1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

17

λαμβάνοντες, ἐξομοιοῦνται τῷ Ναβουχοδονόσωρ ποιητὴν ἄψυχον εἰκόνα προσκυνεῖσθαι τυπώσαντι. 16.49 Καὶ τὸν Ἀδὰμ δὲ διὰ τὴν παρακοὴν ἐκ τοῦ παραδείσου ὁ θεὸς δικαίως ἔρριψεν· 16.50 τὸν δὲ λῃστὴν καὶ σὺν αὐτῷ τὸν Ἀδὰμ καὶ τὸ κοινὸν ὅλον γένος ὁ υἱὸς εἰσήγαγεν, ὡς ἴσος πάντως τῇ θεότητι καὶ ἀγαθότητι καὶ δεσποτεία τῷ ῥίψαντι τυγχάνων. 16.51 Ποῦ δὲ ἐγράφη ὅτι «ἀσύγκριτος ὁ πατὴρ» πρὸς τὸν ἑαυτοῦ μονογενῆ ἢ ὅτι ὁ υἱὸς αὐτοῦ καὶ τῶν πάντων δημιουργὸς καὶ κριτὴς κατὰ τὴν θεϊκὴν αὐτοῦ καὶ ὅλων ἐξῃρημένην ἄπειρον φύσιν «κτίσμα» ἐστίν; ἢ ὅλως ὅτι ποτὲ «οὐκ ἦν»; 16.52 ἢ ποῦ ἰδικῶς ἔφη ὁ πατήρ. «ἔκτισά μοι υἱόν» ἢ ὁ υἱός· «ἐκτίσθην ὑπὸ τοῦ πατρός»; 16.53 ὅπερ ἀκούειν μήτιγε καὶ λέγειν φρικτὸν καὶ φευκτόν. 16.54 Οὐδαμοῦ μὲν οὖν παντελῶς θείας καὶ πνευματικῆς γραφῆς εὕρηται ταῦτα· τοὐναντίον δὲ συγκρίνοντος ἑαυτὸν πρὸς τὸν πατέρα ἐστὶν πάντα τοῦ μονογενοῦς τὰ περὶ τῆς θεότητος αὐτοῦ ῥήματα καὶ ἑνοῦντος ἑαυτὸν καὶ ὁμότιμον ἀποφαίνοντος. 16.55 ἀλλ' οὐδὲ τέκνον ἢ παιδίον ἢ γέννημα εἴρηται πώποτε κατὰ τὴν ἄνω ἄπειρον γέννησιν ἣν οὐδὲν τὸ παράπαν χαρακτηρίσαι δύναται, ἵνα μή τι μικρὸν ἢ ὑπόνοιαν παρέχον ταῖς προλεχθείσαις αὐτῶν σεσοφισμέναις βλασφημίαις φαντασθείῃ τις, ἀλλ' υἱὸς διὰ τὸ τέλειον καὶ τὸ ἀνάρχως γεννηθῆναι καὶ τὸ πρὸς τὸν πατέρα τῆς φύσεως ἀπαράλλακτον. 16.56 Ὅλα δὲ τὰ νομιζόμενα παρά τισιν εἶναι πρὸς θεότητα μικρὰ καὶ τό «ὁ πέμψας με πατὴρ μείζων μού ἐστιν» διὰ τὴν φιλάνθρωπον καὶ ἄρρητον ἐνανθρώπησιν αὐτοῦ τὴν δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν γενομένην ταῖς ἱεραῖς κεχρησμῴδηται βίβλοις. 16.57 δι' ἣν καὶ ἀγγέλων ἠλαττῶσθαι γέγραπται κατὰ τὸν ἀπόστολον ἐπιστείλαντα· «τὸν δὲ βραχύ τι παρ' ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθη μα τοῦ θανάτου». 16.58 Ἐγὼ οὖν οἶμαι καὶ οὐ πάντως διασφάλλομαι, ὅτι περὶ τοῦ πατρὸς καὶ ἑαυτοῦ εἶπεν τὴν ἀμφοῖν δεικνὺς ἀγαθότητα καὶ ὁμοουσιότητα· «ἢ ποιήσατε τὸ δένδρον καλὸν καὶ τὸν καρπὸν αὐτοῦ καλὸν ἢ ποιήσατε τὸ δένδρον σαπρὸν καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν· ἐκ γὰρ τοῦ καρποῦ», φησίν, «τὸ δένδρον γινώσκεται».

17.1 Ἐπειδὴ δὲ θεομαχοῦντες οἱ μὲν σὺν τῷ υἱῷ καὶ τὸ ἅγιον πνεῦμα τὸ

πρῶτον κτίσμα εἶναι λέγειν τολμῶσιν, Μακεδόνιος δὲ τὸ πνεῦμα μόνον, ἐπ' ἐκείνους μὲν τὸ βάρος τοῦ ἐπιμνησθῆναι τῶν τοιούτων ἀπονενοημένων καὶ κατακρίτων ῥημάτων τρέψειεν ἡ ἁγία καὶ ὁμοούσιος τριάς, 17.2 ἡμεῖς δὲ ὑποδείξομεν τὰς θείας παρατιθέμενοι γραφὰς τὸ πρῶτον κτίσμα τοῦ θεοῦ οὕτω γεγενῆσθαι· πρῶτον κτίσμα ἐπαρθὲν ἐκ τῶν οὐρανῶν ἐρρίφη ὡς ἀστραπή, καθὰ αὐτὸς ὁ κτίσας καλῶς καὶ ὕστερον δικαίως ῥίψας ἐν εὐαγγελίῳ ἐθεώρησεν· 17.3 λέγει δὲ οὑτωσὶ παρὰ τῷ Ἰώβ· «ἀλλ' ἰδοὺ θηρίον παρά σοι χόρτον ἴσα βουσὶν ἐσθίον· ἰδού, ἡ ἰσχὺς αὐτοῦ ἐν ὀσφΰι, ἡ δὲ δύναμις αὐτοῦ ἐπ' ὀμφαλοῦ γαστρός. ἔστησεν οὐρὰν ὡς κυπά ρισσον, τὰ δὲ νεῦρα αὐτοῦ συμπέπλεκται, αἱ πλευραὶ χαλκαῖ, ὁ δὲ νῶτος αὐτοῦ σιδηροῦς χυτός. τοῦτό ἐστιν ἀρχὴ πλάσματος κυρίου πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων». 17.4 ὥστε τὸν διάβολον πρῶτον κτίσμα εἶναι λέγει ἑαυτὸν ποιήσαντα ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἁγίων ἀγγέλων διὰ τὸ ἀνόσιον αὐτοῦ καὶ κακόβουλον τῆς προαιρέσεως. οὐκ ἂν δὲ μετ' αὐτὸν ὁ υἱὸς ὁ καὶ τοῦτον δημιουργήσας οὔτε μὴν τὸ πνεῦμα τοῦ θεοῦ ἐκτίσθη. 18.ν Περὶ τῆς ἁγίας τριάδος καὶ ὅτι διὰ τὸ ταὐτὸν τῆς οὐσίας τὰ αὐτὰ ἐπ' ἀμφο τέραις ταῖς ὑποστάσεσιν ὀνόματα λέγονται, πάρεξ τῆς πατρότητος καὶ υἱότητος καὶ τῆς ἐκπορεύσεως τοῦ πνεύματος. τοῦτο γὰρ ἴδιον ἑκάστης ὑποστάσεως ἰδίως. καὶ ὅτι ποτὲ ὁ πατήρ, ποτὲ ὁ υἱός, ποτὲ τὸ πνεῦμα προτάσ σεται. καὶ ὅτι καὶ τὸ τριαδικὸν καὶ τὸ μοναδικὸν ἐν τῇ γραφῇ δείκνυται. 18.1 Ἐκ πάντων δὴ οὖν τῶν εἰρημένων συνέστη ὡς τὰ ἐκείνων παντοίως ἀλλότρια τῆς ἀληθείας ὄντα τυγχάνει. σοφιστείας γὰρ ἔργον τὸ εὑρεσιλογεῖν, σοφίας δὲ τὸ μετ'