3
τὰ πάντα ἐζημιώθην καὶ ἡγοῦμαι σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω». 7.5 Ῥωμαίοις δέ· «εἰ μὲν γὰρ ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει, ὃν οὐκ ἐκηρύξαμεν, ἢ πνεῦμα ἕτερον λαμβάνετε, ὃ οὐκ ἐλάβετε». 7.6 Ἆρα δὲ καὶ πρὸς τί ἀπιδὼν καὶ οἷα διανοηθεὶς ἀκραιφνοῦς θεογνωσίας αὖθις ἴδια γέγραφεν· Κορινθίοις μὲν τὸ δεύτερον ὅτι γε εἰ τῷ υ̣ἱῷ τις καταλλαγῇ, τῷ θεῷ κατηλλάγη κ̣αὶ ὅτ̣ι ἐν Χριστῷ η῾̣ πρὸς τὸν θεὸν σ̣ύμβασίς ἐστι τοῦ κόσμου· 7.7 ἔχει δέ· «ὡς ὅτι θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώμα̣τα αὐτῶν, καὶ θέμε̣νος ἐν ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς. ὑπὲρ Χριστοῦ οὖν πρε̣σβεύομεν ὡς τοῦ θεοῦ παρακαλοῦντος δι' ἡμῶν. δεόμεθα ὑπὲρ Χριστοῦ· καταλλάγητε τῷ θεῷ». 7.8 Καὶ πάλιν ὡς πάντα τὰ ἄλλα ᾶ παρεὶς ἐκήρυττεν μεγάλα αὐχῶν ὅτι καὶ τὸ δοκοῦν ἐπονείδιστον εἶναι Χριστῷ διὰ τὴν φιλάνθρωπον αὐτοῦ οἰκονομίαν, πᾶσαν εὔκλειαν καὶ ῥώμην βρύει, ἐγᾦμαι τοῦτο ποιῶν ἐξ ἔργου, ἵνα καὶ ὁ ἐκ τοῦ ἐνδόξου πάθους τὴν ἀγένητον καὶ ἀκήρατον καὶ ἀναλλοίωτον θεότητα μὴ κατοπτεύων γραφὴν ὑπερηφανίας ὀφλοῖ. 7.9 ἔλεγεν δὲ τοιάδε· «οὐκ ἔκρινά τι εἰδέναι ἐν ὑμῖν εἰ μὴ Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον». Ῥωμαίοις δέ· «δικαιοσύνη δὲ θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ εἰς πάντας τοὺς πιστεύοντας». 7.10 διὰ τῆς εἰς τὸν υἱὸν φησ̣ὶ πίστεως δικαιοῦται ὑπὸ θεοῦ ἕκαστος. 7.11 Γαλάταις δέ· «εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Ἰησοῦν Χριστὸν ἐπιστεύσαμεν, ἵνα δικα̣ιωθῶμεν ἐκ πίστεως Χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόμου, ὅτι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σάρξ». 7.12 ἐξηγεῖται δὲ καὶ ἑτέρωθι ὅτι «οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ πίστις δ̣ι̣' α᾿̣γάπης ἐνεργουμένη». 7.13 Τοῦ δὲ λόγου βαθύνοντος τὸν νοῦν ἀναπτυκτέον. 7.14 διδάσκειν μὲν οὖν βούλεται ὡς ἡ Χριστοῦ ἐπιφάνεια καινήν̣ τινα καὶ τὴν μόνην πίστιν ἁ´̣πασιν ἀνθρώποις ἐξεύρετο· καθ' ἣν οὐδεμίαν χώραν οὔτε Ἰουδαισμῷ οὔτε Ἑλληνισμῷ καταλέλοιπεν. 7.15 αὕτη δὲ νοηθ̣ε̣ι´̣η̣ ἂν καὶ κατὰ τό· «ἰδο̣υ`̣ τὰ ἀρχαῖα παρῆλθεν, καινὰ γέγονε̣ν πάν τα». καὶ ἵνα συνελ··ε̣ι̣ παύεται μὲν̣ ὁ τὸν̣ θεὸν εἰδὼς νόμου ὡσ μὴ τελεία̣ν τὴν π̣εριτομὴν φησίν. 7.16 ἀνέλαμψεν δὲ εἰς σωτη̣ρία̣ν̣ καὶ διδασ̣καλίαν πᾶσιν φῶς τὸ ἀληθινὸν καὶ ἐλεύθερο̣ν ὁ υἱός· καὶ παρίστησι τοῦτο τό τισιν αὐτῶν ἀγν̣οου´̣μενον μυστι̣κῶς διὰ τὴν ἔναυλον ἐν αὐτοῖς τῆς πολυθεΐας ἐξ Αἰγύπτου μνήμην· 7.17 προσμαρτυρῶν τοίνυν ὁ σεπτο`̣ς θεοῦ υἱὸς τῇ οἰκείᾳ φύσει τὸ ἄνωθεν ἐλεύθερον καὶ μὴ ἀδελφὴν οἷον ἔχειν τὴν κτίσιν-δοῦλον γὰρ πᾶν τὸ παραχθὲν καὶ εἰς γένεσιν τοῦ παραγαγόντος καὶ τὸ κτισθὲν κτίσμα τοῦ κτίσαντος- λέγει πρὸς Πέτρον· 7.18 «οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσιν τέλη ἢ κη῀̣ν̣σον; ἀπὸ τῶν υἱῶν αὐτῶν ἢ ἀπὸ τῶν ἀλλοτρίων; ἀποκρινομε´̣νου· ἐκ τῶν ἀλλοτρίων, ἔφη αὐτῷ ὁ Ἰησοῦς· ἄρα γε ἐλε̣ύθεροί εἰσιν οἱ υἱοί. ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς, πορευθεὶς εἰς θάλασσαν βάλε ἄγκιστρον καὶ τὸν ἀναβάντα πρῶτον ἰχθῦν ἇρον, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ εὑρήσεις στατῆρα. υ ἐκεῖνον λαβὼν δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ.» 7.19 ταῦτα μὲν περὶ τούτων. οἱδὲ παύονται ἔτι. 8.ν Περὶ τῶν διαμυθολογούντων ὅτι ὁ πατὴρ ἐποίησε τὸν υἱὸν ἐπὶ τῇ ὑπουργίᾳ τῆς κτίσεως. 8.1 Βλασφήμως ἀντεξάγοντες καὶ διαμυθολογοῦντες φασὶ τὸν πατέρα πεποιῆσθαι υἱὸν χρειωδέστατον ἐπὶ τὸ ὑπουργεῖν αὐτῷ πρὸς τὰ λοιπὰ τῶν κτισμάτων, οὔκετι κατανοοῦντες ὡς ἐξήρτ̣ηται τοῦτο ἐκ τοῦδε στ̣ο̣χαστικοῦ αὐτῶν λόγου· φθόνος τε καὶ ὄκνος καὶ ἕτερα υ῾̣λ̣ι̣κά. 8.2 ∆εῖ γὰρ δήπου καὶ ταῦτα ὁρᾶν. εἰ γὰρ καλὸν τὸ δημιουργεῖν-ὥσπερ οὖν καλὸν καὶ μόνον ἴδιον καὶ μόνον ἐξαίρετον τῆς θεϊκῆς ἀφθόνου φύσεως, ἵν' ἔχοι καὶ ὑπό του δοξάζηται-, ἀνθ' ὅτου μὴ πάντα δι̣' ἑαυτ̣ο̣ῦ ἔκτισεν, ἀλλ' οἱονεί πως κατώκνησεν; 8.3 εἰ δὲ καὶ μ̣έγα̣ τοῖς κτιζομένοις τὸ ὑπὸ τοῦ μείζονος καὶ ἐ παρα φέρεσθαι, εἴπερ κατ' αὐτοὺς μείζων τοῦ ἰδίου υἱοῦ λόγου ὁ πατήρ, ε᾿̣βάσκαινε τοῖς δοξάζουσιν αὐτὸν τὴν δι' ἑαυτοῦ ποίησιν; 8.4 εἰ δὲ