1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

6

σου ὡδήγησάς με καὶ μετὰ δόξης προσελάβου με», καὶ ἐν κθʹ· «ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ καὶ ζωὴ ἐν τῷ θελήματι αὐτοῦ», καί ἐν· «κύριε, ἐν τῷ θελήματί σου παράσχου τῷ κάλλει μου δύναμιν», καὶ ἐν ιζʹ· «ῥύσεταί με, ὅτι ἠθέλησέν με». 9.33 Καὶ γὰρ ὃν τρόπον, ὑπάρχων ὁ πατὴρ ἀθάνατός τε καὶ ἀγαθός, βούλεται εἶναι ταῦτα καὶ βουλόμενός ἐστιν ταῦτα, οὐκ αἰτίαν, ἵν' οὕτω φράσω, τὴν βούλησιν ἔχων οὔτε μὴν ἀνεθελήτως ὤν· οὕτως οὐδὲ τοῦ γεννῆσαι ἡ βούλησις αἰτία. 9.34 περὶ ἡμᾶς δὲ τὸ τινὰ μὲν ἐκ τῆς τοῦ θεοῦ ἐνεργείας, τινὰ δὲ ἐκ τοῦ ἐφ' ἡμῖν θελήματος ἔχειν· 9.35 καὶ γὰρ οὐ βουλήσει μὲν τῇ ἑαυτῶν, ἀλλὰ τῇ τοῦ θεοῦ κτώμεθα τὸ συνεστάναι ἐκ ψυχῆς καὶ σώματος καὶ τὸ εἶναι λογικοί· 9.36 οἱ γὰρ οὔποτε ὄντες πῶς εἴχομεν βούλεσθαι ἢ μὴ βούλεσθαι; 9.37 προαιρέσει δὲ ἰδίᾳ ἔχομεν τὸ εἶναι καλοὺς ἢ κακούς, ἐπιστήμονάς τε κατ' ἐπιτηδειότητα ἢ ἀνεπιστήμονας κατὰ ῥαθυμίαν. 9.38 Ἐληλύθασιν δὲ ἐπὶ τὸ κεφάλαιον τοῦτο οὐκ ἀτρεκεῖ θεωρήματι παραδεχόμενοι τό «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα», ἐπεὶ ἂν αὐτόθεν εἶχον τῆς ὀρθῆς πίστεως ἄγκυραν βεβαίαν. 9.39 νυνὶ δὲ φάσκουσιν, ὅτι τό «ἐν ᾧ εὐδόκησα» δείκνυσι κτίσμα τὸν υἱόν. 9.40 καὶ μὴν πρὸς τὴν ἐνανθρώπησιν αὐτοῦ ὅλον νένευκε τὸ νόημα. 9.41 ἐπειδὴ γὰρ λέγοντι αὐτῷ· «υἱὸς θεοῦ εἰμι» ἀντεφθέγγοντο· «βλασφημεῖς», ἐπεψηφίσατο αὐτῷ ὁ πατὴρ ὅτι «οὗτος μόνος ἐστὶν ὁ υἱός μου γνήσιος». 9.42 Τὸ γάρ «οὗτος» καὶ τό «ἀγαπητός» καὶ τὸ μετὰ ἄρθρου ὠνομάσθαι «υἱός» τοῦτο δηλοῖ· ἐν τούτῳ, φησίν, εὐδόκησα διὰ τῆς ἐνανθρωπήσεως αὐτοῦ τὴν σωτηρίαν ὑμῖν πορισθῆναι. 9.43 κἂν περὶ τῆς θεότητος δὲ ἐκλάβῃ τις τό «εὐδόκησα», τὸ σόφισμα αὐτῶν ἀκυροῦται· ἐπείπερ οὐ πᾶσα λέξις ῥηθεῖσα παρὰ τοῦ θεοῦ καὶ μάλιστα περὶ τοῦ θεοῦ λόγου κοσμικοῦ ἔθους ἀποτελεῖ νόημα. 9.44 Ἔπειτα εἰ ἐπὶ τῷ ἤδη ὄντι υἱῷ ἔλεγεν· «ἐν ᾧ εὐδόκησα», οὐκ αἰτία ἡ εὐδοκία τῆς ὑπάρξεως αὐτοῦ εὑρίσκεται. 9.45 Ὥστε δὲ σαφέστερον τὸ ὑπὸ τῆς τοιαύτης λέξεως δηλούμενον γενέσθαι, μάρτυρι χρησώμεθα τῷ ψάλλοντι ἐν ρμθʹ ψαλμῷ· «ὅτι εὐδοκεῖ κύριος ἐν τῷ λαῷ αὐτοῦ». 9.46 οὐ γέγονεν δὲ ἡ εὐδοκία πρὸ τοῦ λαοῦ, ἀλλὰ μετ' αὐτόν. 9.47 τότε γὰρ εὐδόκει ἐν αὐτῷ καὶ εἰρήνην καὶ χάριν ἔπεμπεν, ὅτε ὀρθῶς αὐτῷ ἐλάτρευεν· ὅτε δὲ μὴ ὀρθῶς, τοὐναντίον ἢ νῦν προφητεύει· «ὅταν ἀπέκτεννεν αὐτούς, τότε ἐξεζήτουν αὐτόν»· καὶ ἐν μγʹ ψαλμῷ· «ὁ βραχίων αὐτῶν οὐκ ἔσωσεν αὐτούς, ἀλλ' ἡ δεξιά σου καὶ ὁ βραχίων σου καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου, ὅτι εὐδόκησας ἐν αὐτοῖς», «δεξιὰν καὶ βραχίονα τοῦ θεοῦ» καί «φωτισμὸν τοῦ προσώπου αὐτοῦ» τὸν υἱὸν ἀνειπών· 9.48 καὶ ἐν ρεʹ ψαλμῷ· «μνήσθητι ἡμῶν, κύριε, ἐν τῇ εὐδοκίᾳ τοῦ λαοῦ σου».

10.ν Περὶ τοῦ λέγειν· «Εἰ ὅλος ἐστὶ γεννητικὸς ὁ ἀγέννητος θεός, οὐκ

οὐσιωδῶς ἐγέννησεν» καὶ ὅτι «Εἰ μετεβλήθη ἡ οὐσία αὐτοῦ εἰς γέννημα, οὐκ ἀμετάβλητος ἡ οὐσία τοῦ θεοῦ». 10.1 Αὐτῶν καὶ τοῦτό ἐστι τὸ εἰκαῖον καὶ πλημμελὲς λέξεσιν τοιαῖσδε τεθέν· 10.2 «εἰ ὅλος ἐστὶ γεννητικὸς ὁ ἀγέννητος θεός, οὐκ οὐσιωδῶς ὁ γεννηθεὶς ἐγεννήθη, ὅλης ἐχούσης τῆς οὐσίας αὐτοῦ τὸ γεννᾶν, ἀλλ' οὐ τὸ γεννᾶσθαι.» 10.3 ἀλλ' ἀκουέτωσαν ὅτιπερ «εἰ ὅλον ἐστὶ γεννητικὸν τὸ φῶς, οὐκ οὐσιωδῶς τὸ ἀπαύγασμα γεννᾷ, ἀλλ' ἔξωθεν προσλαμβάνει, ὅλης ἐχούσης τῆς οὐσίας αὐτοῦ τὸ γεννᾶν, ἀλλ' οὐ τὸ γεννᾶσθαι». 10.4 εἰ δὲ τὸ φῶς οὐ προσλαμβάνει ἔξωθεν τὸ ἀπαύγασμα, ἀλλ' ἐκ πάσης τῆς οὐσίας αὐτὸ γεννᾷ ἀδιαστάτως, οὐδ' ὁ θεὸς ἐπεκτήσατο ἔξωθεν τὸν υἱόν, ἀλλ' ἐξ ὅλης τῆς ὑποστάσεως ἐγέννησεν ἀδιαστάτως, ἅτε ἀσώματος. ὅθεν ἀληθῶς ἐστι πατήρ. 10.5 Ἐπάγουσι πάλιν, πανταχοῦ τὴν ἐναντίαν τάξιν τῆς γραφῆς διώκοντες· «εἰ μετασχηματισθεῖσα ἡ οὐσία τοῦ θεοῦ γέννημα λέγεται, οὐκ ἀμετάβλητος ἡ οὐσία αὐτοῦ, τῆς μεταβολῆς ἐργασαμένης τὴν τοῦ υἱοῦ ἰδιοποίησιν.» 10.6 Ἀλλ' οὐδεὶς οὐδὲ τοῦτο συγχωρεῖ αὐτοῖς λέγειν. ἀλλότρια γὰρ εἶναι ταῦτα Χριστιανῶν ἡ μνημονευθεῖσα ἐλέγχει γραφή, παντὶ