1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

42

μίαν ἀγέλην εἷς ποιμὴν ἀκούσας· Βόσκε τὰ ἀρνία μου· καὶ σχεδὸν ἀνθ' ἑαυτοῦ τὸν πιστότατον μαθητὴν ἔδωκεν ὁ Κύριος τοῖς προσηλύτοις πατέρα καὶ νομέα καὶ παιδευτήν. 8.15.3 Ταύτης τοίνυν ἀκούσας τῆς φωνῆς οὐκ ἐν ῥᾳθυμίᾳ τὸν βίον ἔζησεν οὐδὲ ἠγάπησε τὴν ἔξω κινδύνων ζωήν, ἀλλὰ πᾶσαν τὴν οἰκουμένην περινοστῶν τὸν Χριστὸν τοῖς τυφλώττουσιν ἀπεκάλυπτεν, τοὺς μὲν πλανωμένους ὁδηγῶν, τοὺς δὲ γευσαμένους τῆς σωτηρίας στηρίζων, τοῖς ἐχθροῖς μαχόμενος, τοὺς οἰκείους παρακα λῶν, διωγμῶν ἀνεχόμενος, φέρων ἀχθηδόνα δεσμωτηρίων, πολυτρόπως τοῦ εὐαγγελίου προκινδυνεύων. 8.16.1 Χρόνου δὲ προϊόντος τὴν βασιλεύουσαν τῶν ἀνθρώπων πόλιν καταλαβὼν ἐκεῖθεν ἐπὶ τὴν βασιλείαν ἀνέδραμεν. Ἀναρριπισθεὶς γὰρ ὁ Νέρων εἰς ὀργὴν ὥς ποτε κατὰ τὴν Παλαιστίνην Ἡρώδης ἡνίκα βασιλέα τὸν Χριστὸν οἱ μάγοι διήγγελλον, ὑπερβαίνει μὲν τοὺς ἄλλους τῶν κολάσεων τρόπους, ψηφίζεται δὲ τὸν τρισμακάριον ξύλῳ προσηλω θῆναι σταυροῦ, ἵνα μὴ μόνον πεζεύων θάλασσαν Πέτρος τὸν ∆εσπότην μιμῆται, ἀλλὰ καὶ ἐπὶ τοῦ ξύλου κρεμάμενος. 8.16.2 Ὅμως ὡς εὐλαβὴς καὶ σοφὸς κἀν τῷ καιρῷ τῆς ἀγωνίας εἰδὼς τίς διαφορὰ Κυρίου πρὸς δοῦλον μίαν ᾔτησε παρὰ τῶν ἐχθρῶν χάριν μήτοι γε ἐν ὁμοίῳ τῷ σχήματι τῷ ξύλῳ προσαγαγεῖν, ἀλλὰ τὴν κεφαλὴν τῷ προσγείῳ μέρει τοῦ σταυροῦ προσηλώσαντας. Οὐ γὰρ ἄξιον οὐδὲ ἐν πάθει τῶν ἴσων τὸν δοῦλον τῷ ∆εσπότῃ τυχεῖν. Εἶπεν καὶ ἔτυχεν ὧν ἐβούλετο καὶ διὰ τοῦ σταυροῦ πρὸς τὸν σταυρωθέντα καὶ ἀναστάντα ἀπῆλθεν, αὐτὸς μὲν τὸν τοῦ μαρτυρίου ἀναδησάμενος στέφανον, ἡμῖν δὲ τούτων τῶν ἑορτῶν καταλιπὼν τὰς αἰτίας. 8.17.1 Ταῦτά σοι καὶ ἡμεῖς κατὰ δύναμιν, ὦ φίλη καὶ ἱερὰ κεφαλή, τῶν πολλῶν κατορθωμάτων ἀπεδώκαμεν χαριστήρια· ὥρα δὲ λοιπὸν ἐπ' ἄλλον ἀγωνιστὴν τρέψαι τὸν λόγον, τὸν κοινωνὸν τῆς σῆς ἀρετῆς, τὸν Ταρσέα, τὸν διαφόρῳ μὲν τρόπῳ τῆς τιμωρίας, ἑνὶ δὲ σκοπῷ τῆς εὐσε βείας μετά σου πρὸς Χριστὸν ἀναλύσαντα. Παῦλος ὁ θεσπέσιος, ἡ μεγαλόφωνος τοῦ εὐαγγελίου σάλπιγξ, ὁ πρότερον μὲν πικρὸς δυσμενὴς χριστιανῶν, ἰσχυρὸς δὲ τελευταῖον τῆς ἐκκλησίας συνήγορος, νεώτερος μὲν ἐπετέχθη τοῖς ἀποστόλοις παρὰ τῆς χάριτος· καὶ τῷ χρόνῳ δεύτερος ἦν τῶν μαθητῶν τοῦ Χριστοῦ, ἴσος δὲ κατὰ τὸ δόκιμον τῆς ἀρετῆς, ἵνα μηδὲν εἴπω πλέον τὴν πολιὰν ἐρυθριάσας τῶν δώδεκα, 8.18.2 ζηλωτὴς δὲ θερμὸς τοῦ Μωϋσέως, εἴπερ τις ἕτερος, τεῖχος τοῦ νόμου, πύργος τῆς παλαιᾶς ∆ιαθήκης καρτερὸς καὶ ἄσειστος· καὶ μέχρις οὗ τὴν γνώμην ἀμετάβλητον εἶχεν, μέγας ὑπῆρχε κίνδυνος τῶν τὸν Χριστὸν λαλούντων καὶ πανταχοῦ διεπτόει τοὺς ἡμετέρους καὶ ἐφυγάδευεν· ὄντως κατὰ τὴν πρόρρησιν τοῦ Ἰακὼβ Βενιαμὶν λύκος ἅρπαξ, σπαράσσων τῆς νέας ∆ιαθήκης τοὺς ἀρνειοὺς καὶ σκορπίζων τὰ ποίμνια. 8.19.1 Ἐπειδὴ δὲ καὶ τὸ δρᾶμα τὸ κατὰ τὸν ἅγιον Στέφανον ἐξειργάσατο, καὶ τὰς χεῖρας ἔχων ἔτι μεμολυσμένας τῷ αἵματι τὴν ἐπὶ ∆αμασκὸν ἔτρεχε διωγμῷ διωγμὸν καὶ φόνοις φόνους συνάψαι βουλόμενος καὶ ἀνασπάσαι τὸν χριστιανισμὸν πρόρριζον ἄρτι τὴν πρώτην ἀνθοῦντα φυήν. Εἶδεν καλῶς ὁ Θεὸς ἡμῶν ὃ πεποίηκεν, ὅτι ὁ ἰσχυρὸς ἐχθρὸς γένοιτ' ἂν καὶ φίλος γενναῖος· 8.19.2 καὶ περιλάμψας αὐτὸν αἰφνίδιον τῷ φωτὶ καταπλήττει καὶ μεταβάλλει πρὸς ταπεινότητα στήσας μὲν τοῦ δρόμου διὰ τὸν φόβον, τοὺς δὲ τὸ πυρῶδες καὶ θυμοειδὲς βλέποντας ὀφθαλμοὺς σωφρονίσας τῷ σκότῳ. Τιμωρεῖται δὲ αὐτὸν οὐ μετὰ σιωπῆς, ἀλλὰ καὶ λόγον τῷ ἔργῳ προσέθηκεν εἰπὼν ἐκεῖνο τὸ γεγραμμένον· 8.19.3 Σαῦλε, Σαῦλε, τί με διώκεις; Σκληρόν σοι πρὸς κέντρα λακτίζειν· οὐχ ὡς αὐτὸς διαλέξεως χρῄζωντί γὰρ ἔδει λόγων τῶν πραγμάτων ἀρκούντων, ἀλλ' ἵνα πρόφασιν ἐνδῷ τοῦ ἐρωτῆσαι καὶ μαθεῖν ὅτι ὁ νομιζόμενος τεθνάναι καὶ κεῖσθαι Χριστὸς ζῇ καὶ ἐξ οὐρανῶν ἐπιφαίνεται καὶ οὕτως ἀπ' ἐξουσίας τοὺς λυποῦντας ἀμύνεται. Οὐδὲν δὲ οἷον αὐτὰ τὰ ῥήματα παραθέσθαι τὰ τοῦ Ἑβραίου λύκου τὴν θήραν ἡμῖν ἐξηγούμενα. 8..1 20̔ δὲ Σαῦλος ἔτι ἐμπνέων ἀπειλῆς