1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

25

καταστείλωμεν. Εἰ δὲ παρέντες τὴν τῶν ἰατρῶν ἐπίσκεψιν περὶ τὴν τομὴν καὶ τὸν σίδηρον ἀσχοληθείημεν καθ' ἕκαστον τῶν λυπούντων, οὐδὲ μικρὸν τῆς ζωῆς διαγενόμενοι χρόνον πᾶσι τοῖς μέλεσιν ἑαυτοὺς ἀκρωτηριάσωμεν. 5.7.7 Ἀλλ' οὐχ οὕτως, ὦ ἄνδρες· ἔστω τις μνήμη καὶ τῶν κώλων· δυσωπεί τωσαν ὑμᾶς αἱ θεραπεῖαι τῶν γυναικῶν. Ὅσον δ' ἂν παροξυνθῆτε, ἑνὸς τόκου τὴν ὠδῖνα ἀντιθέντες ταῖς μέμψεσιν εὑρήσετε νικωμένην τὴν τῶν λυπούντων περίστασιν. 5.8.1 Ἀναφερέτω ὁ ἀναλογισμὸς εἰς μέσον καὶ τῆς εὐνοίας τὰ ἀγαθά· νόσων θεραπείας, συμφορῶν κοινωνίαν, δάκρυα τὰ ὑπὲρ ἀνδρὸς προσαχθέντα τισίν, τὸ καταλιπεῖν τοὺς γεννησαμένους καὶ ἑστίαν γονικὴν καὶ ἀκολουθῆσαι τῷ ξένῳ, τὸ πωλῆσαί τι τῶν οἰκείων, ἵνα ὕβριν καὶ ὄχλησιν τοῦ ἀνδρὸς ἐξωνήσηται. 5.8.2 Ταῦτα πάντα παιδαγωγείτω πρὸς τὴν διάθεσιν καὶ γινέσθω σύνδεσμος τῆς στοργῆς, οἷον οἰκίαν τινὰ σαθροτέραν τὴν εὐόλισθον ψυχὴν διεγείροντα καὶ συνέχοντα. Ἔλεος δὲ κρατείτω καὶ συνήθεια καὶ μακροῦ χρόνου συμβίωσις μὴ πατείσθω, ἥτις καὶ τὰ ἄλογα ποιεῖ τῶν ζῴων ἀχωρίστως ἔχειν ἀλλήλων. 5.8.3 Ἐμπαθῶς γὰρ εἶδον ἐγὼ βοῦν μυκώμενον, ἐπειδὴ τῶν συννόμων ἀποπλανηθεὶς ἐμονώθη, καὶ πρόβατον ἐν νάπῃ βληχώμενον καὶ διατρέχον τὰ ὄρη, μέχρις ἂν τῇ ἀγέλῃ συνάψῃ, ἧς ἐχωρίσθη νεμόμενον. Αἲξ δὲ ταὐτὸ τοῦτο παθοῦσα, κἂν πολλὰς ἀγέλας αἰγῶν διατρέχουσα καταλάβῃ, οὐ πρότερον ἵσταται, πρὶν ἂν τὴν συνήθη εὕρῃ καὶ τὸν αἰπόλον τὸν ἴδιον. 5.9.1 Μὴ τοίνυν ἀπαθέστεροι πρὸς φιλίαν εὑρεθῶμεν τῶν ἀλόγων οἱ λογικοί, μηδὲ ἀτιμωτέραν τὴν γαμετὴν κρίνωμεν συνοδοιπόρου τινὸς ἢ τοῦ διὰ μικρὰν πρόφασιν ἐν ὀλίγῳ προσφιλιωθέντος. Ὁρᾷς ὡς καὶ ἐπὶ τῆς λεωφόρου ἀλλήλοις συμμίξαντες ἄνθρωποι, ὄροφον δὲ καταγωγίου τὸν αὐτὸν ὑπελθόντες ἢ δένδρον ἀμφιλαφὲς ὥρᾳ θέρους τὴν μεσημβρίαν ἀποσκιάσαν, ἀφορμὴν διαθέσεως γνησίας τὴν συντυχίαν ποιοῦνται· 5.9.2 κἂν ἔλθωσιν ἐπὶ τὴν ὁδὸν τὴν μερίζουσαν, ἀπαθῶς ἀλλήλων οὐκ ἀπαλ λάττονται, ἀλλ' ἵστανται καὶ ὑποδακρύουσιν βλέποντες ἀτενὲς εἰς ἀλλήλους, καὶ σύμβολα μνήμης ἕκαστος δίδωσιν φέρειν· καὶ μικρὸν προβάντες πάλιν μεταστρέφονται καὶ ἀνακαλοῦσιν, ἐπεύχεται δὲ ἕτερος τῷ ἑτέρῳ τὰ αἴσια· καὶ ὀλίγος χρόνος οὕτως ὀξυτάτην κίρνησι τὴν φιλίαν, ὡς δυσαπάλλακτον αὐτοῖς γίνεσθαι καὶ βεβιασμένην τὴν ἀναχώρησιν; 5.9.3 Σὺ δὲ πρὸς τὴν τοῦ βίου κοινωνὸν οὕτως καταφρονητικῶς ἔχεις, ὡς πρὸς σκεῦος ἀποπεσὸν ἢ ἱμάτιον εὐτελὲς ἐν ὁδοιπορίᾳ ληθαργηθὲν ἢ κυνίδιον τῶν Μελιττέων ὑποχωρῆσαν οἰκίας; Καὶ ποῦ ἡ ἐν ἀρχαῖς πεπλασμένη διάθεσις; Ποῦ ἡ ἐπὶ τῆς μιᾶς κοίτης ἀνάπαυσις, ἡ τοῦ νόμου σύνειρξις, ἡ τῆς πολλῆς καὶ μακρᾶς συνηθείας δύναμις, ἣν καὶ εἰς φύσιν μεταποιεῖσθαι καὶ λόγος ἔχει καὶ ἡ πεῖρα ὑπέδειξεν; Πάντα διέκοψας εὐκολώτερον ἢ ὁ Σαμψὼν τὰ τῶν ἀλλοφύλων καλώδια. 5.10.1 Καίτοι ὅγε σώφρων καὶ τῆς διαθέσεως φύλαξ οὐδὲ ἀναχωρησάσης τοῦ βίου τῆς γαμετῆς ῥᾳδίως ἐπιλανθάνεται, ἀλλὰ θάλπει τοὺς παῖδας ὡς κοινὴν παρακαταθήκην τῆς μητέρος καὶ τῆς φύσεως, ἐν ἐκείνοις δὲ καθορᾶν δοκεῖ τὴν ἀπελθοῦσαν. 5.10.2 Ὁ μὲν γὰρ τῶν παίδων τῆς μητρικῆς φωνῆς ὁμοιότητα σώζει, ἄλλος τὸ πολὺ τοῦ χαρακτῆρος ἐφέλκεται, ἕτερος τὴν τοῦ ἤθους κατάστασιν ἐμορφώθη πρὸς τὴν τεκοῦσαν· καὶ οὕτως ὁ πατὴρ πολλὰς ἔχων τῆς γαμετῆς εἰκόνας ζώσας καὶ ἐναργεῖς ἀθάνατον ὑποτυποῦται τὴν πρὸς ἐκείνην συνοίκησιν καὶ διὰ τοῦτο οὐδὲν φιλήδονον ἐννοεῖ· 5.10.3 οὐ σήμερον χώσας τὸν τάφον μετ' ὀλίγον χρόνον παστάδας κατασκευάζει· οὐδὲ μετὰ τὸ δάκρυον καὶ τοὺς στεναγμοὺς ἐπὶ γαμικὴν πάλιν χορείαν ἐπείγεται· οὐδὲ τὴν μέλαιναν ἐσθῆτα καὶ πενθικὴν εἰς νυμφικὴν διαμείβει στολήν· οὐδὲ θερμῇ τῇ κοίτῃ τῆς ἀπελθούσης τὴν δευτέραν γαμετὴν ἐπεισάγει· οὐδὲ μητρυιὰν δίδωσι τοῖς παισί, τὸ ἐπαχθὲς ὄνομα. 5.10.4 Μιμεῖται δὲ τῶν τρυγόνων τὴν ἄλογον καὶ φυσικὴν σεμνότητα. Καὶ γὰρ ἐκείνην τὴν ὄρνιν, φασίν, τῆς ὁμοβίου διαζευχθεῖσαν ἀγαπᾶν διηνεκῆ τὴν χηρείαν