1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

41

παρεδήλωσεν, ἀρξάμενος ἀπὸ τῶν κάτω καὶ πρὸς τὰ ὑψηλὰ κατὰ μέρος ἀναγαγὼν τὴν διάνοιαν. 8.13.1 Σὺ εἶ ὁ Χριστός. Τοῦτο τῆς οἰκονομίας δήλωσις καὶ τῆς ἐνσάρκου θεοφανείας ἐξήγησις. Τοῦτο γὰρ οὐκ ἔστιν ὄνομα τοῦ προαιω νίου Λόγου, ἀλλὰ τῆς τῶν χριομένων χάριτος μήνυμα. ∆ιὸ καὶ ὁ Κύριος ἡμῶν καταδεξάμενος ὅλως τὸ ἄνθρωπος γενέσθαι καὶ τὰ ἄλλα πάντα ὅσα στρέφεται περὶ τὴν σάρκα, συγκαταδέχεται καὶ καλεῖται Χριστὸς ὡς χρισθεὶς εἰς βασιλέα, οὐ τῷ ἐλαίῳ τοῦ κέρατος ὡς Σαμουὴλ καὶ ∆αβὶδ καὶ οἱ καθεξῆς ἄνθρωποι, ἀλλὰ τῇ ἐνεργείᾳ τοῦ Πνεύματος, καθ' ἣν καὶ ὁ Κυριακὸς ἄνθρωποςοὕτω γὰρ τοῖς πολλοῖς φίλον προσαγορεύειν τὸν Ἰησοῦν θαυμαστῶς ἐκυήθη καὶ παραδόξως ἐν τῇ γαστρὶ τῆς παρθένου. 8.13.2 Ὁμολογήσας δὲ τὸν Ἰησοῦν τὸν ὑπὲρ ἡμῶν γενόμενον ἄνθρωπον οὐκ ἔστησε μέχρι τούτου τὸν λόγον, ἀλλὰ διὰ τῆς κλίμακος τοῦ Ἰακὼβ τῆς νοητῆς πρὸς τὸν οὐρανὸν ἀναβὰς καὶ γενόμενος ἐν θεωρίᾳ τοῦ ἐν ἀρχῇ Θεοῦ Λόγου, προστίθησιν αὐτῷ τὸ ἐξαίρετον καὶ ἀληθινὸν ἀξίωμα υἱὸν τοῦ Θεοῦ προσαγορεύσας τοῦ ζῶντος. Ἀκριβῶς δὲ οὕτως καὶ [ὡς] οὐχ ἑτέρως· αὐτός τε ὁμολογήσας τὸν εὐθὺν καὶ ἀδιάστροφον κανόνα τῆς πίστεως καὶ πᾶσιν ἡμῖν παραδοὺς τὸν τῆς εὐσεβείας λόγον ἀπαράβατον νόμον οὐκ ἄμισθος ἀπῆλθεν οὐδὲ ἀγέραστος· μακάριος δὲ ὀνο μασθεὶς παρὰ τοῦ ὄντως μακαρίου, πέτρα καλεῖται τῆς πίστεως καὶ θεμέλιος καὶ ὑποβάθρα τῆς κατὰ Χριστὸν ἐκκλησίας. 8.13.3 Λαμβάνει δὲ διὰ τῆς ὑποσχέσεως τῆς βασιλείας τὰς κλεῖς καὶ κύριος γίνεται τῶν ἐκείνης πυλῶν, ὥστε αὐτὰς ὑπανοίγειν οἷς ἂν ἐθέλοι καὶ κλείειν οἷς ἂν δίκαιον ᾖ, πάντως δὲ τοῖς βεβήλοις καὶ ἀνιέροις καὶ τοῖς ἀρνουμένοις τὴν ὁμολο γίαν ἐκείνην δι' ἣν αὐτὸς ὡς ἀκριβὴς τῶν ἀγαθῶν φύλαξ ἐπιστατεῖν ταῖς εἰσόδοις τῆς βασιλείας ἐτάχθη. 8.14.1 Ὢ τοῦ ζόφου καὶ τῆς ἀχλύος, ἣ πολλὴ κέχυται πρὸ τῶν ἀνθρω πικῶν ὀφθαλμῶν, δι' ἣν οὐ βλέπουσιν αἱρετικοὶ τῶν πατέρων τὰ ἴχνη οὐδὲ βαδίζειν ἐκείνην δύνανται, ἣν ἔτριψαν τῶν ἀποστόλων οἱ πόδες. Ἰδοὺ γὰρ Πέτρος ὁ κατ' ἐκλογὴν γνήσιος τοῦ Χριστοῦ μαθητής, ὁ πανταχοῦ τὴν πρώτην ψῆφον καὶ τῶν τιμῶν καὶ τῶν κατορθωμάτων δεξάμενος, ὁ μέγας ἐκεῖνος ὁ πάνυ, οὗ τὸ κλέος πᾶσαν τὴν οἰκουμένην ἐπλήρωσεν, 8.14.2 κελευσθεὶς εἰπεῖν ὅπως δοξάζει περὶ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν, οὐκ ἀπὸ μακρᾶς τινος ἤρξατο περινοίας οὐδὲ κύκλον συλλογισμῶν καὶ πραγμάτων περιβαλόμενος ἀπεκρίνατο πρὸς τὴν πεῦσιν ὥσπερ δὴ νῦν ποιεῖν εἰώθασιν οἱ δεινοὶ σοφισταὶ καὶ τεχνολόγοι τῆς πίστεως, ἀλλ' ἐν ἁπλότητι καρδίας σύντομον ἐξέθετο τὴν ἀλήθειαν, οὐ τὸν ἀγέννητον διαστείλας τῷ γεννητῷ, οὐ τὰ περὶ ὁμοίου καὶ ἀνομοίου λεπτολογήσας ἐμπλήκτως, οὐδὲ τῶν ὑπὲρ πᾶσαν οὐσίαν πολυπραγμονήσας διαφοράν, οὐδὲ τὴν ἀμέτρητον θεότητα μετρήσας συλλογισμοῖς οἷον δὴ τὰ Ἀρείου παίγνια καὶ τοῦ Εὐνομίου παρεγχειρήματα. 8.14.3 Ζηλώσωμεν τοίνυν, ὦ χριστιανοίὧν πίστις, οὐ πολυλογία τὸ γνώρισματὸν ἁλιέα, τὸν ἀπερίεργον, τὸν ἐκ Βεθσαϊδὰ γέροντα, τὸ πρῶτον θήρευμα τοῦ Χριστοῦ. Μελετήσωμεν λέγειν· Σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, τὰ δὲ πλείονα τούτων ἀφιέναι τοῖς λογομάχοις, ὧν ἔρις τὸ ἔργον καὶ τὸ τέλος ἀπώλεια. 8.15.1 Ἆρ' οὖν μέχρι τῶν λεχθέντων ἵσταται τοῦ ἀποστόλου τὰ θαύματα; ἢ πᾶν τοὐναντίον οὐδὲ ἦρχθαι δοκοῦμεν, εἴ τις τοῖς εἰρημένοις παραμε τροίη τὰ λείποντα. Ἀλλ' ἐγὼ τὰ πολλὰ τῇ ὑμετέρᾳ γνώσει καταλιπών ἴστε γὰρ τὸν Πέτρον καὶ τὰ ἐκείνου, κἂν μηδεὶς ἐπαινεῖν τὸν ἄνδρα προέληταιμικρὰ περὶ τῆς ἀναπαύσεως αὐτοῦ εἰπεῖν βούλομαι καὶ ὅπως ἐκ τῆς γῆς εἰς τὸν οὐρανὸν μετῴκησεν, ἵν' ἐκεῖ τοῦ λέγειν παύσωμαι ἔνθα κἀκεῖνος τὸν βίον. 8.15.2 Ὁ μὲν οὖν Σωτὴρ ἡμῶν ἡνίκα ἔμελλεν ἐγγίζειν τῷ αὐθαιρέτῳ θανάτῳ, ὥσπερ τινὰ παρακαταθήκην ἐξαίρετον τὴν καθόλου καὶ οἰκουμενικὴν ἐκκλησίαν τούτῳ τῷ ἀνδρὶ παρατίθεται τρίτον αὐτοῦ πυθόμενος τὸ Φιλεῖς με; Ὡς δὲ ταῖς ἐρωτήσεσι μάλα προθύμως ἰσαρίθμους τὰς ὁμολογίας ἐξέθετο, ἔλαβεν τὸν κοσμὸν εἰς ἐπιμέλειαν ὡς