1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

38

νῦν γ' οὖν λαβόντες τῶν ἁμαρτηθέντων ὑμῖν μεταμέλειαν προσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε, καθὼς ὁ πατὴρ ὑμῶν λέγει ∆αβίδ. Εἰ γὰρ υἱοὶ τῶν προ φητῶν ἐστε καὶ μαθηταὶ τοῦ Μωϋσέως, μὴ ἀτιμάσητε τῶν προγόνων ὑμῶν τὴν χάριν ψευδολάλοις προσέχοντες, ἀλλὰ συνετῶς τὰ παρ' ἐκείνων προκηρυχθέντα σκοπήσαντες δέξασθε ταῖς ψυχαῖς τὸν Σωτῆρα τοῦ γένους ὑμῶν. Οὗτος γάρ ἐστι ὃν καὶ Μωϋσῆς ἐπηγγείλατο προφήτην ὑμῖν ἀναστήσεσθαι. 8.6.4 Ταῦτα καὶ τὰ τοιαῦτα πρὸς τὸν λαὸν διελθὼν ἀπῆλθεν, ἄλλους τοσούτους τοῖς τρισχιλίοις προσθείς. Τοιοῦτος μὲν οὖν ἐν τῷ δημοσίᾳ λαλεῖν θαρρούντως ὑπὲρ τῆς τοῦ εὐαγγελίου μυστα γωγίας πρόθυμος, ἀκατάπληκτος, συνετός, θάρσος τῶν ἰδίων καὶ τῶν ἐναντίων δειλία. 8.7.1 Ἐπειδὴ δὲ οὐ τοῦτο μόνον ἦν περισπούδαστον τῷ καλλίστῳ διδασκάλῳ τῆς εὐσεβείας, τὸ πολυάνθρωπον τὸν τοῦ Θεοῦ λαὸν ἀπεργάζεσθαι, ἀλλὰ πολλῷ πλέον τὸ ζῆν ἀκριβῶς τοὺς μαθητὰς ἐν τοῖς δοθεῖσι νόμοις, εἶδε δὲ τὸν Ἀνανίαν ἐκεῖνον, τὸν τῶν ἰδίων καρπῶν κλέπτην καὶ παράδοξον ἱερόσυλον μέλλοντα κακὴν ἐμποιεῖν τοῖς χρισ τιανοῖς ἁμαρτίας συνήθειαν, ἀποτόμως αὐτὸν τῆς ἐκκλησίας ἐξέκοψεν· οὐκ ὠμὸς ὢν καὶ φονικὸς τὴν γνώμην, ἀλλὰ κατὰ σκοπὸν ὠφελείας οὕτως ἰατρεύσας τὴν ἁμαρτίαν. 8.7.2 Ἐπειδὴ γὰρ νεοπροσήλυτος ἦν καὶ νεοπαγὴς ὁ λαός, ἐκ τῆς ἑλληνικῆς καὶ ἰουδαϊκῆς ἀδιαφορίας ὑπόγυον τοὺς εὐαγγελικοὺς δεξάμενος νόμους, εἰκότως ἐνόμισεν οὐ τῆς ἐκ λόγων νουθεσίας μόνον χρῄζειν τοὺς μαθητάς, ἀλλὰ καὶ φόβου τινὸς ἐμπράκτου εἰώθασι γάρ πως οἱ ἄνθρωποι, ὅπως ἂν ἐν ἀρχαῖς τῶν ἐπιτηδευμάτων κανονισθῶσιν, οὕτω μέχρι τέλους αὐτῶν τηρεῖν τὴν συνήθειαν· 8.7.3 καὶ διὰ τοῦτο ἐλέγξας τὴν ἁμαρτίαν εὐθὺς θάνατον τὴν τιμωρίαν ἐπήγαγεν οὐ ξίφει χρησάμενος, οὐδὲ δημίοις αὐτὸν παραδούς, ἀλλὰ τότε διαφερόντως τὴν τοῦ Χριστοῦ δύναμιν δείξας ἐν τῷ τρόπῳ τῆς ἀναιρέσεως. Ἐνεκάλεσε γὰρ μόνον καὶ ὁ ἐγκληθεὶς πεσὼν ἀπέψυξεν. Τοῦτο δὲ ἡλίκον ἐστὶ καὶ ὅσην τῇ ἐκκλησίᾳ ἐνεποίησε τὴν εὐλάβειαν, οὐ χρῄζομεν μαθεῖν. 8.7.4 ∆ύο γὰρ ἐν ἑνὶ κατωρθώθη, τὸ καὶ τὸν Σωτῆρα ἡμῶν πιστευθῆναι εἶναι Θεὸν καὶ τὸ τὸν παιδευτὴν τῶν ἐκείνου νόμων παρεπομένους ἔχειν ἀγγέλους πρὸς τὴν βούλησιν τοῦ ἀποστόλου ἐνεργοῦντας ἑτοίμως. Ἠθέλησεν εὐεργετῆσαι τὸν χωλὸν καὶ οὐκ ἐβράδυνεν ἡ χάρις· ἐβουλήθη κολάσαι τὸν ἱερόσυλον καὶ παρεγένετο ἡ τιμωρία. 8.8.1 Ταῦτα ἱκανὰ λιθίνας καταπλῆξαι ψυχὰς καὶ πεῖσαι βεβαίως, ὡς οὐκ ἀπάτης ἦν τὰ ῥήματα τὰ παρὰ τοῦ Πέτρου λεγόμενα· ἀλλὰ Θεὸς ἦν μετ' αὐτοῦ καὶ ἅγιον ὑπῆρχε καὶ ἀληθὲς τὸ μυστήριον ὃ κατήγγελλε. Καὶ τοῦτο δὲ προσέχειν ἀναγκαῖον, ὅτι τὸ μὲν ἐπὶ τιμωρίᾳ καὶ φόνῳ σημεῖον ἅπαξ παρὰ τοῦ ἀποστόλου διὰ τὴν χρείαν γεγένηται, ἵνα τοῖς κακῶς προαιρουμένοις τῆς κολαστικῆς δυνάμεως παράσχηται τὴν ἀπό δειξιν· 8.8.2 τὰ δὲ τῶν εὐεργεσιῶν καὶ τῶν ἰάσεων καθ' ἡμέραν καὶ συνεχῶς ἐπετέλει, καὶ τοσαύτη τις αὐτῷ περιῆν τοῦ θεραπεύειν εὐκολία καὶ χάρις, ὥστε οὐδεὶς τῶν προσελθόντων ἀρρωστούντων ἀνέλυσε ψευσθεὶς τῆς ἐλπίδος, ἀλλ' ἄρτιος καὶ ὑγιὴς ἐπὶ τὴν οἰκίαν ἀπῄει. Καὶ πᾶς τόπος τῆς Ἰερουσαλὴμ ἔνθα Πέτρος ἐφαίνετο τὸν Χριστὸν ἐλάλει· καὶ τὸ πλῆθος ἔσχεν ἀκολουθούντων ἀρρώστων καὶ θέατρον καθ' ἡμέραν παράδοξον ἐκ δήμου συμμίκτου, τῶν μὲν συναγομένων ἵνα τῶν ὀχλούντων κακῶν ἀπαλλαγῶσι, τῶν δὲ ἵνα τοὺς θεραπευομένους θεάσωνται. 8.8.3 Οὕτω τοι κἀκεῖνο περὶ τοῦ ἀποστόλου τὸ θαυμαστὸν ἀναγέγραπται ὃ ἐπ' οὐδενὶ τῶν ἄλλων ἐλέχθη, ὅτι οἱ συγγενεῖς καὶ οἱ τῶν ἀσθενούντων οἰκεῖοι ἔφερον αὐτοὺς ἐπὶ κλίνων δημοσίᾳ, ἵνα ἐρχομένου Πέτρου κἂν ἡ σκιὰ ἐπισκιάσῃ τινὶ αὐτῶν. Τοῦτο μὲν οὖν ἤδη μεῖζον καὶ τῶν δεσποτικῶν θαυμασίων καὶ ὁ δοῦλος εὐφημεῖται ὑπὲρ τὸν Κύριον. Καὶ τάχα ἐν τούτῳ τῷ σημείῳ συμπληροῦται ἡ προφητεία, ἣν ὁ Σωτὴρ πρὸς τοὺς μαθητὰς ἐποιήσατο· Ἀμήν, ἀμὴν λέγω ὑμῖν· Ὁ πιστεύων εἰς ἐμὲ τὰ ἔργα ἃ ἐγὼ ποιῶ, κἀκεῖνος ποιήσει καὶ μείζονα τούτων ποιήσει. 8.8.4 Τοῦτο δὲ ὅταν λέγω,