1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

50

Κύριον. 9.7.2 Ἐλελήθεσαν δὲ εἴσω δικτύων τὴν θήραν ἔχοντες, οἱ κύνες τὸν ἀρνειόν, οἱ λύκοι τὸν ἀμνόν, τὴν περιστερὰν οἱ ἁρπακτικοὶ καὶ γαμψώνυχες· καθὼς δὲ ὁ προφήτης Ἡσαΐας φησίν· συνανεπαύετο ταῖς παρδάλεσιν ὁ ἔριφος καὶ τοῖς λύκοις ὁ ἀρνειὸς συνεβόσκετο καὶ οἱ λέοντες ἅμα τῷ μόσχῳ κοινὴν εἶχον τὴν δίαιταν. Ἐπειδὴ δέ, οἷα φιλεῖ γίνεσθαι, τράπεζα καὶ συνήθεια τὸ θαρρεῖν ἀλλήλοις παρέσχον, διεπυνθάνετο παρ' αὐτῶν ὁ μάρτυς τίνες τε εἶεν καὶ τίνος χάριν τὴν αὐτοῦ πόλιν κατέλαβον. 9.7.3 Οἱ δὲ τὴν πρόθυμον δεξίωσιν καὶ φιλοξενίαν τοῦ ἀνδρὸς αἰδεσθέντες μηδενί τε τὸ λεχθησόμενον ἐξειπεῖν παραγγείλαντες, ἐγνώρισαν αὐτῷ τὸ ἀπόρρητον καὶ τὸ τῆς ἐπιβουλῆς ἐξαγορεύουσι δρᾶμα, ὅτι Φωκᾶν ἐπὶ τιμωρίαν ζητοῦσι· καὶ τῇ φιλοξενίᾳ ταύτην ἠξίουν τὴν εὐεργεσίαν προσθεῖναι, συγκαμεῖν αὐτοῖς εἰς τὴν θήραν τοῦ ζητουμένου. 9.8.1 Ἤκουσεν ὁ τοῦ Κυρίου θεράπων καὶ ἀτρέπτῳ τῇ ψυχῇ τὸν λόγον δεξάμενος οὐ ταπεινόν τι καὶ ἄνανδρον ἔπαθεν, οὐδὲ δειλιάσας τὸν κίνδυνον φυγεῖν ἐβουλεύσατο, καὶ ταῦτα πολλὴν ἔχων καὶ ἄνετον ἀπο διδράσκειν τὴν ἐξουσίαν· ἀλλὰ πᾶν τοὐναντίον, ἐπένευσε πρὸς τὴν ἀξίωσιν· Κἀγώ, φησίν, ὑμῖν εἰς τὸ προκείμενον συλλήψομαι. Γινώσκω γὰρ τὸν ἄνδρα καὶ ῥᾳδίως ἀναζητήσας καταμηνύσω· οὐκ εἰς μακρὰν δὲ τοῦτο, ἀλλὰ μετὰ μίαν ἡμέραν· μόνον ὑμεῖς ἐπὶ τῆς πενιχρᾶς ταύτης καταγωγῆς ἀναπαύεσθε. 9.8.2 Βεβαίαν δὲ οὕτως αὐτοῖς ἐγγυησάμενος τὴν ὑπόσχεσιν δύο πράγμασι ἑαυτὸν κατεμέρισε, τῇ δεξιώσει τῶν ἑαυτοῦ φονέων καὶ τῇ ἑτοιμασίᾳ τοῦ τάφου. Εὐτρεπίσας δὲ τό τε ὄρυγμα καὶ τὰ περὶ τὴν ταφὴν ἀναγκαῖα, προσελθὼν αὐτοῖς τῇ ὑστεραίᾳ, Ἐπιμελῶς, φησί, τὸν Φωκᾶν ἀνεζήτησα καὶ ἕτοιμον τὸ θήραμα· καί, εἰ δοκεῖ, συλληφθήτω. Τῶν δὲ εἰπόντων ἐκ περιχαρείας· Καὶ ποῦ ὁ ἀνήρ; Οὐ πόρρω, φησίν, ἀλλὰ μεθ' ὑμῶν· αὐτὸς δὲ ὑμῖν οὗτος ἐγώ· καὶ χρήσασθε τῷ προστάγματι καὶ πληρώσατε τὸν τῆς ὁδοιπορίας καὶ τοῦ πόνου σκοπόν. 9.8.3 Ἐπλήγησαν τὰς ψυχὰς οἱ ἄνθρωποι καὶ πρὸς τὴν ἀκοὴν ἐπαχνώθησαν τοὺς ἅλας καὶ τὴν τράπεζαν ἐννοήσαντες καὶ τὸν ἐν πενίᾳ φιλότιμον ἑστιάτορα. Ὁ δὲ παρεκάλει πρὸς τὴν τόλμαν τῆς ἀναιρέσεως καὶ μηδὲ πρὸς ὀλίγον διστά ζειν ἐπεκελεύετο λέγων ὡς οὐ τῆς ἐκείνων χειρὸς ὁ φόνος, ἀλλὰ τῶν προσταξάντων τὸ ἔργον. Εἶπεν, ἔπεισεν, ἔπαθεν· καὶ τὴν κεφαλὴν ἀποτμηθεὶς ἱερεῖον τῷ Θεῷ κεχαρισμένον προσήχθη. 9.9.1 Στύλον καὶ ἔρεισμα τῶν τοῦ Θεοῦ ἐκκλησιῶν ἐξ ἐκείνου μέχρι νῦν τοῦτον ἔχομεν, ἄνθρωποι· καὶ μαρτύρων ἐστὶν οὗτος ὁ περιφανέστατος ἐν τοῖς ἀρίστοις καὶ μακαριστοῖς τὸ πρωτεῖον ἔχων. Ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ, κατά τε τὴν κοινὴν ὑπόληψιν καὶ κατὰ τὴν φωνὴν τοῦ σκεύους τῆς ἐκλογῆς· καὶ μάλιστα δὴ πανταχοῦ τῆς οἰκουμένης καὶ ὀνομαστότατος ἐν τοῖς ἁγίοις ἐστί. 9.9.2 Καὶ πάντας ἕλκει καὶ συνελαύνει πρὸς τὸ ἑαυτοῦ καταγώγιον· καὶ γέμουσιν αἱ λεωφόροι τῶν ἀφ' ἑκάστης χώρας πρὸς τὸν τόπον ἐπειγομένων τῆς προσευχῆς. Ἔστι γ' οὖν ὁ μεγαλοπρεπὴς ἐκεῖνος ναὸς θλιβομένων ἄνεσις, πενομένων πόρος, κακουμένων ἰατρεῖον, λιμωττόντων Αἴγυπτος. 9.9.3 Καὶ δαψι λέστερον τρέφει Φωκᾶς τελευτήσας ἤπερ ζῶν Ἰωσήφ· ἐκεῖνος μὲν γὰρ ἀργυρίου τὸν σῖτον διήμειβεν, οὗτος δὲ προῖκα τοῖς δεομένοις χαρίζεται. Καὶ ὥσπερ αἱ περιστεραὶ κατὰ τὴν χειμέριον ὥραν δυσπορίστου τῆς τροφῆς τυγχανούσης τὰς νεοσπόρους ἐφιπτάμεναι χώρας ταῖς αὔλαξιν ἐκείνων ἐγκάθηνται, οὕτως πάντων τῶν πτωχῶν καὶ ἀλητευόντων τὰ φῦλα προστρέχει τῷ τῆς Σινώπης ἰσθμῷ καθάπερ κοινῷ ταμιείῳ. 9.9.4 Εἰ δέ που καὶ ἀλλαχοῦ διὰ μικρῶν λειψάνων οἷον ἀποικίαν τινὰ μητροπόλεως ὁ μάρτυς ἑαυτῷ κατεστήσατο, θαυμαστὸς καὶ οὗτος ὁ τόπος καὶ πᾶσι χριστιανοῖς περισπούδαστος, ὥσπερ δὴ καὶ οὗτος ὁ παρ' ἡμῖν χῶρος ἱερὸς καταγώγιον ἑορταζόντων. Τίμιος γὰρ ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ· καὶ πολλαχοῦ μερισθέντα τὰ λείψανα ὁλόκληρον πανταχοῦ τῷ τρισμακαρίῳ σώζει τὴν εὐφημίαν. 9.10.1 Οὕτως γ' οὖν καὶ