1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

70

ὁμοούσιον αὐτὸ τῷ θεῷ ἅτε πνεῦμα αὐτοῦ καὶ δάκτυλον, ὡς ἐν τῷ πρώτῳ ἐδείχθη βιβλίῳ, μυστικῶς παριστῶν ἐν ηʹ ψαλμῷ προφητεύει· «ὅτι ὄψομαι τοὺς οὐρανούς, ἔργα τῶν δακτύλων σου.» καὶ Μωυσῆς δὲ ἐν τῇ γενέσει ἀπὸ τοῦ θεοῦ καὶ πατρὸς πρὸς τὸν υἱὸν καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα φησίν· «ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν καὶ ἀρχέτω σαν τῶν ἐπὶ τῆς γῆς.» οὐ γὰρ ἀγγέλους ἢ ἄλλα πνεύματα ἔλαβεν συγχειρουργοὺς ἢ γνωμοδότας ὁ θεός· «ἐπειδὴ ὁ δοῦλος οὐκ οἶδεν, τί ποιεῖ αὐτοῦ ὁ δεσπότης.» οὐδὲ εὑρίσκεται πώποτε εἰς δημιουργίαν συμπαραλαβὼν κτίσμα, καθὰ ∆αυὶδ ψάλλει ἐν λβʹ ψαλμῷ· «ὁ πλάσας καταμονὰς τὰς καρδίας αὐτῶν,» καὶ ἐν ρληʹ· «οὐκ ἐκρύβη τὸ ὀστοῦν μου ἀπὸ σοῦ, ὃ ποίησας ἐν κρυφῇ.» καὶ ὡς Παῦλος Ῥωμαίοις γράφει· «τίς γὰρ ἔγνω νοῦν κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;» τουτέστιν, τῆς κτίσεως οὐδείς. πλάτος γὰρ ἔχον τὸ «τίς» τοῦτο προφαίνει. ἔδειξεν δὲ τῷ μὲν μὴ εἰπεῖν «ποιήσατε», ἀλλὰ «ποιήσωμεν», ὡς οὐκ ἔστιν ὑπουργὸς ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα, ἀλλὰ δυνάμεως καὶ θελήσεως μιᾶς· τῷ δὲ ἐπαγαγεῖν «κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν», ὡς μία ἐστὶν οὐσία τῇ τριάδι· καὶ ὡς οὐ πρὸς ἀγγέλους εἴρηται τοῦτο τοῖς ἀπείρως καὶ ἀσυνεικάστως ἔν μείω τὴν «εἰκόνα καὶ ὁμοίωσιν» ἔχουσιν εἰ ἀκίνδυνον τοῦτο, ὡς ἄνθρωπον, εἰπεῖν τῆς ἀνειδέου καὶ ἀσχηματίστου καὶ ἀρρήτου τριάδος, διὸ ἐπήγαγεν ὁ αὐτὸς κοσμογράφος· «καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον· κατ' εἰκόνα θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς· καὶ εὐλόγησεν αὐτούς·» καὶ πάλιν· «εἶδεν ὁ θεός, ὅτι καλόν.» ἐν οἷς ῥητοῖς αὖθις τῆς αὐτοτελοῦς καὶ γενεσιουργοῦ τριάδος τὸ τέλειον καὶ σύμφωνον καὶ κοσμητικὸν καὶ ἐπίπαν ἄφθονον σημαίνεται μυστικῶς. ἐπειδὴ ταῦτα θεάτρων μὲν καὶ πλήθους ἄξια οὐχ ἡγήσατο εἶναι ὁ Μωυσῆς ἤγουν ὁ ἐνηχήσας αὐτῷ θεός· τοσούτων δέ, ὅσοι μὴ παρανομεῖν ἐς ταῦτα ἔμελλον. «ἐποίησεν» γὰρ «ὁ θεός», τουτέστιν ὁ υἱός, «τὸν ἄνθρωπον κατ' εἰκόνα θεοῦ», τουτέστιν τοῦ πατρός, «ἐποίησεν αὐτόν, καὶ εἶδεν ὁ θεός», τουτέστιν τὸ πνεῦμα «ὅτι καλόν, καὶ εὐλόγησεν αὐτούς», τουτέστιν ἡγίασεν. τὸ δὲ «κατ' εἰκόνα», ὡς ἐμοὶ δοκεῖ, νοητέον, ὅτι ἐκ τοῦ θεϊκοῦ φυσήματος τὸ πνεῦμα τὸ ἀθάνατον ἔχομεν καὶ νοῦν ἀεὶ θέοντα καὶ κυβερνῶντα ἐφ' ὃ χρή, καὶ λόγον σοφὸν ἀρέσκοντα τῷ δεδωκότι καὶ δυνάμενον σὺν πίστει τεκνογονίας αἴτιον γίνεσθαι καὶ ζωῆς καὶ νεκρῶν ἐγέρσεως καὶ ὀρέων μεταθέσεως· πρὸς τούτοις, ὅτι μετειλήφαμεν καὶ τῆς αὐτοῦ ἀγαθότητος. εἶτα καὶ Παῦλος, ὡς μικρῷ πρόσθεν ἐλέχθη· «ζωοποιήσει καὶ τὰ θνητὰ ἡμῶν σώματα, διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ἡμῖν.» καὶ Ἑβραίοις τοὺς αἰῶνας γεγενῆσθαι καὶ τὴν κτίσιν ἐστηρίχθαι ὑπὸ τοῦ ἁγίου πνεύματος καταγγέλλων καὶ ῥῆμα θεοῦ τὸ πνεῦμα, καθὰ ἤδη ἐμνημονεύθη, προσαγορεύων γράφει· «πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων τὸ βλεπόμενον γεγονέναι,» καὶ πάλιν· «φέρων γὰρ τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ,» καὶ ὁ ψαλμῳδός· «πάντα ἐν σοφίᾳ ἐποίησας,» τουτέστιν ἐν τῷ πνεύματί σου καὶ τῷ υἱῷ σου. πῶς οὖν οὐκ ἄναρχον καὶ δημιουργὸν καὶ κυρίως θεὸς τὸ θεϊκὸν πνεῦμα τὸ ἀχώριστον τοῦ πνεύσαντος αὐτὸ καὶ τοῦ δημιουργοῦ υἱοῦ· τὸ τοὺς αἰῶνας κατασκευάσαν, μεθ' ὧν οὐρανός τε καὶ τὰ ἐν αὐτῷ καὶ πᾶν, εἴ τί ἐστιν κτιστὸν παρήχθη· καὶ πάντα τῇ ἑαυτοῦ δυνάμει φέρον τε καὶ διοικοῦν· τὸ παραυτίκα τοῦ γενέσθαι οὐρανόν, γῆν, θάλατταν ἐπιφερόμενον ἐπὶ τοῦ ὕδατος καὶ ζωογόνον καὶ ζωοτρόφον αὐτὸ ἀπεργαζόμενον; ὥσπερ γὰρ διὰ τὸ λέγειν ἐν τῷ Ἰὼβ περὶ τοῦ υἱοῦ· «ὁ τανύσας τὸν οὐρανὸν μόνος,» οὐκ ἀφιστᾷ μὲν τῆς δημιουργίας τὸν ἐξ οὗ τὰ πάντα καὶ ἐν ᾧ πάντα συνέστηκεν πατέρα πῶς γὰρ ἂν εἴη λοιπὸν ταῦτα ἀληθῆ;, οὕτως οὐδὲ τὸ τῆς σοφίας καὶ δυνάμεως καὶ ἁγιοσύνης πνεῦμα τοῦ θεοῦ ἐξωθεῖν τοῦ εἶναι συνδημιουργὸν τοῦ θεοῦ ὅσιον. καὶ ποῖα δὲ εἰς τοῦτο μείζων ἀπόδειξις ἂν εὑρεθείη τοῦ ἐφ' ἑκάστης ἐν τῷ βαπτίσματι ἀνακαινίζειν καὶ ἁγιάζειν τὸ πνεῦμα τοῦ