμενος τὸ ἀργύριον κατατίθεται, καὶ τῇ ὑστεραίᾳ ἄλλος καὶ ἄλλοτε ἕτερος· καὶ οὕτως ὁ κλῆρος τῆς ἀγορασίας πάντας ἐπινεμόμενος δίδωσι καθ' ἡμέραν τῆς μερίδος τὸν ὠνητήν. Ἐπειδὰν δὲ ὅρμος αὐτοὺς ὑποδέξηται καὶ εἰς γῆν ἀποβῶσι, μερίζεται τὸ ἀργύριον τοῖς πεινῶσι· καὶ τοῦτο ἡ μερὶς τῷ Φωκᾷ, πενήτων εὐεργεσία. 9.12.1 Τεθήπασι τοῦτον καὶ βασιλεῖς τὸν καρτερικώτατον καὶ φιλόθεον καὶ φιλοτίμοις κειμηλίοις κατακοσμοῦσι τοῦ Θεοῦ τὸ ἀνάκτορον. Φιλο νεικοῦσι δὲ οἱ ἐπιγινόμενοι τοὺς πρεσβυτέρους ὑπερβαλέσθαι. Καὶ οὔπω θαυμαστόν, εἰ οἱ τῆς Ῥωμαίων κρατοῦντες ἡγεμονίας ἄνδρες εὐσεβεῖς, θεσμοῖς τε καὶ νόμοις σύντροφοι, οὕτως εὐλαβῶς ἔχουσι περὶ τὸν θεράποντα τοῦ Χριστοῦ, ὁπότε καὶ εἰς βαρβάρους ἔφθη τὸ θαῦμα· 9.12.2 καὶ πάντες οἱ ἀγριώτατοι Σκύθαι, ὅσοι δὴ τὴν ἀντιπέρας τοῦ Εὐξείνου πόντου ἤπειρον νέμονται, Μαιώτιδος λίμνης καὶ ποταμοῦ Τανάϊδος πρόσοικοι, ὅσοι τε Βόσπορον οἰκοῦσι καὶ ἄχρι Φάσιδος ποταμοῦ παρα τείνονται, πάντες οὗτοι δορυφοροῦσι τῷ κηπουρῷ· τοῖς δὲ πᾶσιν ἔθεσιν καὶ ἐπιτηδεύμασιν διεστῶτες ἡμῶν εἰς τοῦτο μόνον ὁμογνώμονες γίνονται τὴν ἀγριότητα τῶν τρόπων ὑπὸ τῆς ἀληθείας ἐξημερούμενοι. 9.12.3 Εἷς γ' οὖν ἄρχων ἐκεῖθεν καὶ βασιλεὺς τὸν στέφανον τῆς κεφαλῆς ἀποθέμενος, χρυσῷ καὶ ἄνθεσι λίθων περιλαμπόμενον, καὶ τὸν θώρακα τὸν πολεμικὸν ἀποδύς, ὕλας ἔχοντα πλούτουἀλαζονικὴ γὰρ καὶ θρυπτομένη τῶν βαρβάρων ἡ πανοπλίαἔπεμψεν ἀμφότερα ἀναθήματα διὰ τοῦ μάρ τυρος τῷ Θεῷ καὶ δυνάμεως καὶ ἀξιώματος καθιερώσας τὰς ἀφορμάς. Πρόδηλον γάρ, ὡς ὁ μὲν στέφανος τῆς βασιλείας ἦν χαριστήριον, ὁ δὲ θώραξ τῆς κατὰ πολέμους ἰσχύος. 9.13.1 Τὰς δὲ συνεχῶς ἐπὶ τούτοις συμβαινούσας ἐνεργείας διὰ τῶν ἐν ὀνείρασιν ὄψεων καὶ τῶν θεραπειῶν, ὧν οἱ κάμνοντες ἀπολαύουσι, πῶς ἄν τις καὶ διηγήσαιτο ἀδυνάτου καθεστῶτος ταῖς καθ' ἕκαστον ἐνεργείαις ἐπαφεῖναι τὸν λόγον; Πλὴν τοσοῦτον ἔξεστιν εἰπεῖν πρὸς τοὺς τὴν πολύθεον πλάνην θρησκεύοντας, ὡς εἷς δοῦλος Χριστοῦ καὶ ἡμέτερος ὁμόδουλος πολλῶν τῶν παρ' ὑμῖν νομιζομένων θεῶν ἐνεργείας πληροῖ. 9.13.2 Καὶ σιωπάτω τὰ μαντεῖα, ὥσπερ οὖν καὶ κατεσιγάσθη ταῖς παρ' ἡμῖν προρρήσεσι τοῦ δικαίου νικώμενα. Ἀργείτω δὲ ἰατρικῆς ἐργασ τήρια καὶ Ἀσκληπιὸς μὴ προσκυνείσθω· ∆ιόσκουροι δὲ μὴ νομιζέσθωσαν ναύταις συναγωνίζεσθαι· ἴσασι γὰρ οἱ πλέοντες τὸν τῶν κινδύνων ἐπίκουρον. Ποῦ ἡ Πυθία, γυνὴ ψευδόμαντις λοξὰς