1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

43

καὶ φόνου. Ὑπογράφει μοι ὁ λόγος ἄνδρα θυμῷ ῥηγνύμενον ἐκ τῆς προλαβούσης μιαιφονίας ἔτι πνευστιῶντα μετὰ τὰς τῶν λίθων βολάς, ὕφαιμον καὶ ἄγριον βλέποντα οἷον ἐπάναγκες τὸν φονέα, σώζοντα ἐν ἀρχῇ τῆς τοῦ πατριάρχου προφητείας τὰ σύμβολα. Ἐκεῖνος γάρ, ἐπειδὴ τελευτᾶν ἔμελλεν, πάντοθεν τοὺς αὑτοῦ παῖδας περιστήσας τῇ κλίνῃ Πνεύματι προηγόρευσεν. 8..2 Οὕτως οὖν τὸν Ἰούδαν εὐλογῶν ἐκείνῳ μὲν διελέγετο, ἀλληγορικῶς δὲ ὕμνησε τὸν ἀπ' ἐκείνου Χριστόν. Ἑξῆς δὲ τοῖς πᾶσι προμαντευσάμενος τὰ εἰς ὕστερον τελευταῖον ἦλθεν ἐπὶ τὸν Βενιαμὶν ὡς καὶ τῷ χρόνῳ νεώτερον· καὶ δῆθεν μὲν πρὸς τὸν υἱὸν ἐφθέγγετο, τῷ ὄντι δὲ τὸν Παῦλον ἐσήμαινεν ἐκ τῆς φυλῆς, ὡς ἔγνωμεν, τῆς ἐκείνου κατάγοντα. Βενιαμὶν λύκος ἅρπαξ τὸ πρωῒ ἔδεται καὶ εἰς ἑσπέραν διαδώσει τροφήν. 8..3 Τί ἐστι τὸ λεγόμενον ἐρευνήσωμεν· ἢ τοῦτο πάντως, ὅτι τὰ πρῶτα φαγών, τούτεστι διώξας, φονεύσας, ἐκχέας αἷμα, σκορπίσας ὡς ἀγέλην τὴν ἐκκλησίαν, τελευταῖον ἐγένετο νομεὺς καὶ ποιμὴν ἀγαθὸς ἀποθέμενος τὸν διώκτην καὶ ἐνδυσάμενος τὸν ἀπόστολον, πᾶσι δὲ ὡς τροφὴν διανέμων τὸν Λόγον καὶ τὴν ἁγίαν ἡμῖν ταύτην ἱδρυσάμενος τράπεζαν. 8..4 Ἡ γὰρ τοῦ Κυρίου δύναμις τοιαύτη ἀφοπλίζουσα τοῦ θυμοῦ καὶ τῶν δυσσεβῶν νοημάτων τοὺς στασιάζοντας, προσαγομένη δὲ εὐμηχάνως καὶ τιθασσεύουσα καὶ πρόβατα ἥμερα ἀντὶ θηρίων δακ νόντων ἐργαζομένη. Ἐπὶ τούτοις τί φησιν ἡ Γραφή; ὅτι Προσελθὼν τῷ ἀρχιερεῖ ᾐτήσατο παρ' αὐτοῦ ἐπιστολὰς εἰς ∆αμασκὸν πρὸς τὰς συναγωγάς, ὅπως τοὺς χριστιανοὺς ἀγάγῃ εἰς Ἰερουσαλήμ. 8.21.1 Ὢ μάχη καὶ διαφορὰ ἐπιστολῶν τῶν τότε παρὰ Παύλου ζητουμένων καὶ ἃς τὸν Χριστὸν καταγγέλλων ὕστερον ἔγραψεν! Αἱ μὲν ἐδεσμοῦν χριστιανούς, αἱ δὲ τὰς ἁλύσεις ὑπὲρ Χριστοῦ περιέθηκαν τῷ διώκτῃ πολλὰς καὶ βαρείας καὶ χαλεπὰς ἐνεγκεῖν· κἀκεῖ μὲν ἐγέγραπτο· Σαῦλος Ἑβραῖος, τοῦ νόμου προστάτης, ἐχθρὸς τοῦ σταυροῦ, τοῦ εὐαγγελίου πολέμιος· ἐν δὲ ταῖς μεταγενεστέραις ἐπιστολαῖς καὶ σωφρονούσαις· Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ. Ποίου; Πρόσθες· τοῦ ἐσταυ ρωμένου. 8.21.2 Ὢ τοῦ θαύματος! Ὃ πρὸ ὀλίγου ὄνειδος νῦν γέγονε καύχημα καὶ τὸ ἐξουθενούμενον ὡς δόξα σήμερον μνημονεύεται. Οὐδεὶς γὰρ δοξοκόπος καὶ γαυριῶν βασιλεὺς οὕτως ἐνεπόμπευσε τῇ περιφανείᾳ τῆς ἀρχῆς, ὡς Παῦλος τῷ σταυρῷ καὶ τοῖς ἥλοις γράφων ἑαυτὸν πᾶσι δεσμώτην καὶ πλέον τῷ σιδήρῳ καλλυνόμενος ἢ αἱ κόραι τῷ κοσμοῦντι χρυσῷ. 8.22.1 Ἐξαίφνης τε περιήστραψεν αὐτὸν φῶς ἐκ τοῦ οὐρανοῦ. ∆ιὰ τί οὐ φαίνεται αὐτῷ ἐν μορφῇ ἀνθρώπου ὥσπερ καὶ Στεφάνῳ ἐκ τοῦ οὐρανοῦ, ἀλλ' ἐν εἴδει πυρὸς ἢ φωτός; Ὅτι Στεφάνῳ μὲν ὡς τελείῳ καὶ εἰδότι τὸ τῆς ἐνανθρωπήσεως μυστήριον καὶ μηδὲν βλαπτομένῳ ἐκ τῆς εὐτελείας τῆς καθ' ἡμᾶς καλῶς οὕτως ἑαυτὸν ἐπεδείκνυ ὥσπερ οὖν καὶ ἀνῆλθεν ἐπὶ τὸν οὐρανόν, 8.22.2 Παύλῳ δὲ ὡς διὰ τοῦτο μὴ καταδε χομένῳ Θεὸν ὀνομάζειν τὸν Ἰησοῦν, ἐπειδὴ ἐν σώματι παρεγένετο πρὸς ἡμᾶς, οὐ φαίνεται ἄνθρωπος, ἵνα μὴ βεβαιώσῃ ἀπίστῳ τὸ πρόσκομμα, ἀλλὰ μᾶλλον ἐν ἰδέᾳ ἀστραπῆς καὶ φωτός, ἵν' ἐκ τοῦ νόμου καὶ Μωϋσέως αὐτὸν ἐφελκύσηται. Κἀκεῖ γὰρ ὁ αὐτὸς οὗτος Θεὸς τῷ Μωϋσεῖ ἑαυτὸν ἐμφανίζων ἐν πυρὶ ἐλάλει· καὶ τὸν νόμον διδοὺς ἐπὶ τοῦ Σινᾶ, πυρὶ κατα λάμπων τὸν Ἑβραῖον ἐνεχείριζε τὰς πλάκας αὐτῷ. 8.22.3 Περιαυγάζει τοίνυν αὐτόν, ἵνα τὸν νοῦν ἐπιβαλὼν τῇ ὁμοιότητι τῶν τότε γενομένων καὶ νῦν καὶ ὥσπερ ἐκ λήθης τινὸς ἑαυτὸν ἀφυπνίσας γνωρίσῃ τῆς μιᾶς δυνάμεως ὄντα τὰ θεοφάνια· ἀποστέλλει δὲ ἐξ οὐρανοῦ τὴν αὐγήν, ἵνα μηκέτι περὶ τὴν Βηθλεὲμ καὶ τὴν Γαλιλαίαν στρεφόμενος τῇ διανοίᾳ ὁ Παῦλος υἱὸν τοῦ ∆αβὶδ ὀνομάζῃ τὸν Χριστὸν καὶ ἄνθρωπον καὶ πάντα τὰ ἄλλα, τὰ τῆς οἰκονομίας ὀνόματα, διδαχθῇ δὲ σαφῶς ὅτι Θεὸς ὢν ἄνωθεν ἀφίκετο πρὸς ἡμᾶς, ὅθεν καὶ νῦν ἐπιφαίνεται. 8.23.1 Εἶτα προστίθησι σοφῶς· Ἐγώ εἰμι Ἰησοῦς· οὐκ εἶπεν ἐγώ εἰμι ὁ Θεὸς ἢ ὁ υἱὸς τοῦ Θεοῦ, ἀλλ' Ἰησοῦς· τὸ τῆς συγκαταβάσεως ὄνομα, ἵνα βεβαιώσῃ