1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

11

κατορθώ ματι εἰς ἰδίαν ἀπόλαυσιν. 2.11.3 Ἕκαστος γὰρ τὴν ἰδίαν πολιτείαν ὡς ἱμάτιον περιβέβληται, εἴτε λαμπρὸν καὶ τίμιον εἴτε φαῦλον καὶ τῆς πτωχικῆς ἐφεστρίδος ὅμοιον. Ἐκδύσασθαι δὲ αὐτὸ οὐκ ἔστιν, οὔτε ὑπαλλάξαι καὶ διαμείψασθαι πρὸς ἕτερον, οὔτε ἐκ δάνους ἢ χρήσεως ἐν τῷ καιρῷ τῆς κρίσεως καλλωπίσασθαι καὶ κοσμηθῆναι. Μένει δὲ ἕκαστος οἷος ἐπὶ τῆς ἀληθείας ἐστίν, εἴτε πένης ἀγαθῶν εἴτε πλούσιος. Καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτον. 2.12.1 Τί δ' ἂν εἴποιμεν περὶ τῆς συγχωρήσεως τῶν χρεῶν, ἣν ἐπενόησεν ὁ οἰκονόμος τῆς ἀδικίας παραμυθίαν ἑαυτῷ τῶν κακῶν πρὸς τοὺς ὁμο δούλους πραγματευσάμενος; Οὐ γάρ ἐστιν εὔκολον εἰς ἀλληγορίαν ἀκόλουθον μετασκευάσαι τῷ γεγραμμένῳ. Ὃ δέ μοι πολλὰ σκοπησαμένῳ παρέστη, τοιοῦτον τυγχάνει· 2.12.2 Πάντες ἄνθρωποι ὅσοι τὴν μέλλουσαν ἑαυτοῖς ἄνεσιν πραγματευόμεθα ἀλλότρια διδόντες ἢ συγχωροῦντες, οἰκεῖον ποριζόμεθα κέρδος. Ἀλλότρια δὲ λέγω τὰ τοῦ ∆εσπότου. Οὐδὲν γάρ ἐστιν ἡμέτερον, ἀλλὰ πάντα τῆς ἐκείνου δεσποτείας κτήματα. 2.12.3 Ὅτε ἂν οὖν τις αἰσθόμενος τῆς τελευτῆς καὶ τῆς ἐνθένδε μεταστάσεως εὐποιίαις κουφίσῃ τῶν ἁμαρτιῶν τὸ φορτίον, ἢ χρεωσταῖς συγχωρήσας ὀφλήματα ἢ τοῖς πενομένοις χορηγήσας τὴν εὐπορίαν τὰ τοῦ ∆εσπότου διδούς, φίλους κτᾶται πολλοὺς τοὺς μέλλοντας αὐτῷ προσμαρτυρεῖν παρὰ τῷ κριτῇ τὴν ἀγαθοσύνην καὶ διὰ τῆς μαρτυρίας εὐτρεπίζειν ἀναψύξεως καταγώγιον. 2.12.4 Μαρτυρεῖν δὲ λέγονται οἱ εὖ παθόντες παρὰ τῷ κριτῇ, οὐ φωναῖς ὡς ἀγνοοῦντα διδάσκοντες, ἀλλ' ὡς τῆς περὶ αὐτοὺς πράξεως τῆς τιμωρίας τοὺς ἁμαρτήσαντας ἐξαιρουμένης. Ὃν γὰρ τρόπον τὸ αἷμα τοῦ Ἄβελ ἐλέγετο βοᾶν πρὸς τὸν Θεόν, ὁμοίως καὶ τὸ ἀγαθὸν ἔργον λεχθήσεται μαρτυρεῖν τῷ κατωρθωκότι ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

3.t.1 Τοῦ αὐτοῦ κατὰ πλεονεξίας

3.1.1 Ἄνδρες χριστιανοὶ καὶ κλήσεως ἐπουρανίου μέτοχοι ἄνδρες· ὑμεῖς ὁ χωρικὸς δῆμος καὶ πάντες ὅσοι τῶν πόλεων ἐκφοιτήσαντες πρὸς τὴν παροῦσαν συμφώνως ἑορτὴν συνεδράμετε γενικῷ γὰρ ὑμᾶς πάντας περιλαμβάνω κηρύγματι ἆρα ἕκαστος ὑμῶν ἐνεβάλετο τῇ διανοίᾳ φροντίδα, συνεῖδεν δὲ καὶ κατενόησεν ὑπὲρ τίνος ἠθροίσθημεν; ἀνθ' ὅτου δὲ τιμῶνται μάρτυρες οἴκων περιφανῶν κατασκευαῖς καὶ τοῖς ἐνιαυσίοις τούτοις συλλόγοις, καὶ πρὸς τίνα σκοπὸν βλέποντες οἱ πατέρες ἡμῶν ἐνομοθέτησαν τὰ ὁρώμενα καὶ ἰσχυρὸν ἀφῆκαν τὸν νόμον τοῖς μετέπειτα; 3.1.2 Ἢ πρόδηλον τῷ καὶ μικρὸν πυκνώσαντι τὴν διάνοιαν, ὡς ζήλῳ ἡμῖν εὐσεβείας ταῦτα διετυπώθη καὶ κοινὰ παιδαγωγεῖα τῶν ψυχῶν αἱ πανηγύρεις συνάγονται, ἵνα μάρτυρας τιμῶντες τὸ τῶν μαρτύρων ὑπὲρ εὐσεβείας καρτερὸν μιμησώμεθα· ἵνα τοῖς συναγομένοις παιδευταῖς ὑποθέντες τὸ οὖς μάθωμεν τι χρηστόν, ὃ πρὸ βραχέος οὐκ ἐγινώσκομεν, ἢ δόγματος ἀσφάλειαν ἢ λύσιν ἀπορουμένης Γραφῆς ἤ τινα λόγον τὴν τῶν ἠθῶν ἐπανορθοῦντα κατάστασιν; 3.1.3 Ὑμεῖς δέ μοι δοκεῖτε τῆς ἀρετῆς ἐπιμέλειαν ἀφέντες καὶ τῆς περὶ τὴν ψυχὴν σπουδῆς ἐκλαθόμενοι ὅλην ἑαυτῶν μετατεθεικέναι τὴν μέριμναν πρὸς τὸν συρφετὸν τοῦ μαμμωνᾶ καὶ τὴν ἀσχολίαν τῶν πρατηρίων· οἱ μὲν αὐτοὶ συναλλάττοντες, οἱ δὲ κεχηνότες εἰς τὰ ἀλλότρια καὶ τοὺς ἐπὶ τοῖς ὠνίοις φιλονεικοῦντας ἱστοροῦντες, ὅπως τὰ ἀλλήλων ἐπευωνίζουσιν. 3.1.4 Ἀλλὰ μετάθετέ μοι τὸν πόθον ἐπὶ τὴν ἐκκλησίαν· καταλείψατε τὴν φιλαργυρίαν, τὴν ἀγόραιον, τὴν μαινάδα. Ἀποστράφητε αὐτὴν ὡς ἄκοσμον ἑταιρίδα προσγελῶσαν τῷ πλήθει, ταῖς ἀλλοτρίαις ὕλαις καλλωπιζομένην καὶ τοῖς ἄνθεσι τοῦ