1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

45

πρῶτον ἡδέως τε εἶδον καὶ ἀπῄτουν τὴν θήραν πλῆθος χριστιανῶν δεσμωτῶν ἐλπίσαντες ὄψεσθαι καὶ τῶν πολλῶν ὑποσχέσεων ζητοῦντες τὸ ἔργον. 8.26.2 Ἐπεὶ δὲ λόγου προβαίνοντος εὗρον Παῦλον τὸν Σαῦλον συναμεί ψαντα τῇ κλήσει τὴν γνώμην καὶ τοῦ Χριστοῦ δοῦλον καὶ τῶν ἄλλων ἀποστόλων μαθητὴν θερμότερον, τὰ μὲν πρῶτα παιδιὰν καὶ χλεύην ἡγοῦντο τὰ λεγόμενα, ἐπεὶ δὲ δοκιμάσαντες εὗρον ὁμολογοῦσαν τῇ φωνῇ τὴν γνώμην ἓν ἐβουλεύσαντο μόνον, ὅπως ὁ νεανίας ἀπόλοιτο, ὡς οὐκ ἐνὸν εἶναι τὴν Ἑβραίων θρησκείαν καὶ χρηματίζειν ζῶντος Παύλου καὶ φθεγγομένου. Καὶ τοῦτο σαφῶς ἔδειξε σύμπας ὁ ὕστερον χρόνος. 8.27.1 Ἔτι γὰρ τῶν πολλῶν, εἰ καὶ ὑπῆρχον χριστιανοί, οὐκ ἀρκούντων καθαρῶς ζῆν κατὰ τὸ εὐαγγέλιον, ἀλλ' ἐπαμφοτεριζόντων καί που καὶ τῇ περιτομῇ προσχρωμένων, ἵν' ἐκ μέρους κεχαρισμένα τοῖς Ἑβραίοις ποιοῦντες τὸν θυμὸν αὐτῶν ἐκμειλίξωνται, μόνος οὗτος ἀκαταπλήκτῳ φρονήματι οὐδὲν ὑφείμενον ἐδίδαξεν, 8.27.2 ἀλλὰ καθαρᾷ τῇ φωνῇ ἀνόθευτον τὸν λόγον ἐκήρυσσεν καὶ εἰς τοσοῦτόν γε προὔβη τοῦ ἐλευθερίου φρονήματος, ὥστε ποτὲ τῶν Γαλατῶν οἰκείᾳ κουφότητι καὶ ὀλιγωρίᾳ τῶν διδασκόντων εἰς τὴν κατὰ νόμον παλινδρομούντων ζωὴν τὴν θαυμαστὴν αὐτοῖς γράφων ἐπιστολήν, δι' ἧς ἐν καινότητι τῆς κατὰ Χριστὸν πολιτείας εὐσεβεῖν αὐτοὺς καὶ θρησκεύειν ἐδίδαξε μηκέτι προσέχοντας τοῖς γράμ μασιν τοῖς ἀπὸ τῶν λιθίνων πλακῶν, 8.27.3 συνεπλάκη διὰ τῶν λεγομένων αὐτῷ τῷ κορυφαίῳ τῶν ἀποστόλων καὶ πανταχοῦ καθαπτόμενος διετέλεσε καὶ ἁψιμαχῶν πρὸς τὸν Πέτρον ὡς τὴν νέαν ἐπιθολοῦντα πολιτείαν τῇ προσχρήσει τῶν παλαιῶν καὶ πεπαυμένων δογμάτων· καὶ οὔτε τὴν πολιὰν ᾐδέσθη τοῦ γέροντος οὔτε τὰ τῆς ἀποστολῆς πρεσβεῖα, ὅτε εἶδε κινδυνεύουσαν τὴν ἀλήθειαν. Ἀλλὰ τῶν μὲν Γαλατῶν ἀντεξανέστη σφοδρῶς, τὸν δὲ πολλάκις ἔπληξεν, ὡς ἐνῆν, τὴν παρρησίαν εὐπρεπείᾳ κεράσας. 8.27.4 Καὶ πανταχοῦ μὲν διετέλει λέγων καὶ πείθων· εἰ δέ που 8.27.4 καὶ πονηροῖς ἤθεσιν ἐντυχὼν ἔπαθέν τι δεινὸν ἢ δεσμωτήριον οἰκήσας ἢ μάστιγας λαβὼν ἢ λίθοις βληθείς, οὐ κατέλυσεν τὴν προθυμίαν διὰ τὴν γενομένην ἀποτυχίαν· ἀλλὰ μικρὸν διαλιπὼν πάλιν ἤγγιζε τοῖς ἐχθροῖς καὶ τοὺς αὐτοὺς συναναστρέφων λόγους καὶ πολλοὺς τρόπους τῶν ἐπιχειρήσεων ἐξευρίσκων, εὐμηχάνως δὲ λίαν πρὸς τὰς ἐμπιπτούσας χρείας μεθαρμοζόμενος πάντως ἀπῄει πείσας ἢ πάντας ἢ τοὺς πολλούς. 8.27.5 Πολλάκις γ' οὖν εὑρεθεὶς μετὰ πληγὰς ἀνηκέστους καὶ ῥιφεὶς ἐν προαστείοις τῆς πόλεως ἐκείνης ἣν ἐμυσταγώγει πρὸς τὴν εὐσέβειαν, νομισθεὶς δὲ καὶ τεθνάναι διὰ τὸ μέγεθος τῶν δεινῶν, τῇ ὑστεραίᾳ τὴν ἀγορὰν καταλαβὼν καὶ τὴν δεξιὰν προτείνας πάλιν ἐδίδασκε τοὺς ἐγγὺς ἀγαγόντας θανάτου· οὕτως οὐδὲν αὐτῷ τοῦ σώματος ἔμελε· πρὸς δὲ τὸν σκόπον βλέπων τῆς ἄνω κλήσεως καρτερὸς ἠγωνίζετο χώραν ἐκ χώρας ἀμείβων, πόλιν ἐκ πόλεως, 8.27.6 τοῖς κατὰ γῆν πόνοις ἐναθλῶν, πρὸς τοὺς κινδύνους τοὺς ἐκ θαλάττης παραταττόμενος, πρὸς δήμους φλεγμαίνοντας ῥητορεύων σοφῶς, δικασταῖς ὀργιζομένοις ἀπολογούμενος· Ἑβραίους ἐνάγων εἰς τὴν ἐπίγνωσιν τοῦ Χριστοῦ διὰ τῶν παρ' αὐτοῖς τιμωμένων γραμ μάτων, Ἑλλῆνας τοῖς ἔξωθεν δυσωπῶν λόγοις καὶ τοῖς ἀγράφοις νόμοις τῆς φύσεως· χριστιανοὺς βεβαιῶν, προσηλύτους οἰκοδομῶν καὶ τρέφων τοῖς προσφόροις παιδεύμασιν ὡς φυτουργοὶ τὰ νεαρὰ τῶν φυτῶν τῇ συμμέτρῳ καὶ πεφεισμένῃ τῶν ὑδάτων ἐπιρροῇ. Ὃ δὲ μάλιστα δείκνυσιν αὐτοῦ τὴν ἐν λόγοις ἰσχύν, καταμάθωμεν. 8.28.1 Ἀθῆναι πόλις ἐστὶ προκαθημένη τῆς Ἀχαΐας, ἑστία λόγων, ὡς προεῖπον αὐτὴν οἱ εὐφημοῦντες, σοφῶν ἀνδρῶν καὶ τῶν ἐν λόγοις ζώντων παλαιὸν ἐργαστήριον. Ἐπεὶ τοίνυν ὁ Παῦλος τὸ Ἰλλυρικὸν διαδραμὼν καὶ πανταχοῦ ῥίψας τοὺς σπινθῆρας τῆς πίστεως, οὓς τὸ Πνεῦμα παρα λαβὼν ἀνερρίπιζε καὶ ἀσβέστους ἐτήρει, ἦλθε κατὰ τὴν χρείαν τῆς περιόδου καὶ πρὸς τοὺς σοφοὺς Ἀθηναίους. Καὶ πρᾶγμα ἦν πολλῆς μερίμνης ἄξιον, πῶς ἂν ὁ σκηνορράφος τοὺς περὶ Θεοῦ λόγους ἐκείνοις