1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

23

γενησομένοις εἰς ἔπειτα τὴν ἀκολουθίαν τῆς συνοικήσεως ἀπαραίτητον, ἣν τιμᾶν προσῆκεν ὡς νόμον Θεοῦ. Οἱ δὲ ἀλλήλοις συναφθέντες οὐκ ἔτι εἰσὶ δύο, ἀλλὰ σὰρξ μία· ὥστε ὃ συνέζευξεν ὁ Θεός, ἄνθρω πος μὴ χωριζέτω. 5.4.1 Ἐλέχθη μὲν ταῦτα τοῖς Φαρισαίοις τότε· ἀκούσατε δὲ νῦν, οἱ τούτων κάπηλοι καὶ τὰς γυναῖκας ὡς ἱμάτια εὐκόλως μετενδυόμενοι· οἱ τὰς παστάδας πολλάκις καὶ ῥᾳδίως πηγνύντες ὡς πανηγύρεως ἐργασ τήρια· οἱ τὰς εὐπορίας γαμοῦντες καὶ τὰς γυναῖκας ἐμπορευόμενοι· οἱ μικρὸν παροξυνόμενοι καὶ εὐθὺς τὸ βιβλίον τῆς διαιρέσεως γράφοντες· οἱ πολλὰς χήρας ἐν τῷ ζῆν ἔτι καταλιμπάνοντες. 5.4.2 Πείσθητε, ὅτι γάμος θανάτῳ μόνῳ καὶ μοιχείᾳ διακόπτεται. Οὐ γὰρ ὥσπερ ἐπὶ τῶν ἑταιρίδων ὀλίγος ἡμερῶν ἀριθμὸς πειράζει τὴν συμβίωσιν καὶ μόνην θηρεύει τὴν ἡδονήν, οὕτως ἐστὶ καὶ ἐπὶ τῶν νόμῳ καὶ θεσμῷ τελουμένων· ἀλλὰ πᾶν τοὐναντίον, ὦ ἄνθρωπε, μία τις ἕνωσις γίνεται καὶ σώματος καὶ ψυχῆς, ὡς καὶ τὸ ἦθος τῷ ἤθει συνανακιρνᾶσθαι καὶ τὴν σάρκα τῇ σαρκὶ τρόπον τινὰ συνδεδέσθαι. 5.4.3 Πῶς οὖν ἀπαθῶς διατέμνῃ; Πῶς εὐκόλως καὶ χωρὶς ἀλγηδόνος ἀναχωρεῖς, βίου κοινωνὸν λαβών, οὐκ ὀλίγων ἡμερῶν ὑπηρέτιν, τὴν ἀδελφὴν καὶ γυναῖκα; Ἀδελφὴν μὲν κατὰ τὸν λόγον τῆς πλάσεως καὶ τῆς δημιουργίας ἀφ' ἑνὸς γὰρ αἰτίου τῆς γῆς καὶ τῆς αὐτῆς ὕλης ὑπέστητε· γυναῖκα δὲ διὰ τὴν ἕνωσιν τῆς συζυγίας, διὰ τὸν νόμον τοῦ γάμου. 5.4.4 Ποῖον οὖν διαρρήξεις δεσμὸν καὶ νόμῳ δεδεμένος καὶ φύσει; Πῶς δὲ ἀθετήσεις τὰς ὁμολογίας ἃς ἐπὶ τῷ γάμῳ κατέθου; Καὶ ποίας με οἴει λέγειν; Ἆρα τῆς προικὸς τῆς συγγραφείσης ἐνταῦθα, ὅτε τῇ σαυτοῦ χειρὶ ἐπεσημήνω τῷ βιβλίῳ ἐπισφραγιζόμενος τὰ τελούμενα; 5.4.5 Ἰσχυρὰ μὲν γὰρ κἀκεῖνα καὶ ἱκανὴν τὴν ἀσφάλειαν ἔχοντα· πλὴν ἐγὼ πρὸς τὴν φωνὴν τοῦ Ἀδὰμ ἐμαυτὸν ἀναφέρω· Τοῦτο σὰρξ ἐκ τῶν σαρκῶν μου καὶ ὀστοῦν ἐκ τῶν ὀστῶν μου· αὕτη κληθήσεται μου γυνή. 5.4.6 Αὕτη ἡ φωνὴ οὐ μάτην ἀνάγραπτος σώζεται, ἀλλὰ κοινή ἐστιν τῶν ἀνθρώπων ὁμολογία, δι' ἑνὸς προσώπου τοῦ πρώτου τούτου κοίνῳ πλήθει τῶν γυναικῶν ἐκτεθεῖσα τῶν νόμῳ τοῖς ἀνδράσιν συναπτομένων. Καὶ μὴ θαυμάσῃς, εἰ ἐξ ὧν ἄλλος εἶπεν, ἄλλος εὐθύνεται. Πάντα γὰρ ὅσα περὶ τῶν πρωτοπλάστων ἐν ἀρχαῖς συνέβη, ταῦτα τοῦ ἀκολούθου γένους φύσις ἐγένετο. 5.5.1 Ἂν οὖν λαβοῦσα τὸ τῆς κοσμοποιίας βιβλίον ἡ μάτην ἀφιεμένη γύνη ἑλκύσῃ σε πρὸς τὸν δικαστήν δικαστὴν τὸν αὐτὸν καὶ μάρτυρα, τί λέξεις, εἰπέ; Πῶς ἐξαλείψεις τὴν σαυτοῦ φωνήν, ἣν ἐπὶ Θεοῦ ἐποιήσω, ἧς συγγραφεὺς ἀντὶ εὐώνου συμβολαιογράφου Μωϋσῆς ὁ τοῦ Θεοῦ θεράπων ἐγένετο; 5.5.2 Ἀπάτορα καὶ ἀμήτορα τὴν γυναῖκα ὁ Θεὸς τῷ Ἀδὰμ ἐξέδοτο καὶ διὰ τοῦτο ὡς ἀγαθὸς κηδεμὼν τὴν ὀρφανὴν ἠσφα λίσατο· τοῖς τῆς μητρὸς δὲ νῦν δικαιώμασιν ἰσχυρῶς αἱ θυγατέρες κέχρηνται κατὰ τῶν ἀγνωμόνων καὶ ἀπίστων ἀνδρῶν, ὥστε σοι παντα χόθεν ἡ καταφρόνησις τῆς γαμετῆς ἀδύνατος, καὶ ἀρχαίοις νόμοις τοῖς θείοις καὶ νέοις τοῖς ἀνθρωπικοῖς δεδεμένῳ. 5.5.3 ∆υσωπείτω δέ σε καὶ τὸ χρήσιμον τῆς γυναικὸς πρὸς τὸν βίον. Μέλος ὑπάρχει, βοηθός ἐστιν· συνεργὸς εἰς διαγωγὴν τοῦ βίου, εἰς παίδων γένεσιν· νόσου ἐπίκουρος, θλίψεων παραμυθία, φύλαξ τῆς ἑστίας, θησαυρὸς τῶν κτημάτων· τὰ αὐτὰ λυπουμένη, τὰ αὐτὰ χαίρουσα· κοινὸν κεκτημένη τὸν πλοῦτον, εἰ παρείη· τὴν μοχθηρὰν οἰκονομοῦσα πενίαν, εὐμηχάνως καὶ καρτερῶς ἀντέχουσα πρὸς τὰ παρ' ἐκείνης ὀδυνηρά, ἐπιμόχθου παιδοτροφίας ἀνεχομένη διὰ τὴν πρὸς σὲ συνοίκησιν. 5.5.4 Ἂν δέ που καὶ περίστασις καταλάβῃ πραγμάτων, βαπτισθεὶς ἀφανίζεται· οἱ δὲ νομιζόμενοι φίλοι τῷ καιρῷ τῆς εὐπραγίας τὴν φιλίαν μετροῦντες ὑποχωροῦσιν ἐν τοῖς δεινοῖς· οἱ δοῦλοι καὶ τὸν δεσπότην ὁμοῦ καὶ τὰς συμφορὰς δραπετεύουσιν. 5.5.5 Λείπεται λοιπὸν ἡ γυνή, τοῦ νοσοῦντος μέρους τὸ μέλος καὶ τῶν κακῶν δούλη καὶ τῆς τοῦ ἀνδρὸς θεραπείας, τὸ δάκρυον ἀποψῶσα· τὴν πληγήν, ἂν μαστιχθῇ, θεραπεύουσα· ἀκολουθοῦσα πρὸς δεσμωτήριον ἀγομένῳ· κἂν μέν τις ἀφῇ συνεισελθεῖν, ἡδέως τῆς καθείρξεως